Δευτέρα 15 Ιουλίου 2019

ΑΥΓΟΥΣΤΟΣ 20. ΘΕΟΧΑΡΗΣ ΝΕΑΠΟΛΙΤΗΣ ΝΕΟΜΑΡΤΥΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΑΥΓΟΥΣΤΟΣ Κ΄
ΘΕΟΧΑΡΗΣ ΝΕΟΜΑΡΤΥΣ ΝΕΑΠΟΛΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἰσιδώρας μοναχῆς Ἁγιοἱεροθεϊτίσσης)


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.

Ἱστῶμεν στίχους δ´. Καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ Θεοχάρους τὴν μνήμην, τοῦ Νεομάρτυρος, ἐπιτελοῦντες δεῦτε, οἱ πιστοὶ εὐφρανθῶμεν, ᾄδοντες συμφώνως, χαίροις Χριστοῦ, στρατιῶτα ἀήττητε, τῆς Νεαπόλεως καύχημα ἱερόν, τὸ τῆς πίστεως κραταίωμα.

Ἐπωνυμίαν ἐκτήσω, τῆς θείας χάριτος, καὶ κατ’ αὐτὴν συμφώνως, ἐπορεύθης ἐν βίῳ, νόμον τοῦ Κυρίου, τετηρηκώς, Νεομάρτυς Θεόχαρες, καὶ ἄχρις αἵματος δείξας τὴν ἀληθῆ, πρὸς Θεόν σου ἀφοσίωσιν.

Ὥσπερ ἀδάμας τὰς θλίψεις, ἐνεκαρτέρησας, τὰ τῶν βασάνων ἄλγη, φυλακῆς τὰς δεσμεύσεις, πεῖναν τε καὶ δίψαν, καὶ τῆς σαρκός, τὰς κακώσεις Θεόχαρες, ἐν πεποιθήσει καρδίας ἀναβοῶν, τὸν Χριστὸν οὐκ ἀπαρνήσομαι.

Ἡ Μικρασία καυχᾶται τῇ ἀναδείξει σου, καὶ εὐφροσύνως χαίρει, ἡ Νεάπολις ἅμα, ἔχουσα ὡς πλοῦτον, τὰ ἱερά, τῶν ἀγώνων σου ἔπαθλα, Θεσσαλονίκη τε φέρει ὡς θησαυρόν, τὰ σὰ λείψανα Θεόχαρες.

Δόξα. ῏Ηχος α´.
Ἀγάλλου καὶ σκίρτα μητρικῶς, τῆς Μικρασίας ἡ Νεάπολις, ὡς λύχνον προβάλλουσα φωτοπρεπῆ, Θεοχάρην τὸν ἔνδοξον Νεομάρτυρα. Οὗτος γάρ, τὴν πίστιν τὴν ἁγίαν ὡμολόγησε, μετὰ σθένους ἀνδρικοῦ, ἐνώπιον τῶν ἀθέων ἀγαρηνῶν. Καὶ ἀπτοήτως διαβὰς τὸ στάδιον τῆς ἀθλήσεως, ἔφθασεν εἰς τὴν χαράν, τῆς αἰωνίου καὶ τερπνῆς ἀγαλλιάσεως.

Καὶ νῦν. ῏Ηχος δ´.
Ἡ τοῦ φωτὸς ἡγιασμένη πύλη, καὶ Μήτηρ τῆς ζωῆς τῆς ἀληθοῦς, σήμερον τὰς πύλας οὐρανοῦ διέρχεται, καὶ πρὸς ζωὴν μεταβαίνει τὴν ἄληκτον μετὰ τιμῆς. ᾿Αγγέλων τάξεις μετὰ δέους παρίστανται, συνοδεύοντες τὴν τούτων οὖσαν τιμιωτέραν, καὶ πιστοὶ μετ’ εὐλαβείας λέγουσι· μὴ καταλίπῃς ἡμᾶς Δέσποινα κενούς, ἀλλὰ δὸς ἡμῖν τὸ πλήρωμα τῆς παρουσίας σου, μυστικῶς εὐφραίνουσα ἡμᾶς, καὶ παρέχουσα ἡμῖν, τῆς σῆς ἀντιλήψεως τὰς χάριτας.


Εἰς τὸν Στίχον. Ἦχος β´. Οἶκος τοῦ Εὐφραθᾶ.
ᾌσωμεν οἱ πιστοί, τῆς πίστεως τὸν στῦλον, τὸν ἀθλητὴν Κυρίου, τὸν θεῖον Θεοχάρην, τὸν μέγαν Νεομάρτυρα.

Στίχος· Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Χαίρει μητροπρεπῶς, Νεάπολις τῇ μνήμῃ, τοῦ Θεοχάρους ἄρτι, καὶ πᾶσα Μικρασία, τιμᾷ αὐτοῦ τὰ τρόπαια.

Στίχος· Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ἔφερες ἀνδρικῶς, Θεόχαρες τὰ ἄλγη, πολυειδῶν βασάνων, βοῶν ἐν παῤῥησίᾳ, Χριστὸν οὐκ ἀπαρνήσομαι.

Δόξα. (Τριαδικόν).
Ἕνα συμπροσκυνῶ, Θεὸν τρισὶ προσώποις, ἐξ οὗ τὸ εἶναι ἔχω, Πατέρα σὺν Υἱῷ τε, καὶ Πνεῦμα τὸ ῾Ομότιμον.

Καὶ νῦν. Θεοτοκίον. Τῆς ἑορτῆς.
Δέσποινα τοῦ παντός, Κυρία τῶν Ἀγγέλων, Θεογεννῆτορ Κόρη, παράστηθι τοῖς πίστει, τιμῶσι σου τὴν κοίμησιν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Ὡς ἀκλόνητος στῦλος, Νεομάρτυς Θεόχαρες, ἔφερες τὰ ἄλγη, τὴν πεῖναν, φυλακάς τε καὶ μάστιγας· ἐδέθης ἐπ’ ἀλόγου καὶ εἰς γῆν, ἐσύρθης δι’ ἀγάπην τοῦ Χριστοῦ, ἐλιθάσθης, ἐκρεμάσθης, τελειωθείς, εἰς λεύκην τὴν τοῦ αἵματος. Χαίροις Νεαπολίτα Ἀθλητά, χαίροις σφραγὶς τῆς πίστεως, χαίροις Θεσσαλονίκης θησαυρέ, φωστήρ Καππαδοκίας τε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἀπολυτίκιον. Ἦχος α´.
Ἐν τῇ γεννήσει, τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ κοιμήσει, τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.








ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ.

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν
Ὅτε ὁ δι' ἡμᾶς καθ' ἡμᾶς, ἐκ τῶν πανάγνων σου αἱμάτων γενόμενος, ἐκ κόσμου σε μεταστῆσαι, καὶ πρὸς αὐτὸν ὡς ἁγνήν, προσλαβέσθαι ξένως ἐπευδόκησεν, αὐτοῦ ἀπεσύναξε, τοὺς ἰδίους κηδεῦσαί σε, διὰ νεφέλης, ὀπαδοὺς τούτου νεύματι, παραστήσας σοι, εἰς τιμὴν τῆς ἐξόδου σου, οἵτινες θεασάμενοι, τῆς χάριτος ἔμπλεοι, γεγενημένοι Παρθένε, σὲ ἱερῶς προσεκύνησαν, πιστῶς ἐκβοῶντες· Χαῖρε κόσμῳ ἡ τεκοῦσα τὸ μέγα ἔλεος.

Πόθεν τὸ ἐπιγνῶναι ὑμᾶς, τὴν ἐκ τοῦ σώματός μου ἔξοδον, ἔφησεν, ἡ πάναγνος Θεοτόκος, τοῖς ἱεροῖς Μαθηταῖς, τὶ τὸ ξένον τοῦτο, τέκνα θέαμα; οἱ δὲ Ἄφνω ἔφησαν, ἐν νεφέλαις ἐπήρθημεν, καὶ καθὼς βλέπεις, τῇ σκηνή σου ἐπέστημεν, προσκυνῆσαί σε, ὥσπερ θρόνον πυρίμορφον, βλέψαι τε σοῦ τὴν ἔνδοξον, καὶ θείαν Μετάστασιν, καὶ ταῖς παλάμαις κηδεῦσαι, τὸ θεοδόχον σου σκήνωμα, σκηνὴ Παναγία, δι' ἧς εὔρατο ὁ κόσμος τὸ μέγα ἔλεος.

Κλίνην περιεστῶτες τὴν σήν, οἱ Μαθηταὶ τοῦ Λυτρωτοῦ, καὶ προπέμποντες, πρὸς τάφον φύσεως νόμῳ, σὲ Παναγία ἁγνή, ἐξοδίους ὕμνους προσεφώνουν σοι· Σεμνὴ χαῖρε, λέγοντες, τοῦ Θεοῦ τὸ παλάτιον, χαῖρε ἑτοίμη, τῶν ἀνθρώπων βοήθεια, χαῖρε ὄχημα, καθαρὸν τῆς Θεότητος. Ἄπιθι καὶ μετάβαινε, πρὸς ὄρη αἰώνια, σκήνωμα δόξης πρὸς θεῖα, νῦν κατασκήνου σκηνώματα, πιστοῖς αἰτουμένη, τὴν ἀνέκλειπτον εἰρήνην καὶ μέγα ἔλεος.

Καὶ γ’ τοῦ Ἁγίου. Ἦχος α´. Πανεύφημοι Μάρτυρες.
Συμφώνως αἰνέσωμεν πιστοί, Θεοχάρην σήμερον, τὸν εὐκλεῆ Νεομάρτυρα· αὐτοῦ δοξάζοντες, τοὺς μεγάλους ἄθλους, τὰ λαμπρὰ παλαίσματα, καὶ τὴν ὁμολογίαν τῆς πίστεως, καλῶς ἣν ἔδωκε, τοῖς ἀθέοις κατενώπιον, μεγαλύνας τοῦ Θεοῦ τὸ ὄνομα.

Νεάπολις χαίρει μητρικῶς, ἐπὶ σοὶ Θεόχαρες, ἡ Μικρασία τε ἅπασα· φαιδρῶς λαμπρύνεται, τῇ σεπτῇ σου μνήμῃ, Νεομάρτυς ἔνδοξε, καὶ αἶνόν σοι προσφέρει ἐπάξιον, καὶ γὰρ ἀνέτειλας, ἀπὸ ταύτης ὥσπερ ἥλιος, καταυγάζων, κόσμου τὰ πληρώματα.



Βασάνους ὑπέμεινας σκληράς, ἀθλητὰ Θεόχαρες, ἀνδρειοτάτῳ φρονήματι, Θεοῦ κτησάμενος, ὡς φρουρὸν καὶ τεῖχος, τὴν ἰσχὺν τὴν ἄθραυστον, διὸ τῶν πολεμίων συνέτριψας, τὸ θράσος ἅγιε, ἐπαξίως κομισάμενος, τὸ τῆς νίκης, εὐπρεπὲς διάδημα.

Δόξα. Ἦχος α´.
Τὸν Νεομάρτυρα Χριστοῦ, Θεοχάρην τὸν Νεαπολίτην, δεῦτε πιστοὶ συμφώνως μακαρίσωμεν, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς αὐτοῦ πανηγύρεως, βοῶντες καὶ λέγοντες· χαίροις τῆς ἐκκλησίας γενναῖε στρατιῶτα, καὶ τῆς ἀληθείας πρόμαχε ἀήττητε, ὁ βεβαιώσας τὴν ἰσχὺν τῆς καλῆς ὁμολογίας. Χαίροις ἀθλητὰ τροπαιοφόρε τῆς πίστεως, ὁ ἐν δόξῃ δοξάσας τὸν ἀθλοθέτην σου Θεόν, καὶ τοῦτον ὑπὲρ πάντων εὐμενίζων, ταῖς ἀπαύστοις ἱκεσίαις σου.

Καὶ νῦν. Ἦχος ὁ αὐτός (τῆς ἑορτῆς)
Ἡ τοῦ φωτὸς πύλη, καὶ τῆς ζωῆς Μήτηρ ἄφθορος, ἡ Θεοτόκος Μαριάμ, πρὸς ζωὴν μεταβαίνει τὴν αἰώνιον, ἔνθα τοῦ φωτὸς ἐστὶν ἡ πληρότης ἡ ὑπέρχρονος, καὶ πάσης εὐκληρίας ἡ λαμπρότης ἡ ὑπέρκαλλος. Δεῦτε ταύτην σήμερον πιστοί, ὕμνοις προπέμψωμεν πρεπωδεστάτοις, οὕτω βοῶντες ἀγαλλόμενοι· Ἀνάγαγε ἡμᾶς ἐκ τοῦ θανάτου τῆς φθορᾶς, καὶ ὁδήγησον ἡμᾶς εἰς τῆς ἀθανάτου φωτοχυσίας, τὰ οὐράνια σκηνώματα.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα.  (Κεφ. μγ´, 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; Ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; ᾿Αγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σώζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἁγιος Ἰσραήλ.





Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ´, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. ῎Εδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων, ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ε´, 15-23, στ´, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ ῾Υψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τήν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργήν, εἰς ῥομφαίαν· συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ, πλήρεις ῥιφήσονται χάλαζαι· ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.









Λιτή. Ἦχος α´.
Ἐν εὐφροσύνῃ καὶ χαρᾷ πνευματικῇ, δεῦτε πιστοὶ πανηγυρίσωμεν, τὴν θείαν μνήμην τοῦ ἐνδόξου Νεομάρτυρος, Θεοχάρους τοῦ Νεαπολίτου. Καὶ τὴν τούτου θαυμάσωμεν ὑπομονήν, πῶς οὐκ ἐδειλίασεν ταῖς ἀπειλαῖς τῶν τυράννων, οὐδὲ ποσῶς ἐκάμφθη ταῖς τιμωρίαις τῶν βασάνων. Ἀλλ’ ἔδειξεν ἐν ἄθλοις ἱεροῖς, πόσα ἰσχύει τοῦ Θεοῦ ἡμῶν, ἡ παντοδύναμος ἰσχύς, καὶ ἡ συμμαχία ἡ ἀνίκητος.

Ἦχος β´.
Τὸν στῦλον τῆς πίστεως τὸν ἀκλόνητον, καὶ τῆς ἐκκλησίας ἀδιάσειστον ἔρεισμα, Θεοχάρην τὸν θεῖον Νεομάρτυρα, δεῦτε πάντες ὕμνοις καὶ ᾠδαῖς ἐγκωμιάσωμεν. Οὗτος γὰρ Χριστῷ ἠκολούθησε προθύμως, καὶ τὰς ἁγίας ἐντολὰς ἐτήρησεν, ἄχρις αἵματος καθυπογράψας, τὴν πίστιν τὴν ἀμώμητον. Διὸ καὶ εὕρατο ἐν οὐρανοῖς, τὴν κληρονομίαν τὴν αἰώνιον, ἐν ταῖς σκηναῖς κατοικῶν τῆς ὑπὲρ νοῦν ὡραιότητος.

Ἦχος γ ΄.
Θεοχάρης ὁ τῆς θείας χάριτος, ἐπώνυμος χριστομάρτυς, καὶ τοῦ Δεσπότου τῶν ὅλων δοῦλος γνησιώτατος, τὸ μέγα τάλαντον τῆς πίστεως, φιλοτίμως ὑπερηύξησε τοῖς πόνοις τῆς ἀθλήσεως. Καὶ παρέδωκεν ἡμῖν ἑαυτόν, τύπον καὶ ὑπογραμμὸν θεαρέστου πολιτείας, ὅτι τῷ Θεῷ ἐδούλευσεν εἰλικρινῶς, καὶ ἔλαβε τοὺς ἐπαίνους παρ’ αὐτοῦ, καὶ τὸν μισθὸν τῆς ἀγαθοδότου ἀπολαύσεως.

Ἦχος δ´.
Ἀγάλλεται μητροπρεπῶς ἡ Νεάπολις, τῆς ἐνδόξου Μικρασίας, καὶ ἡ ἁγιοτόκος Ἐκκλησία τοῦ Χριστοῦ εὐφραίνεται, πανευπρεπῶς στολιζομένη, τῇ θείᾳ σου ἑορτῇ Νεομάρτυς Θεόχαρες. Καὶ γὰρ ἐκ Νεαπόλεως ἐξήνθησας, ὡς ῥόδον πανεύοσμον, ἐν δουλείας τοῖς καιροῖς, καὶ τὴν πικρότητα ἐξήρανας, τῆς ἀθέου ἀπιστίας. Τὸν γλυκασμὸν δὲ τῆς τερπνῆς καὶ θείας ὡραιότητος, παρέχεις πᾶσι δαψιλῶς, τοῖς τιμῶσί σου τοὺς ἄθλους, καὶ τὰς ἀριστείας τῶν μεγάλων, καὶ πολλῶν κατορθωμάτων σου.

Ἦχος πλ. α´.
Τὰς βασάνους ἔσχεν ὡς τρυφήν, τὰ ἄλγη καὶ τοὺς μώλωπας, ὡς ἀπόλαυσιν χαρᾶς διηνεκοῦς, τὴν πεῖναν καὶ τὴν δίψαν, ὡς πλοῦτον ἀγαθῶν λυσιτελῶν, καὶ τὰ δεσμὰ τῆς φυλακῆς, ὡς ἄνεσιν ἐλευθερίας ψυχικῆς, ὁ Νεομάρτυς τοῦ Χριστοῦ, Θεοχάρης ὁ Νεαπολίτης. Διὸ καὶ ἐβεβαιώθη ἐν αὐτῷ, ὁ λόγος τοῦ ψαλμῳδοῦ ὁ λέγων, διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Αὐτῆς τύχοιμεν καλῶς, οἱ τιμῶντες τούτου τὰ ἀθλητικὰ παλαίσματα.
Ἦχος πλ. β´.
Πρὸς Κύριον τὸν Θεὸν καὶ ἀθλοθέτην σου, ἦρας τοὺς ὀφθαλμούς σου Νεομάρτυς Θεόχαρες, ἐν τῷ καιρῷ τῶν τιμίων ἀγώνων σου, καὶ ἔλαβες παρ’ αὐτοῦ πλουσίαν, τὴν συμμαχίαν καὶ ἀντίληψιν. Διὸ καὶ τῶν ἀθέων ἀγαρηνῶν, ἐτροπώσω τὰς πανουργίας καὶ τὰ ἔνεδρα, καὶ νικηφόρος ἀνεδείχθης πανοπλίτης. ῾Η τοῦ Θεοῦ καὶ γὰρ ἰσχύς, ἀνίκητος ἐστὶ καὶ παντοδύναμος, ὡς βεβαιοῦσιν ἄθλοις παμμεγίστοις, πάντες οἱ ἀπ’ αἰῶνος καὶ εἰς τὸν αἰῶνα, δοξολογοῦντες αὐτὸν ἅγιοι.

Δόξα. Ἦχος πλ. δ´.
Τὸν τῆς ὑπομονῆς καὶ τῆς καρτερίας θεῖον ἀδάμαντα, Θεοχάρην τὸν Νεομάρτυρα, δεῦτε κατὰ χρέος μεγαλύνωμεν. ῾Ως γὰρ χρυσὸς ἐδοκιμάσθη, ἐν τῇ καμίνῳ τῆς ἀθλήσεως, καὶ τῇ κτίσει πάσῃ ἐξαισίως ὑπερέλαμψεν. Τούτου θαυμάζοντες τὸν ζῆλον τῆς πίστεως, μιμησώμεθα τὰς θείας ἀρετάς, ἃς φιλοπόνως ἐκτήσατο, ἵνα γνῶμεν τίς ἐστίν, ἡ ἀνταπόδοσις τῶν ἐργαζομένων ἐπιμελῶς, τὰς τοῦ νόμου ἐντολάς, καὶ τῆς χάριτος τὸ πλήρωμα.

Καὶ νῦν. ῏Ηχος πλ. δ´. Τῆς ἑορτῆς.
Ἡ μεγάλη καὶ φωτοπρεπής σου ἑορτή, Θεοτόκε Παναγία Δέσποινα, πολλῆς ἡμῖν ἐστὶ χαρᾶς καὶ εὐλογίας μετάδοσις. Τῇ γὰρ κοιμήσει σου τῇ ζωηφόρῳ, ἐκ τῶν προσκαίρων καὶ λυπηρῶν τῆς γῆς, εἰς οὐρανοῦ μετέβης τὰ σκηνώματα, ἔνθα ἐστί ἡ ἀμετάθετος χαρὰ καὶ ἡ ἀληθινὴ τῆς εὐφροσύνης ἀπόλαυσις, ἥν ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, παρέχει τοῖς τιμῶσι σε.

Εἰς τὸν Στίχον. ῏Ηχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χ αίροις τῆς ᾿Εκκλησίας Χριστοῦ, ὁ στρατιώτης ὁ στεῤῥὸς καὶ ἀήττητος, ἀνδρείας τῆς ψυχικῆς τε, ἡ θειοτάτη εἰκών, τῆς δικαιοσύνης, ὑποτύπωσις· ζυγὸν τοῦ Χριστοῦ γάρ, ἐπὶ τῶν ὤμων ἀνέλαβες, ὁμολογήσας, τοῖς ἀθέοις ἐνώπιον, τοῦ Κυρίου σου, τὸ πανάγιον ὄνομα. Μάρτυς ἀκαταμάχητε, Θεόχαρες ἔνδοξε, τῶν θεοσδότων χαρίτων, τὸ ὑπερπλῆρες θησαύρισμα, ἡμῖν ταῖς εὐχαῖς σου, ἐν χρηστότητι παράσχου, τὸ θεῖον ἔλεος.

Στίχος· Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ῾Αγίοις αὐτοῦ.
Αἶνον μητροπρεπῶς προσφωνεῖ, τῇ ἑορτίῳ σου τιμῇ ἡ Νεάπολις, Θεόχαρες Νεομάρτυς, Καππαδοκία ὁμοῦ, καὶ ἡ Μικρασία, συγχορεύουσι· χοροὺς ἀθλοφόρων, τοὺς ἱεροὺς γὰρ ἐκόσμησας, καὶ παρατάξεις, τῶν ἀθέων κατῄσχυνας, τῇ ἀπτώτῳ σου, καρτερίᾳ πολύαθλε. Δέξαι ἡμῶν τε σήμερον, τῆς δόξης τὸν ἔπαινον, καὶ ἐγκωμίων ἐνθέων, τὰ νικητήρια ᾄσματα, πλουσίως παρέχων, ἐν ἐλέει ἀμετρήτῳ, τὴν σὴν ἀντίληψιν.
Στίχος· Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Πόνους πολυειδεῖς τῇ σαρκί, διὰ τὴν πίστιν τὴν ἁγίαν ὑπέμεινας, Θεόχαρες Νεομάρτυς, τῆς φυλακῆς τὰ δεσμά, πείνης μακροτάτης, τὰς κακώσεις τε· δεθεὶς ἐπ’ ἀλόγου, ἐπὶ τῆς γῆς τε συρόμενος, ὥσπερ ἀδάμας, ἀκατάσειστος ἔμεινας, μὴ πτοούμενος, τὰ τῶν λίθων προσκόμματα. Εἶτα ἐπικρεμάμενος, εἰς λεύκην ἐξέχεας, τὸ σὸν πανίερον αἷμα, ἐξ οὗ ὡς ῥεῖθρα ἀκένωτα, θαυμάτων ἀπείρων, ἡ ἐνέργεια πηγάζει, τοῖς σὲ δοξάζουσιν.

Δόξα. ῏Ηχος πλ. α´.
Τὰς πολλὰς καὶ θαυμαστάς σου ἀριστείας, καὶ τὰ τρόπαια τῶν ἱερῶν ἀγώνων σου, ἐν θαυμασμῷ ἐγκωμιάζω, Νεομάρτυς τοῦ Χριστοῦ Θεόχαρες. Σὺ γὰρ ἐκ Νεαπόλεως τῆς Μικρασίας, ὡς ἀστὴρ ἀνέτειλας φωτοπρεπής, καταυγάζων ταῖς ἀκτίσι σου, τῆς οἰκουμένης τὰ πληρώματα. Χαίρει ἐπὶ σοί, ἡ ἁγιόλεκτος Καππαδοκία μητρικῶς, καὶ καυχᾶται ἐξαιρέτως, ἡ τῆς Θεσσαλονίκης πόλις· ἔχει γὰρ ὡς θησαυρόν, τὰ χαριτόβρυτά σου λείψανα, προχέοντα ἰάσεις παντοδαπάς, τοῖς προσκυνοῦσι ταῦτα μετὰ πίστεως.

Καὶ νῦν. ῏Ηχος πλ. α´. Τῆς ἑορτῆς.
Τῆς οὐρανίου δόξης ἡ σκηνή, εἰς τὰ οὐράνια σκηνώματα, μετὰ δόξης καὶ τιμῆς πρεπούσης μεταβέβηκε· Καὶ ἡ κιβωτὸς τοῦ θεϊκοῦ ἁγιάσματος, ἁγιοπρεπῶς εἰς τὴν αἰώνιον βασιλείαν, τοῦ Υἱοῦ αὐτῆς κατέπαυσεν. Ζωαρχικῆς οὖν χάριτος ἡμῖν τὰς δωρεὰς παρέχει, τοῖς βοῶσι πρὸς αὐτήν, δόξα τῇ κοιμήσει σου Παναγία Μητροπάρθενε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Ὡς ἀκλόνητος στῦλος, Νεομάρτυς Θεόχαρες, ἔφερες τὰ ἄλγη, τὴν πεῖναν, φυλακάς τε καὶ μάστιγας· ἐδέθης ἐπ’ ἀλόγου καὶ εἰς γῆν, ἐσύρθης δι’ ἀγάπην τοῦ Χριστοῦ, ἐλιθάσθης, ἐκρεμάσθης, τελειωθείς, εἰς λεύκην τὴν τοῦ αἵματος. Χαίροις Νεαπολίτα Ἀθλητά, χαίροις σφραγὶς τῆς πίστεως, χαίροις Θεσσαλονίκης θησαυρέ, φωστήρ Καππαδοκίας τε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἀπολυτίκιον. Ἦχος α´.
Ἐν τῇ γεννήσει, τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ κοιμήσει, τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.


ΕΝ Τῼ ΟΡΘΡῼ.

Μετὰ τὴν α´ στιχολογίαν. Κάθισμα. ῏Ηχος α´. Τὸν τάφον σου Σωτήρ.
Συμφώνως οἱ πιστοί, ἐπαινέσωμεν ὕμνοις, τὸν νέον ἀθλητήν, τοῦ Χριστοῦ Θεοχάρην, ἐν χρόνοις τῆς δουλείας γάρ, ὡς ἀστὴρ ἐξανέτειλεν· καὶ ἐλάμπρυνε, τοῦ μαρτυρίου τῷ κάλλει· τὴν Νεάπολιν, ἐν ᾗ ἀξίως τὸ στέφος, τῆς νίκης ἐδέξατο.
Δόξα.
Ἀγάλλονται φαιδρῶς, τῶν ᾿Αγγέλων αἱ τάξεις, καὶ χαίρουσιν ὁμοῦ, τῶν Μαρτύρων οἱ δῆμοι, τῇ μνήμῃ σου Θεόχαρες, στρατιῶτα τῆς πίστεως· σὺ γὰρ ἤθλησας, διὰ Χριστὸν στεῤῥοψύχως· καὶ ἐνίκησας, ἀγαρηνῶν ἀντιθέων, τὸ μάταιον φρύαγμα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Τὴν Κοίμησιν τὴν σήν, Θεοτόκε Παρθένε, ἐν ὕμνοις καὶ ᾠδαῖς, οἱ πιστοὶ ὑπαντῶμεν, ἐνθέως ἀγαλλόμενοι, καὶ γαλήνης πληρούμενοι· σὲ γὰρ ἔγνωμεν, ζωῆς τὸ μέγα ταμεῖον· ὡς χωρήσασα, τὸν ζωοδότην ἀφράστως, ἐν μήτρᾳ σου ἄχραντε.

Μετὰ τὴν β´ Στιχολογίαν. Κάθισμα. ῏Ηχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Θεοχάρην συμφώνως ἀνευφημήσωμεν, Νεομαρτύρων τὴν δόξαν τῶν ἀθλητῶν τε τιμήν, στρατιώτην τοῦ Χριστοῦ τὸν καρτερόψυχον· χαίροις βοῶντες πρὸς αὐτόν, ἡ τῆς πίστεως ἰσχύς, καὶ πύκτα τῆς ἀληθείας, ἣν καρδίας συγκαταθέσει, καθωμολόγησας γενναίᾳ φωνῇ.
Δόξα.
῾Η Νεάπολις χαίρει ἐν σοὶ Θεόχαρες, ἡ Μικρασία τε πᾶσα ἐπισκιρτᾷ μητρικῶς, ἑορτάζουσα φαιδρῶς τὴν θείαν μνήμην σου· ἔνθα ἐνήθλησας στεῤῥῶς, ἐλιθάσθης ἀπηνῶς, εἰς λεύκην τε ἐκρεμάσθης, μετὰ δόξης τε προσετέθης, Νεομαρτύρων τοῖς τιμίοις χοροῖς.
Καὶ νῦν. Τῆς ἑορτῆς. ῞Ομοιον.
Μεταστᾶσα Παρθένε εἰς τὰ βασίλεια, τοῦ παραδείσου παρέστης μετὰ τιμῆς μητρικῆς, τῷ Υἱῷ σου καὶ Θεῷ καθικετεύουσα· ἐν εὐπροσδέκτοις ἱλασμοῖς, τῷ λαῷ σου τὴν αὐτοῦ, χρηστότητα ἐπιδεῖξαι, καὶ σωθῆναι τοὺς εὐλογοῦντας, τὴν παναοίδιμόν σου κοίμησιν.









Μετὰ τὸν Πολυέλεον. Κάθισμα. ῏Ηχος δ´. Κατεπλάγη ᾿Ιωσήφ.
Οὐ πτοοῦμαι ἀπειλάς, τῶν ἀπηνῶν ἀγαρηνῶν, οὐ βασάνους δειλιῶ, οὐδὲ σαρκὸς τὰ ἀλγεινά, ἀπὸ Κυρίου χωρίσουσι τοῦ Θεοῦ μου. ῎Εχω γὰρ αὐτὸν δυναμοῦντά με, ὅθεν καρτερῶ τὰ ἐπίπονα· καὶ προσδοκῶ ζωῆς κληρονομίαν, ὁ Θεοχάρης ἐκραύγαζεν, σταδίου μέσῳ, τῶν παρανόμων, τὸν Χριστὸν μεγαλύνας.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Τῷ φωτὶ τῷ νοητῷ, μυσταγωγούμενοι πιστοί, μεγαλύνωμεν ᾠδαῖς, τῆς Θεοτόκου Μαριάμ, τὴν παναοίδιμον κοίμησιν ἐκβοῶντες· Χαίροις τοῦ φωτὸς Μήτηρ ἄφθορε, πύλη τῆς ζωῆς ἀδιόδευτε· τὰς τῆς ζωῆς εἰσόδους Παναγία, τῇ ἐκδημίᾳ σου ἤνοιξας· ἡμῖν εὐθέτως ὁδοποιοῦσα, σωτηρίας τὴν τρίβον.

Εἶτα τὸ Α´ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ´ Ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στίχος· Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον τοῦ ῎Ορθρου (Μαρτυρικόν)
Ὁ Ν´ Ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου …
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου …
Ἰδιόμελον. ῏Ηχος α´. Στίχ. Ἐλέησόν με ὁ Θεὸς …
Ἀθλοφορικὴ πανήγυρις ἡμᾶς συνήγαγεν, ὑμνῆσαι ᾄσμασιν ἐνθέοις, τὰ τρόπαια τοῦ γενναίου Νεομάρτυρος, Θεοχάρους τοῦ Νεαπολίτου. Οὗτος γὰρ Χριστοῦ τοῦ Θεοῦ, τὸ μέγα ὄνομα ὁμολογήσας, ὡς ἀδάμας ὑπέμεινε τὰς βασάνους τὰς πικράς, τῇ τοῦ Σταυροῦ δυνάμει κραταιούμενος. Διὸ καὶ νικητὴς ἐξῆλθε, τῆς χαρᾶς τῆς ἀληθινῆς λαβὼν τὴν ἀπόλαυσιν, καὶ τοῦ ἀλήκτου φωτὸς τῆς ᾿Αναστάσεως, εἰς τοὺς αἰῶνας μετὰ πάντων τῶν ἁγίων κοινωνὸς παρίσταται.

Ὁ Κανὼν τοῦ Νεομάρτυρος. Οὗ ἡ ἀκροστιχίς: Θεοχάρην τὸν Νεαπολίτην ᾄδω. ᾿Ισιδώρας
ᾨδὴ α´. Ἦχος α’. Ἀνοίξω τὸ στόμα μου.
Θαυμάζω γηθόμενος, τὰ ἱερά σου παλαίσματα, καὶ ᾄδω τοὺς ἄθλους σου, καὶ τὴν ἐν πίστει σπουδήν· ἣν ἐτήρησας, ἀκμαίαν ἄχρι τέλους, ἀθλήσας στεῤῥότατα, Μάρτυς Θεόχαρες.
όρτιον αἴνεσιν, ἐν πανηγύρει λαμπρότητος, Θεόχαρες ᾄδει σοι, ἡ ἐκκλησία Χριστοῦ· ἐξαιρέτως τε, Νεάπολις καυχᾶται, ὡς μήτηρ σοι πλέκουσα, τὰ βραβευτήρια.
πλίτα ἀήττητε, τῆς τοῦ Χριστοῦ παρατάξεως, Θεόχαρες ἔνδοξε, ἐν τοῖς ἐσχάτοις καιροῖς· ἐκαρτέρησας, ἀθλήσεως τοὺς πόνους, τῷ σθένει τῆς πίστεως, ἐνδυναμούμενος.
Θεοτοκίον.
Χαρίτων θησαύρισμα, καὶ ἀγαθῶν τὸ κεφάλαιον, σὺ εἶ ἀληθέστατα, Θεοκυῆτορ ῾Αγνή· ὅθεν ᾄδομεν, τὸ χαῖρε σοι συμφώνως, χαρᾶς γὰρ τὸ πλήρωμα, δίδως πληρέστατα.

ᾨδὴ γ’. Τοὺς σοὺς ὑμνολόγους..
νδρείᾳ σου γνώμῃ ἀπτοήτως, τὰ ἄλγη ὑπέμεινας σαρκός, Θεόχαρες πανεύφημε, Νεαπολίτα ἔνδοξε· καὶ ὡς ἀδάμας ἔμεινας, ἐν ταῖς βασάνοις ἀλύγιστος.
ωννύμενος σθένει ἀοράτῳ, τοῦ θείου Θεόχαρες Σταυροῦ, ἐνίκησας τὰς φάλαγγας, ἀγαρηνῶν καὶ ἔθραυσας· τὰ τῶν δαιμόνων ἔνεδρα, Θεὸν δοξάσας τοῖς ἄθλοις σου.
λίου λαμπρότερον ἐπέστη, ἡ μνήμη Θεόχαρες ἡ σή, τὸ σκότος ἐκδιώκουσα, τῆς ζοφερᾶς κακώσεως· καὶ τὴν χαρὰν παρέχουσα, τῆς ἱερᾶς σου ἀθλήσεως.
Θεοτοκίον.
Ναὸς καὶ παλάτιον τῆς δόξης, νυμφών τε ἐδείχθης τοῦ φωτός, Παρθενομῆτορ ῎Αχραντε, ὑπερφυῶς βαστάσασα· ἐν καθαρᾷ νηδύϊ σου, τὸν βασιλέα τοῦ σύμπαντος.

Κάθισμα. ῏Ηχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς ἀνδρείας τὸν δόκιμον ἀθλητήν, καρτερίας τὸν πύκτην τὸν εὐσθενῆ, συμφώνως εὐφημήσωμεν, Θεοχάρην τὸν ἔνδοξον· τῆς ᾿Εκκλησίας στῦλον, στεῤῥὸν καὶ ἀσάλευτον· τὸν ἀκλινῶς βαδίσαντα, τὸν δρόμον τῆς πίστεως. Πόνους δριμυτάτους, τῇ σαρκὶ ὑπομείνας, τὴν πεῖναν τὴν δίψαν τε, τὰ δεσμὰ φυλακίσεως, καὶ τὰ βάρη τῶν θλίψεων. ῞Ολην τὴν ἐλπίδα Θεῷ, καὶ ἀνεμπόδιστον ἔχων τὴν ἔφεσιν· διὸ ἔλαβε στέφος, τῆς ζωῆς τὸ ἀκήρατον.
Δόξα. ῞Ομοιον.
Ἡ Νεάπολις χαίρει μητροπρεπῶς, Μικρασία τε πᾶσα ἐπισκιρτᾷ, τῇ θείᾳ πανηγύρει σου, Νεομάρτυς Θεόχαρες· Θεσσαλονίκη ἅμα, καυχᾶται τῷ πνεύματι· ὡς θησαυρόν κατέχουσα, τὰ θεῖα σου λείψανα. ῎Ενθεν ἀναβλύζει, τῶν θαυμάτων ἡ χάρις, καὶ πάντες λαμβάνουσι, τὰς ἰάσεις ἑκάστοτε, οἱ ἐν πίστει τιμῶντες σε. Πρέσβευε Θεῷ ἐκτενῶς, τὴν ἀκεσώδυνον ῥῶσιν δωρήσασθαι, τοῖς γεραίρουσι πόθῳ, τὰ γενναῖά σου τρόπαια.
Καὶ νῦν. Τῆς ῾Εορτῆς.
Τῇ ἁγίᾳ Κοιμήσει σου Μαριάμ, μετὰ δέους ἑστῶτες οἱ γηγενεῖς, τὰ χείλη εἰς ἐπάξιον, ἑτοιμάζομεν αἴνεσιν· καὶ ἐκ καρδίας πόθου, σοὶ πλέκομεν ἔπαινον· τὰ θαυμαστὰ μυστήρια, σῆς δόξης δοξάζοντες· χαίροις ἐξαιρέτως, σοὶ Παρθένε βοῶντες, τοῦ Λόγου Κειμήλιον, οἰκουμένης τὸ στήριγμα τῶν πιστῶν τε ἀντίληψις. Στήριξον ἡμᾶς ἐν ὁδῷ, σὴν ἀπροσμάχητον ῥώμην παρέχουσα· καὶ ὁδήγησον πάντας, εἰς τὴν θείαν εὐθύτητα.
ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Τὴν σπουδήν σου ἐν τῇ πίστει, Νεομάρτυς Θεόχαρες, τῶν ᾿Αγγέλων τάξεις, θείῳ θαυμασμῷ κατεπλάγησαν, πῶς τῆς σαρκός σου παρεῖδες, τὴν εὐπάθειαν, καὶ ἐζήλωσας, τούτων τὸ θεῖον πολίτευμα.
λοτρόπῳ διανοίᾳ, καὶ ἐξ ὅλης καρδίας σου, τὸν Θεὸν τῶν ὅλων, ἔστερξας θεόφρον Θεόχαρες, καὶ τὰ τερπνὰ τὰ τοῦ βίου, παρωσάμενος, ἐπιδέδοσαι, μαρτυρικοῖς ἀγωνίσμασιν.
Νικητὴς τροπαιοφόρος, ἀνεδείχθης Θεόχαρες, ἐν σταδίῳ χαίρων, ἦλθες καὶ νομίμως γὰρ ἤθλησας, καὶ τοῦ Κυρίου τὸ κράτος, ὡμολόγησας, καὶ ἐδόξασας, τούτου τὸ ἅγιον ῎Ονομα.
Θεοτοκίον.
Νεκρωθέντας παραβάσει, καὶ φθορᾷ ὑποκύψαντας, τοὺς ἀνθρώπους πάλιν, Κόρη Μαριὰμ ἀνεζώωσας, ὡς τὸν Θεὸν ἀπειράνδρως, ἀποτέξασα, τὸν δωρούμενον, πᾶσι ζωὴν τὴν αἰώνιον.

ᾨδὴ ε’.  Ἐξέστη τὰ σύμπαντα.
όρτιον αἴνεσιν, προσᾴδει ἡ Νεάπολις· ταύτης τὸν υἱὸν ὑμνολογοῦσα, τὸν Θεοχάρην τὸν εὐκλεῆ ἀθλητήν, Μαρτύρων τὴν θείαν ἀπαρχήν, κλῆμα τὸ κατάκαρπον, τῆς Χριστοῦ τελειώσεως.
δάμαντος ἔσχηκας, στεῤῥότερον τὸ φρόνημα· πλέον τοῦ χαλκοῦ τε στομωτέραν, τὴν καρτερίαν τῆς εὐγενοῦς σου ψυχῆς, Θεόχαρες θεῖε Ἀθλητά, στῦλε ἀπερίτρεπτε, τῆς Χριστοῦ ἀγαπήσεως.
Πυργώματα ἔθραυσας, τῆς πλάνης τὰ ἀνίσχυρα· ἔχων τοῦ Σταυροῦ τὴν συμμαχίαν, καὶ πυγμαχήσας κατ’ ἐναντίων ἐχθρῶν, ἠρίστευσας νίκης τε λαμπρᾶς, ἔστησας τὰ τρόπαια, στεφανίτα Θεόχαρες.
Θεοτοκίον.
Οὐράνιοι ῎Αγγελοι, ἐξέστησαν τῷ τόκῳ σου· Κόρη ἀπειρόγαμε Μαρία, σὺ γὰρ ἐν μήτρᾳ τὸν ποιητὴν τοῦ παντός, ἐκύησας ἄνευθεν σπορᾶς, ὅλην τὴν ἁγνείαν σου, ἀσινῆ τε ἐφύλαξας.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Λαμπὰς ὡς θεία καὶ ἄσβεστος, Θεόχαρες φαιδρύνεις τὰ πέρατα, τοῖς θείοις ἄθλοις σου, καὶ ἱλαρύνεις ἐν χάριτι, τὰς ψυχικὰς αἰσθήσεις τῶν εὐφημούντων σε.
δοὺ βοᾷ ἡ Νεάπολις, υἱόν μου τῷ Κυρίῳ προσήγαγον, ὡς ὁλοκάρπωμα, μαρτυρικῆς τελειώσεως, τὸν Θεοχάρην ἄρτι τὸν περιώνυμον.
Τηρῶν ἐτήρεις Θεόχαρες, τὸν λόγον τοῦ Κυρίου τὸν λέγοντα, ὅστις δουλεύσει μοι, ἐν ἀγαθότητι λήψεται, τῆς αἰωνίου δόξης μισθὸν ἀντάξιον.
Θεοτοκίον.
σὴ γαστὴρ ἀναδέδεικται, Παρθένε Παναγία Πανάχραντε, Θεοῦ παλάτιον, καὶ κιβωτὸς ἁγιάσματος, τῶν οὐρανίων θρόνων ὑψηλοτέρα τε.
Κοντάκιον. ῏Ηχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
Νεομαρτύρων τοῦ Χριστοῦ τὸ σεμνολόγημα, Νεαπολίτην ἀθλητὴν ἀνευφημήσωμεν, μακαρίζοντες τὰς τούτου ἀνδραγαθίας, καὶ τὰ τρόπαια τῆς νίκης ἃ κατώρθωσεν, ἐναθλήσας ἐν σταδίῳ καρτερώτατα, οὕτω λέγοντες· Χαίροις Μάρτυς Θεόχαρες.
Ὁ οἶκος.
Ἄκαμπτος τῇ ἀθλήσει, συνετὸς τῇ φρονήσει, γενναῖος τε τῇ πίστει ἐδείχθης, Θεόχαρες Χριστοῦ στρατιῶτα. ᾿Εν τῷ σταδίῳ οὖν ἀγωνισάμενος, ἐνίκησας ἐχθροῦ τὰ πανουργεύματα, διὸ καὶ παρ’ ἡμῶν ἀκούεις νῦν νικοποιοὺς ᾠδάς, βοώντων σοι ἀκαταπαύστως οὕτως·
Χαίροις ὁ δόκιμος ἐν παιδείᾳ·
χαίροις ὁ ἄλκιμος ἐν ἀνδρείᾳ.
Χαίροις ὁ τῆς εὐσεβείας ἀκριβέστατος κανών·
χαίροις ἡ τῆς ἀληθείας θεοτύπωτος εἰκών.
Χαίροις ὁ ὁμολογήσας τοῦ Θεοῦ τὴν βασιλείαν·
χαίροις ὁ καθυπομείνας τῶν βασάνων τὴν πικρίαν.
Χαίροις πείνης ὁ βαστάσας καὶ τῆς δίψης τὰ δεινά·
χαίροις ὁ ἐγκαρτερήσας φυλακίσεως δεσμά.
Χαίροις τῆς ἐχθρῶν μανίας γενναιόφρων καθαιρέτης·
χαίροις ὁ τῆς ἐκκλησίας τροπαιοῦχος στρατιώτης.
Χαίροις τῆς Θεσσαλονίκης Μικρασίας τε σφραγίς·
χαίροις ὦ Νεαπολίτα τῶν Μαρτύρων ἡ ἰσχύς.
Χαίροις Μάρτυς Θεόχαρες.

Συναξάριον
Τῇ Κ΄ τοῦ αὐτοῦ μηνός,  Μνήμη τοῦ ἁγίου Νεομάρτυρος Θεοχάρους τοῦ Νεαπολίτου, τοῦ λίθοις καὶ ἀγχόνῃ τελειωθέντος ἐν ἔτει 1740.
῎Ησχυνας ἀγαρηνῶν τὰ θράση σῇ ἐνστάσει,
Νεομάρτυς τοῦ Χριστοῦ Θεόχαρες γενναῖε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Προφήτου Σαμουήλ.
Μύσας τελευτῇ καὶ Σαμουὴλ ὁ βλέπων,
τὸ ζῶν ἀεὶ φῶς καὶ τελευτήσας βλέπει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων τριάκοντα ἑπτὰ μαρτύρων, τῶν ἐν Βιζύῃ τῆς Θράκης μαρτυρησάντων.
Τρεῖς ἐνδέουσι πρὸς τὸ τοὺς κεκαυμένους.
Χάριν Τριὰς σοῦ, τετράκις τελεῖν δέκα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Σεβήρου καὶ Μέμνονος Κεντυρίωνος.
Ξίφει παθῶν Σεβῆρος εὗρεν ἀξίως,
Ἐπαθλα λαμπρὰ τοῦ διὰ ξίφους πάθους.
Ἐχει τὸ πῦρ σε πρὸς βραχὺν Μέμνον χρόνον,
Μένει δὲ σε στέφανος ἐς ἀεὶ μένων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας μάρτυρος Φωτεινῆς, ἔξω τῆς πόρτης τῶν Βλαχερνῶν.
Ἤδη βλέπεις φῶς ἄδυτον τοῦ Κυρίου,
θανοῦσα, Μάρτυς, ἀγάπης Αὐτοῦ χάριν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου μάρτυρος Λουκίου τοῦ Βουλευτοῦ.
Βουλὰς ὅλας παρῆλθες τὰς Ἀχιτόφελ,
Βουλῇ μιᾷ Λούκιος ἀθλήσας ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων μαρτύρων Ἡλιοδώρου καὶ Δοσαῖ (ἢ Δοσᾶ ἢ Σοδᾶ).
Ἡλιόδωρος καὶ Δοσᾶς, οἱ γεννάδαι,
ἤθλησαν ἄμφω ἀνδρικῶς, Χριστοῦ χάριν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων· Ῥηγίνου καὶ Ὀρέστου, τῶν ἐν Κύπρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱεροθέου, πρώτου ἐπισκόπου Οὐγγαρίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Στεφάνου Α΄, βασιλέως Οὐγγαρίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ὄσγουιν (Oswin) τοῦ βασιλέως καὶ Μάρτυρος, ἐν τῇ Ἀγγλίᾳ.
Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Νηπιόφρονα, ἀπάτην ἀπεμώρανας, Μάρτυς Θεόχαρες· τοῦ παλαιοῦ πτερνιστοῦ, τῷ σθένει τῆς πίστεως, ἀγωνισάμενος· καὶ ἐδόξασας, τοῖς ὑπερθέοις ἄθλοις σου, τὸν Θεὸν τὸν ἐν Τριάδι.
δαμάντινον, τὸ φρόνημα Θεόχαρες, τὸ τῆς καρδίας σου· ἡ ψυχική σου πυγμή, ὡσαύτως ἀκλόνητος, καὶ ἀκατάσειστος· ὅθεν ἔθραυσας, ἀγαρηνῶν τὸ φρύαγμα, καὶ ὀφρὺν τὴν ἐπηρμένην.
Δῶρον ἔφερες, Κυρίῳ ἀγαλλόμενος, τὴν καρτερίαν σου· ἐν τοῖς δεσμοῖς φυλακῆς, τὰ ἄλγη τοῦ σώματος, θλίψεις βασάνων τε· καὶ ἐκραύγαζες, οὐδεὶς χωρίσαι δύναται, τῆς ἀγάπης τοῦ Χριστοῦ μου.
Θεοτοκίον.
ς ὑπέρκαλλον, τὸ κάλλος τοῦ προσώπου σου, Θεοχαρίτωτε· ὡς ἡ τιμή σου πολλή, ἡ δόξα ὡσαύτως σου, ὡς ὑπερένδοξος· ὑπερβαίνουσα, τὰ τῶν ᾿Αγγέλων τάγματα, ἀσυγκρίτως Θεοτόκε.
ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
δε ἡ Νεάπολις κραυγάζει, υἱόν μου τὸν περιώνυμον προσφέρω σοι, Κύριε ὡς δώρημα· θείας ἀγαπήσεως, τὸν Θεοχάρην σήμερον, τὸν Νεομάρτυρα· ἀντίδος μοι ἐλέους τὴν χάριν, τούτου ταῖς ἀπαύστοις, καὶ θείαις ἱκεσίαις.
Σθένος τοῦ Σταυροῦ ἐνδεδυμένος, πρὸς πάλην τῶν ἀντιθέων προσεχώρησας, ἔνδοξε Θεόχαρες· πίστεως ὑπέρμαχε, καὶ τὸν Θεὸν ἐδόξασας, τὸν ἀθλοθέτην σου· καὶ ἔλαβες τῆς νίκης τὸ στέφος, τῶν Νεομαρτύρων, λαμπρύνας τὰς χορείας.
ππῳ προσδεθεὶς διὰ τὴν πίστιν, ἐσύρθη ὁ Θεοχάρης εἰς Νεάπολιν, ἔνθα καὶ ἐδέξατο, ἄλγη πολυώδυνα, ἀλλ’ εὐχαρίστως ἔκραξεν, ἀγαλλιώμενος· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Δίψα παλαιὰ τῶν προπατόρων, ἐσβέσθη καὶ εὐφροσύνης ἀπελάβομεν, ἅπαντες τὸ πλήρωμα· καὶ τῆς δικαιώσεως, καὶ βασιλείας μέτοχοι, ἡμεῖς γεγόναμεν· τῷ τόκῳ σου Παρθένε Μαρία, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
σπερ ἀπαρχήν, τιμίας ἀθλήσεως, Χριστῷ προσήγαγεν· ἄρτι ἡ Νεάπολις, τὸν Θεοχάρην τὸν Νεομάρτυρα, καὶ τῆς χαρᾶς ἀπέλαβε, τὰ πρωτοτόκια, ἐκβοῶσα· δεῦτε μοι συγχάρητε, Μικρασίας αἱ πόλεις τε ἅπασαι.
είθροις τῶν σεπτῶν, καὶ θείων αἱμάτων σου, μάρτυς Θεόχαρες· ἔσβεσας τὴν κάμινον, ἐχθρῶν ἀθέων τῶν διωκόντων σε, καὶ δροσισμὸν τῆς χάριτος, ἀναπηγάσας τε, τὸν πολύχουν, στάχυν ἐναπέδωκας, τῆς τελείας Χριστοῦ ἀγαπήσεως.
γαν θαυμασμῷ, θαυμάζων Θεόχαρες, μάρτυς πολύαθλε· τὰ ἀνδραγαθήματα, τοὺς θείους ἄθλους καὶ τὰ παλαίσματα, ἃ εὐκλεῶς κατώρθωσας, ἀγωνιζόμενος, τῇ δυνάμει, τοῦ στρατολογήσαντος, ᾿Ιησοῦ σε καλῶς, ὃν ἐδόξασας.
Θεοτοκίον.
Σοὶ μετὰ χαρᾶς, τὸ χαῖρε προσᾴδομεν, ἀγαλλιώμενοι· Χαῖρε ἀειπάρθενε, χαρίτων θείων πλῆρες κεφάλαιον, ἡ τῆς ἀρᾶς ἀναίρεσις, καὶ ἐπανόρθωσις, εὐφροσύνης, πέλαγος ἀκένωτον, αἰωνίου ζωῆς τε ἡ πρόξενος.






Ἐξαποστειλάριον. ῏Ηχος γ ΄. ῾Ο οὐρανὸν τοῖς ἄστροις.
Ὡς προσφορὰν τιμίαν, καὶ εὐαπόδεκτον Θεῷ, ἄρτι Νεάπολις ἄγει, τὸν Θεοχάρην τὸν κλεινόν, Νεομαρτύρων τὸ κλέος, τῆς Μικρασίας τὸν λύχνον.
῞Ετερον.
Διὰ τὴν θείαν πίστιν, Μάρτυς Θεόχαρες Χριστοῦ, τὰ ἀλγεινὰ ἐδέξω, καὶ τὰ δεσμὰ τῆς φυλακῆς, ἀναβοῶν ὡς ὁ Παῦλος, οὐδὲν Θεοῦ με χωρίσῃ.
Καὶ τῆς ἑορτῆς.
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα· καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

Αἶνοι. ῏Ηχος α´. Πανεύφημοι Μάρτυρες.
Συμφώνως αἰνέσωμεν πιστοί, Θεοχάρην σήμερον, τὸν εὐκλεῆ Νεομάρτυρα· αὐτοῦ ἐξαίροντες, τὴν στεῤῥὰν ἀνδρείαν, τῆς ψυχῆς τὸ εὔτονον, ἀγῶνας τοὺς μακρούς τε οὓς ἤνυσε, Θεοῦ τῇ χάριτι, ἐκνικήσας τὸν ἀντίπαλον, καὶ τρανώσας τὴν ἰσχὺν τῆς πίστεως.

Τὰ ἄλγη ὑπέμεινας σαρκός, εὐσθενῶς Θεόχαρες, ἀναβοῶν μετὰ πίστεως· οὐδεὶς χωρίσει με, τῆς Χριστοῦ ἀγάπης, οὐ λιμὸς οὐ κίνδυνος, οὐ θλίψεις οὐ δεσμὰ οὐδὲ βάσανοι, Αὐτῷ συντάσσομαι, ἄχρι τέλους τελειώσω τε, μαρτυρίου τὴν ὁδὸν τὴν εὔθετον.

Νεάπολις ἄγει μητρικῶς, ἑορτὴν χαρμόσυνον, τὸν Θεοχάρην γεραίρουσα· τὸν νέον μάρτυρα, συγκαλοῦσα πάντας, εἰς κοινὴν ἑστίασιν, τῆς θείας εὐφροσύνης καὶ χάριτος, καὶ τούτῳ νέμουσα, τὰ τῆς νίκης βραβευτήρια, καὶ ἆσμάτων ἄνθη πρεπωδέστατα.

Τῶν λίθων ὑπέμεινας βολάς, ἀνδρικῷ φρονήματι, Νεαπολίτα Θεόχαρες· ὡς πάλαι Στέφανος, τῶν μαρτύρων πρῶτος, οὗ τὸν ζῆλον ἔσχηκας, εἰς λεύκην ἐκρεμάσθης τε ὕστερον, Χριστοῦ γενόμενος, τῆς ἐν ξύλῳ ἀναρτήσεως, κοινωνός τε καὶ τῆς δόξης μέτοχος.

Δόξα. ῏Ηχος α´.
Μετὰ δόξης ᾄσωμεν πιστοί, τὴν μνήμην σήμερον τοῦ ἐνδόξου Νεομάρτυρος, Θεοχάρους τοῦ Νεαπολίτου. Χαίροις λέγοντες αὐτῷ, τῶν καλῶν ἀγώνων πύκτα ἱκανέ, ἄκμων τῆς ὑπομονῆς, καὶ τῆς καρτερίας πύργε ἀκατάσειστε. ῾Ο ἐν τῇ καμίνῳ τῶν θλίψεων, καὶ τῶν βασάνων δοκιμασθείς, καὶ λάμπων τοῦ χρυσίου καθαρώτερον. Πάντας τε ἁγιάζων καὶ εὐλογῶν, τοὺς προσκυνοῦντας τὰ χαριτόβρυτά σου λείψανα, ἅπερ ἔχει πλοῦτον ἱερόν, Θεσσαλονίκη νῦν ἡ μεγαλόπολις, μεγαλύνουσα Θεόν, τὸν σὲ μεγαλείοις θαυμαστοῖς κατακοσμήσαντα.
Καὶ νῦν. ῏Ηχος α´. Τῆς ἑορτῆς.
Τῆς ἀῤῥήτου συμφωνίας σου τὰς ὑμνῳδίας, ἐν τῇ κηδείᾳ σου πανύμνητε Θεοτόκε, Μῆτερ τῆς ζωῆς, ποία γλώσσα γηγενῶν δύναται ἱκανῶς ἐκδιηγεῖσθαι; ῍Η τοῦ ψαλτηρίου τὸ ὄργανον, πῶς ἀποδώσει τῆς ὑπερκοσμίου σου ταφῆς, τὸ οὐρανοπρεπέστατον μελῴδημα; ῎Αγγελοι γὰρ ἔψαλλον, ἃ ἡ Τριὰς οὐρανόθεν ὑπηγόρευεν, καὶ οἱ ᾿Απόστολοι ἐκ τούτων διδασκόμενοι, παρεγένοντο ἰσοκρατοῦντες τὸ ξενήκουστον τοῦτο ποίημα, τοῦ παναγίου Πνεύματος. ῾Ημεῖς δὲ νῦν βοῶμέν σοι, Θεοτόκε Μαριάμ, δόξα τοῖς ἀπείροις μεγαλείοις σου.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον
Ἔλαμψας Θεόχαρες χρυσαυγής, ἥλιος καθάπερ Νεαπόλεως ἐκ λαμπρᾶς, καὶ Μικρὰν ᾿Ασίαν ὁμοῦ Θεσσαλονίκην, τῶν ἄθλων σου λαμπρύνεις, ταῖς ὡραιότησιν.



























ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Παρὰ Θεοῦ χαριτωθεὶς μετὰ δόξης, τῶν ἀρετῶν τῇ θαυμαστῇ εὐπρεπείᾳ, ἐν προσευχαῖς προέκοψας, καὶ βίῳ σεμνῷ· εἶτα ὡς αἰχμάλωτος, εὑρεθεὶς οὐχ ἠρνήθης, Ὄνομα τὸ ἅγιον, τοῦ Δεσπότου τῶν ὅλων· ὁμολογήσας τοῦτο δὲ καλῶς, στέφος ἐδέξω, τῆς νίκης Θεόχαρες.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.






Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Θεοχάρους Νεαπολίτου, τὴν πίστιν σέβω. Ἰσιδώρας.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεοῦ ἀγαπήσας τὰς ἐντολάς, καὶ ταύτας φυλάξας συνειδήσει ἐν καθαρᾷ, Θεὸν ὡμολόγησεν ἐμφρόνως· ὁ Θεοχάρης ὁ Μάρτυς ὁ ἔνδοξος.
Ἑόρτιον αἴνεσιν μητρικῶς, προσάγει Κυρίῳ ἡ Νεάπολις ἐν χαρᾷ, καὶ πᾶσα ὁμοῦ ἡ Μικρασία· τοῦ Θεοχάρους τὴν μνήμην γεραίρουσα.
Οὐράνιον βίον ἐνστερνησθείς, ἠρνήθης σαρκός σου ἀναπαύσεις καὶ ἡδονὰς, καὶ ὅλῃ σπουδῇ σου ἐπεδόθης· ἐν προσευχαῖς ὦ Θεόχαρες πάνσοφε.
Παρᾶς αἰωνίου τὰς ἀμοιβάς, ἐδέξω δικαίως ὦ Θεόχαρες ἐκ Θεοῦ, καὶ γὰρ ἐπὶ γῆς ἀνδρειοφρόνως· τοῦ Μαρτυρίου τὰς θλίψεις ὑπέμεινας.
Θεοτοκίον.
Ἁγνεία καὶ τόκος ἐπὶ ταυτῷ, ἐν σοὶ Παναγία συνηρμόσθησαν ἀληθῶς, Θεὸν γὰρ τῶν ὅλων ἀπειράνδρως· μετὰ σαρκὸς ἐν τῷ κόσμῳ ἀπέτεκες.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥαθυμίας τὸν ὄκνον, καὶ τὴν δεινὴν χαύνωσιν, ἔλιπες Θεόχαρες Μάρτυς, καὶ ἐπεζήλωσας, τὴν συνετὴν βιοτήν, μετὰ σπουδῆς εὐαρέστου, προσευχῆς γενόμενος, στῦλος ἀκλόνητος.
Ὀρφανίας τὰς θλίψεις, ἀπὸ παιδὸς ἔφερες, τῆς αἰχμαλωσίας ὀδύνας, καὶ τὰ φερέπονα, ἀνδρειοτάτῃ ψυχῇ, ὦ Νεομάρτυς γενναῖε, καὶ Θεοῦ Θεόχαρες, ἔγνως τὴν εὔνοιαν.
Ὑλακτοῦσαν μανίαν, τῶν διωκτῶν ἤσχυνας, τῇ εἰρηνικῇ σου καρδίᾳ, Μάρτυς Θεόχαρες, καὶ τοῦ Θεοῦ τὰς ἀρχάς, καὶ ἐξουσίας ἐπέγνως, ἐφαρμόσας ἄριστα, βίον ἰσάγγελον.
Συναυλίας Ἀγγέλων, ἐν οὐρανοῖς ἔλαχε, Μάρτυς Θεοχάρης πρεπόντως, ὅτι ὑπέμεινεν, ἐπὶ τῆς γῆς καρτερῶς, τῶν διωκόντων τὰς ὕβρεις, τῶν θρασυνομένων τε, τὴν ἰταμότητα.
Θεοτοκίον.
Νυμφοστόλε Παρθένε, ὦ Μαριὰμ ἄχραντε, χαῖρε σοι κραυγάζω ἀπαύστως, ἐπαγαλλόμενος, σὺ τῆς ἀρχαίας ἀρᾶς, τὴν συνακόλουθον λύπην, εἰς χαρὰν μετέτρεψας, καὶ ἀγαλλίασιν.
Ἐνίσχυσον, εἰς τοὺς ἀγῶνας τῆς πίστεως τῆς ἁγίας, τοὺς τιμῶντας πανευλαβῶς τὴν σὴν γενναιότητα, Θεόχαρες Μάρτυς Νεαπολίτα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Μεγάλῃ φωνῇ, τὴν πίστιν ὡμολόγησας, βαστάσας στεῤῥῶς, τῆς πείνης τὰ ἐπίπονα, φυλακὰς καὶ μάστιγας· καρτερόφρον Μάρτυς Θεόχαρες, Νεαπολίτα ὅθεν ἐκ Θεοῦ, ἐδέξω τῆς νίκης βραβευτήρια.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπὶ λεύκης κρεμάσαντες, τὸ καρτερικώτατον Μάρτυς σῶμα σου· ὦ Θεόχαρες εἰς ἄῤῥητα, ἡ ψυχή σου ἤρθη ἀξιώματα.
Ἀδαμάντινον φρόνημα, ἔχων ὦ Θεόχαρες ἀκατάσειστε· οὐχ ἐκάμφθης ἐν τῷ τύπτεσθαι, οὐ ποσῶς ἐν πόνοις ἐδειλίασας.
Πολεμίων τὰς φάλαγγας, σοῦ τῇ γενναιότητι ἐτραυμάτισας· καὶ δαιμόνων ὦ Θεόχαρες, τὰς ἐνέδρας Μάρτυς κατεγέλασας.
Ὁ Σταυρὸς ὁ πανάγιος, ὅπλον σοι ἐγένετο ἀκαταίσχυντον· προστασία καὶ ὀχύρωμα, ἐν καιρῷ τῶν ἄθλων σου Θεόχαρες.
Θεοτοκίον.
Λυτρωθέντες τῷ τόκῳ σου, τῆς ἀρχαίας Πάναγνε κατακρίσεως· ἐν χαρᾷ ἐπαγαλλόμενοι, σοὶ τὸ χαῖρε πάντες ἀναμέλπομεν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἵππῳ προσδεθείς, καὶ συρόμενος Θεόχαρες, ἐπεσπάσω τὴν συμπάθειαν Θεοῦ, ὃς ἐπὶ Ξύλου, προσηλώθη τῷ θελήματι.
Τείνας κατὰ σοῦ, ὁ ἀλάστωρ ὦ Θεόχαρες, τεχνηέντως τῆς κακίας τὰ πυρά, τὴν καταισχύνην, καὶ τὴν ἧτταν ἀπεκόμισεν.
Ὄλβιος ἐστίν, παραστάτην ὅστις ἔχει σε, βοηθόν τε ὦ Θεόχαρες ἀεί, καὶ πρεσβευτὴν σε, τῷ Κυρίῳ εὐμενέστατον.
Ὕπερθεν λαβών, τὰ τοῦ Πνεύματος χαρίσματα, κατηξίωσαι Θεόχαρες χαρᾶς, τὴν τῶν Ἀγγέλων, πολιτείαν μιμησάμενος.
Θεοτοκίον.
Τίς ἐκ τῶν σοφῶν, καὶ ῥητόρων τὸ μυστήριον, τὸ ἀπόῤῥητον τοῦ τόκου σου Ἁγνή, Παρθενομῆτορ, ἑρμηνεῦσαι δυνηθήσεται.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἠσθένησε, τοῦ ἐχθροῦ ἡ δύναμις, καὶ κατέῤῥευσεν αὐτοῦ ἡ μανία· τῇ κραταιᾷ, καὶ στεῤῥᾷ σου ἐνστάσει, ὦ πανοπλίτα Θεόχαρες ἔνδοξε· καὶ πάντες ἔγνωκαν καλῶς· τῶν πιστῶν τὰ λαμπρὰ κατορθώματα.
Νεόφωτος, ὡς ἀστὴρ ἀνέτειλας, παναοίδιμε Θεόχαρες Μάρτυς· ἐκ τῆς Μικρᾶς, καὶ ἐνδόξου Ἀσίας, ἥτις καυχᾶται τοῖς θείοις στεφάνοις σου· Νεάπολίς τε μητρικόν· προσηκόντως προσφέρει σοι ἔπαινον.
Παιζόμενον, ὡς στρουθίον ἔδειξας, τοῦ ἐχθροῦ τὴν θηριώδη κακίαν· καὶ τὴν αὐτοῦ, ἐπηρμένην μωρίαν, τοῖς θεοσόφοις σου ἤλεγξας ῥήμασιν· ὡς δοῦλος γνήσιος Θεοῦ· ᾧ πιστῶς ἠκολούθης Θεόχαρες.
Ἰάσεων, ποταμὸς ἀκένωτος, τῶν λειψάνων σου ἡ πάντιμος θήκη· καὶ προχοή, τῶν θαυμάτων ἐδείχθη, τοῖς ἀσθενοῦσι τὴν ῥῶσιν παρέχουσα· καὶ χάριτας παντοδαπάς· ἀναβλύζουσα πᾶσι Θεόχαρες.
Θεοτοκίον.
Στερέωμα, τῶν πιστῶν ἀκλόνητον, σὺ ὑπάρχεις Παναγία Παρθένε· ὅτι Θεόν, δυνατὸν ἐν ἰσχύϊ, ἐν ταῖς χερσί σου ὡς βρέφος ἐβάστασας· Αὐτὸν δυσώπει μητρικῶς· στερεοὺς ἡμᾶς δεῖξαι ἐν θλίψεσιν.
Ἐνίσχυσον, εἰς τοὺς ἀγῶνας τῆς πίστεως τῆς ἁγίας, τοὺς τιμῶντας πανευλαβῶς τὴν σὴν γενναιότητα, Θεόχαρες Μάρτυς Νεαπολίτα.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Πρὸς τὸ σκάμμα τοῦ μαρτυρικοῦ ἀγωνίσματος, μετὰ θάῤῥους τοῦ ἀνδροπρεποῦς προσεχώρησας, ὡς γνησία τῶν ἀθλητῶν Θεόχαρες σφραγίς· Θεοῦ δύναμιν τὴν πανσθενῆ, ἀκαταπτώτῳ σου πυγμῇ, ἐμφανῶς ἐβεβαίωσας. Ἔπαινον οὖν ἐκτήσω, τῆς θείας ὁμολογίας ἐν πανηγύρει δὲ λαμπρᾷ, τῶν Ἁγίων νῦν παρίστασαι.

Εἶτα τὸ Α´ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ´ Ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στίχος· Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον τοῦ ῎Ορθρου (Μαρτυρικόν)
Ὁ Ν´ Ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου …
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου …
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Χαίρων ὡμολόγησας, τὴν τοῦ Θεοῦ ἐξουσίαν, τοῖς ἐχθροῖς ἐνώπιον, ἀθλητὰ τῆς πίστεως ἀδαμάντινε· φυλακὴν πείναν τε, ῥαβδισμοὺς καὶ ἄλγη, ἐκαρτέρησας Θεόχαρες· δεθεὶς εἰς τράχηλον, λιθοβολισμοὺς καθυπέμεινας· ἀλλ’ ἄθραυστος διέμεινεν, ἡ θεοπειθὴς γενναιότης σου. Αἷμα σου ὡσαύτως, ἐξέχεας εἰς λεύκην κρεμασθείς, τὴν δὲ ψυχήν σου ὁλόλευκον, Κυρίῳ παρέδωκας.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν καλῶν σου ἀγώνων, τὰς γενναίας ἐνστάσεις καὶ τὰ παλαίσματα, τίς δύναται ἀξίως, ἐν ὕμνοις ἐπαινέσαι, ὦ Θεόχαρες ἔνδοξε· Νεομαρτύρων Χριστοῦ, ἡ θεία κοσμιότης.
Ἱερεῖον ἐδείχθης, τῷ Κυρίῳ Θεόχαρες πανευπρόσδεκτον, προθύμως γὰρ ὡς ζῶσαν, καὶ ἔμψυχον θυσίαν, τὸ σὸν αἷμα ἐξέχεας· καὶ δι’ ἀγάπην αὐτοῦ, εἰς λεύκην ἐκρεμάσθης.
Νεαπόλεως πλήθη, Μικρασίας τε ἅμα μεγαλυνέσθωσαν, τοῦ Μάρτυρος τῇ μνήμῃ, τοῦ θείου Θεοχάρους, καὶ αὐτῷ ἐκβοάτωσαν· μὴ διαλίπῃς Θεῷ, πρεσβεύειν ὑπὲρ πάντων.
Σελασφόροις ἀκτίσι, τοῦ σοῦ βίου φαιδρύνεις ἐν ἱλαρότητι, Θεόχαρες τὴν κτίσιν, καὶ πάντας ἐν αἰνέσει, παροτρύνεις τοῦ ψάλλειν σοι· ὡς θαυμαστὸς ὁ Θεός, Αὐτοῦ ἐν τοῖς Ἁγίοις.
Θεοτοκίον.
Ἐκ γαστρός σου ἁγίας, Παναγία Παρθένε ὁ Ὑπερούσιος, Θεός τὴν ἀνθρωπίνην, προσείληφεν οὐσίαν, καὶ βροτοῖς ἐδωρήσατο· υἱοθεσίας τιμήν, δι’ ἄκραν εὐσπλαγχνίαν.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Βραβεῖα δόξης, τῆς αἰωνίου ἐκτήσω, ἀντὶ κόπων καὶ πόνων προσκαίρων, Μάρτυς στεφανίτα, Θεόχαρες γενναῖε.
Ὡς θαυμαστή σου, ἡ ἱερὰ πολιτεία, ἀθλοφόρε Θεόχαρες πέλει, σὺ γὰρ τοῦ χρυσίου, λαμπρότερον ἐκλάμπεις.
Ἰδέαις πάσαις, τῶν ἀλγεινῶν προσεχώρεις, ἀπτοήτως Θεόχαρες Μάρτυς, σθένει ἀοράτῳ, Θεοῦ σὲ δυναμοῦντος.
Στοιχεῖα πάντα, τὰ φυσικὰ τῷ σῷ τέλει, ἀγριαίνουσαν ἔλαβον ὄψιν, φόβον τοῖς ὁρῶσι, Θεόχαρες ποιοῦντα.
Θεοτοκίον.
Ἰδοὺ σὲ πᾶσαι, αἱ γενεαὶ τῶν ἀνθρώπων, ὡς προεῖπας Παρθένε Μαρία, σὲ μακαριοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δυνάσταις τοῖς ἀθέοις, ἔμπροσθεν εὐτόλμως, τῆς Παναγίας Τριάδος, τὴν μίαν ἀρχήν, ὁ Θεοχάρης γενναίως, καθωμολόγησεν.
Ὠμότητι τυράννων, ἔδειξεν ἀκμαῖον, ὁ Θεοχάρης τὸ σθένος, ἀνδρείας ψυχῆς, καὶ ταῖς ποιναῖς τῶν βασάνων, οὐχ ἐδειλίασεν.
Ῥεόντων καὶ προσκαίρων, ἤλλαξε προθύμως, ὡς νουνεχὴς καὶ ἐχέφρων, τῆς ἄνω ζωῆς, ὁ Θεοχάρης τὰ πλούτη, τὰ διαμένοντα.
Ἀγάλλου καὶ εὐφραίνου, χάριτος γὰρ θείας, εὗρες Θεόχαρες δόξαν, ὡς δοῦλος πιστός, τοῦ Μαρτυρίου σου ἄθλοις, ταύτην τε ηὔξησας.
Θεοτοκίον.
Σοὶ πρέπει Θεοτόκε, ὕμνος κατ’ ἀξίαν, σοὶ ἐξαιρέτως ἁρμόζει, τῆς δόξης τιμή, καί ἐν ᾠδαῖς ἐγκωμίων, σὲ μακαρίζομεν.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις τῆς ἀνδρείας ὁ ἑδρασμός, χαίροις καρτερίας ὁ ἀδάμας ὁ ἰσχυρός, Χαίροις Χριστομάρτυς Θεόχαρες γενναῖε, τῆς πίστεως ὁπλίτα, ἀκαταμάχητε.
Ἄνθεσιν ᾀσμάτων δεῦτε πιστοί, στέψωμεν συμφώνως Θεοχάρην τὸν ἀθλητήν, τούτου τοὺς μεγάλους ἀγῶνας εὐφημοῦντες· καὶ ἄθλων τὰ βραβεῖα, ἐγκωμιάζοντες.
Ἴσχυσας ὠλὲσαι τοῦ δυσμενοῦς, τὰς ἐπαναστάσεις ὦ Θεόχαρες ἀθλητά, ἔχουν τοῦ Κυρίου Σταυρόν τὸν ζωηφόρον· ὡς ὅπλον ἐν πολέμοις, ἀκαταμάχητον.
Ῥόδον ἡδυπνόου προσαγωγῆς, ἤνεγκεν ἀξίως ἡ Νεάπολις τῷ Χριστῷ, θεῖον Θεοχάρην ἐν χρόνοις τῆς δουλείας· ψυχῆς ἐλευθερίαν, προσεπαγόμενος.
Ἔλαμψας Θεόχαρες χρυσαυγής, ἥλιος καθάπερ Νεαπόλεως ἐκ λαμπρᾶς, καὶ Μικρὰν Ἀσίαν σὺν πάσῃ Ἐκκλησίᾳ· τῶν ἄθλων σου λαμπρύνεις, ταῖς ὡραιότησιν.
Νέον σε ὡς Μάρτυρα εὐφημῶ, θεῖε στρατιῶτα ὦ Θεόχαρες τοῦ Χριστοῦ, καὶ τοὺς ἱερούς σου ἀγῶνας μεγαλύνω· οὓς ἥνυσας γενναίῳ, μάκαρ φρονήματι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις ὦ Θεόχαρες στερρέ, πίστεως ἁγίας τὸ σθένος, ὁμολογίας φωνή, κήρυξ ἰσχυρόφωνε, τῆς ἀληθείας τε· καρτερίας ὁ στῦλος τε, ἀδάμας τῆς τόλμης, ὕψος τὸ περίβλεπτον, τῆς γενναιότητος. Χαίροις τῶν Μαρτύρων ἡ δόξα, τῆς Καππαδοκίας λαμπρότης, ὦ Νεαπολίτα τιμιώτατε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου