Κυριακή 26 Αυγούστου 2018

ΝΟΕΜΒΡΙΟΣ 22. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΜΕΝΙΓΝΟΣ ΚΝΑΦΕΥΣ ΑΚΟΛΟΥΘΙΑ


ΝΟΕΜΒΡΙΟΥ ΚΒ´

ΜΕΝΙΓΝΟΣ ΜΑΡΤΥΡΟΣ ΚΝΑΦΕΥΣ

ΑΚΟΛΟΥΘΙΑ

 (Ποίημα Χαραλάμπους Μπούσια)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ


Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια, δευτεροῦντες τὸ πρῶτον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρόν.
Δεῦτε, φιλεόρτων ὁ ἑσμός, ὕμνοις καταστέψωμεν θείοις Χριστοῦ τὸν Μάρτυρα τὸν ἐν τοῖς παλαίσμασι ἀναφανέντα, στεῤῥόν, ἀθλοφόρητον Μένιγνον, κναφέων τὸ κλέος, πλέξαντες δὲ στέφανον ἐκ λόγων θεοπρεπῶν κράξωμεν· πανόλβιε Μάρτυς, ἀρχεκάκου ὄφεως θλάσαι τὴν ἰσχὺν πρεσβείαις σου πρὸς Κύριον.

Ὅτε μαρτυρίου τὴν ὁδὸν χαίρων ἠκολούθησας, μάκαρ, τότε κατέλιπες, Μένιγνε, τὸ ἔργον σου, ὁ εἶχες πρὸς πορισμόν, εὐθαρσῶς δὲ κατέβαλες ἀπίστων τὰ θράση καὶ ταῖς τῶν αἱμάτων σου ῥανίσι τὴν σὴν στολὴν πόθῳ κατεφοίνιξας· ὅθεν ἀναβὰς πρὸς πόλιν τὴν ἄνω τὸν Χριστὸν ὑπὲρ ἡμῶν ἱλέωσαι.

Τὸν ἐν τῷ Παρίῳ δαψιλῶς τὸ πανυπερτίμητον αἷμα αὐτοῦ ἐκχύσαντα ξέσιν ὑπομείναντα καὶ τῶν ἁρμῶν ἐκκοπήν, γενναιόφρονα Μένιγνον, Χριστοῦ τὸν ὁπλίτην καὶ κναφέων ἔφορον ᾄσωμεν χαρμονικῶς, ὅτι τῶν πιστῶν κατευφραίνει τὰς ψυχὰς αὐτοῦ ταῖς ἀόκνοις πρὸς τὸν Λυτρωτὴν ἡμῶν ἐντεύξεσιν.

Δόξα. Ἦχος β΄.
Μεγάλαθλε μάρτυς τοῦ Χριστοῦ φίλε γνήσιε, Μένιγνε παμμακάριστε, ταῖς σαῖς θερμαῖς ἱκεσίαις ἡμᾶς διάσῳζε, δεόμεθα, ἀπὸ πάσης ἐχθροῦ ἐπιβουλῆς· ὅτι σὲ προστάτην κραταιὸν ἐν ταῖς δίναις τοῦ βίου κεκτήμεθα καὶ ἀριστείας ὑπόδειγμα, πρὸς δὲ Θεὸν τὸν μόνον φιλάγαθον μεσίτην θερμὸν καὶ ἀκοίμητον.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην σου.






Ἀποστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πάντες μετὰ σπουδῆς διαπρυσίους ὕμνους προσᾴσωμεν τῷ Κτίστῃ τῷ στέφει μαρτυρίου τὸν Μένιγνον κοσμήσαντι.

Στίχ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος...
ᾌσατε, οἱ κναφεῖς, ᾠδὰς ἐπινικίους ἐπὶ τῇ θείᾳ μνήμῃ τοῦ Μάρτυρος Κυρίου Μενίγνου τοῦ θεόφρονος.

Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ...
Τμῆσιν τῆς κεφαλῆς, καὶ ἐκκοπὴν τῶν ἀκρῶν, ὑπενεγκὼν γενναίως, πρὸς τὴν ζωὴν μετέστης τὴν αἰωνίαν, Μένιγνε.

Δόξα. Τριαδικόν.
Τριὰς πανευκλεής, τρισάκτινε Θεότης, Πάτερ, Υἱὲ καὶ Πνεῦμα, τοὺς μέλποντας ἀπαύστως σὸν μάρτυρα διάσῳζε.

Καὶ νῦν. Θεοτοκίον.
Τέξασα, Μαριάμ, ὃν οὐ χωρεῖ ἡ πλάσις ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, διόπερ σὲ πάντες μακαρίζομεν.

Νῦν ἀπολύεις... Τὸ Τρισάγιον.

Ἀπολυτίκια. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοῦ Παρίου τὸν γόνον, Ἑλλησπόντου τὸν πρόβολον, ὁπλιτῶν Κυρίου τὸ κλέος καὶ κναφέων τὸν ἔφορον, τὸν Μένιγνον τιμήσωμεν πιστοὶ μιμούμενοι τὰ σκάμματα αὐτοῦ, ἃ ὑπήνεγκεν ἐκθύμως ὑπὲρ τοῦ Ζωοδότου καὶ βοήσωμεν· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ σὲ μεσίτην κραταιὸν ἡμῖν δωρήσαντι.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς Μάρτυς ἀήττητος τοῦ ἀθλοθέτου Χριστοῦ, καὶ ῥόδον πανεύοσμον ῥανίσι πορφυρωθὲν αἱμάτων τῶν θείων σοῦ, Μένιγνε ἀθλοφόρε, καθωράθης ἐν κόσμῳ, λυῶν σῇ παῤῥησίᾳ παλαμναίου τὴν πλάνην· διὸ τοὺς σὲ ἀνυμνοῦντας δεινῶν ἐκλύτρωσαι.










ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ


Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὴν σὴν πανίερον μνήμην πανηγυρίζοντες, δοξάζομεν ἀπαύστως, μάρτυς Μένιγνε θεῖε, τὸν δόντα σοι ἐν πόνοις ὑπομονὴν καὶ στεφάνοις κοσμήσαντα σὴν κεφαλήν, πολυεύσπλαγχνον Ἰησοῦν τὸν Θεὸν ἡμῶν καὶ Κύριον.

Κνάπτων τὸν πόκον φωσφόρε, τῆς ἐναθλήσεως ἐπόθησας τὰς τρίβους μαρτυρίου ὀδεύσαι, αἱμάτων σου δὲ ῥείθροις τοῖς ἱεροῖς ἁλουργίδα ἐξύφηνας, δι’ ἧς ἐλάμπρυνας, Μένιγνε, σεαυτὸν καὶ τὸν Κτίστην ἐμεγάλυνας.

Φλεγόμενος, θεοφόρε, τῷ θείῳ ἔρωτι κατέσχισας ἀπίστων καθευδόντων τῇ πλάνῃ χειρόγραφον· διὸ καὶ ὀδυνηρὰν τιμωρίαν ὑπέμεινας, σταυρόν, στρεβλώσεις, ἁρμῶν δὲ τὴν ἐκκοπὴν καὶ σῆς κάρας τμῆσιν, Μένιγνε.

Κναφέων, Μάρτυς, ἐδείχθης τὸ μέγα καύχημα, καταλιπὼν σὸν ἔργον, καθαρμοῦ ἱματίων λευκάνσεώς τε τούτων, ὅθεν λαμπρῶς τῷ Δεσπότῃ προσήνεγκας τοὺς σοὺς κρουνοὺς τῶν αἱμάτων τοὺς εὐκλεεῖς, ἀθλητὰ Κυρίου Μένιγνε.

Χειμαζομένην τὴν πίστιν, ὡς οἶδας Μένιγνε, καὶ τὴν τῶν ἀσεβούντων, Μάρτυς, μεγαλαυχίαν, τὰ ὅπλα ἐνδυσάμενος τοῦ φωτὸς τὸ θανεῖν, σύ, προέκρινας ὑπὲρ τοῦ ζῆν ἐν δουλείᾳ πνευματικῇ δυσσεβῶν τυράννων, πάνσοφε.

Σαρκὸς ἐμίσησας κάλλος καὶ βίον πρόσκαιρον, διὸ ἀνδρειοφρόνως ὑπελθὼν τὸν ἀγῶνα ἐστέφθης ἀκηράτῳ παρὰ Χριστοῦ στέφει, ἄριστε Μένιγνε, καὶ νῦν πρεσβεύεις δοθῆναι πᾶσιν ἡμῖν θείαν χάριν τε καὶ ἔλεος.

Δόξα. Ἦχος πλ α΄.
Ὅτε ὁ δυσσεβέστατος ἐχθρὸς τὴν εὐσεβῶν τιμωρίαν ἀνήγγειλεν καὶ πρὸς ἐξόμωσιν προΰτρεπε, τότε ἠνάφθη σοι ὁ φλογώδης καὶ διάπυρος, Μένιγνε, πόθος τοῦ μαρτυρίου. Ὅθεν καταλιπών, σύ, τὸ ἔργον τῆς λευκάνσεως τῶν ἱματίων καὶ τὸ τῆς οἰκογενείας θέλγος, σθεναρῶς εἰσεπήδησας ὡσεὶ λέων ἐν τῷ σταδίῳ καὶ γηθόμενος ἔλεγες· Ξεθήτωσάν μου αἱ σάρκες διὰ τὴν ἀμώμητον τοῦ Κυρίου πίστιν· κοπήτωσάν μου οἱ ἀρμοιί, ὅπως δι’ αἵματος κερδήσω τὴν βασιλείαν τῶν οὐρανῶν· τμηθήτω μου ἡ κάρα, ἵνα ζήσω ἀλήκτως, ἐν τῇ χαρᾷ τοῦ Κυρίου μου. Ὅθεν μαρτυρικῆς τελευτῆς ἀξιωθείς, παναοίδιμε, μὴ ἀποστῇς ἀείποτε τοῦ ἐξαιτεῖν τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης, εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρετῆς τοῦ ὕδατος· ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος· τότε τὸν βυθὸν ἐπέζευσεν ἁβρόχως Ἰσραήλ· νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος· ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραὴλ ἔμεινεν ἄβατος· ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουὴλ ἔμεινεν ἀφθορος. Ὁ Ὧν καὶ προὼν καὶ φανεὶς ὡς ἄνθρωπος Θεός, ἐλέησον ἡμᾶς.


Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ ἀνάγνωσμα. Στ΄, 6-11
Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζήλωσον ἰδῶν τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοφώτερος. Ἐκείνῳ γὰρ Γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὧν, ἑτοιμάζεται θέρους τὴν τροφὴν πολλήν τε ἐν τῷ ἀμήτῳ ποιεῖται τὴν παράθεσιν. Ἦ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστί, τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται· ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται· ποθεινὴ δέ ἐστι πᾶσι καὶ ἐπίδοξος· καί περ οὖσα τῇ ῥώμῃ ἀσθενῆς, τὴν σοφίαν τιμήσασα προήχθη. Ἕως τίνος, ὀκνηρέ, κατακεῖσαι; Πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; Ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶ στήθη· εἶτ’ ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς. Ἐὰν δὲ ἄοκνος ᾗς, ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου, ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει.

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα. Α΄ 15-20
Ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ᾿ ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Λούσασθε καὶ καθαροῖ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν. Μάθετε καλὸν ποιεῖν. Ἐκζητήσατε κρίσιν. Ῥύσασθε ἀδικούμενον. Κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν. Καὶ δεῦτε διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὧσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὠςχιόνα λευκανῶ, ἐὰν δὲ ὧσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα. Μγ΄ 9-14
Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἦ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθε μοι μάρτυρες, καὶ ἐγὼ Μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγὼ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἐστὶ πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἥν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἑξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Τὸ στάδιον τῆς ἀθλήσεως γενναίως ἀνύσας, θεόφρον Μένιγνε, ὁπλίτης περίδοξος τῆς εὐσεβείας ὤφθης. Καταλιμπάνων γὰρ τὸ ἔργον τοῦ κναφέως, ὅ μετῄεις ποριζόμενος τὰ πρὸς τὸ ζῆν, τοῦ Χριστοῦ τὸ πάντιμον ὄνομα ὡμολόγησας ἐνώπιον στυγνῶν τυράννων ἀνδρικῶς, ὅθεν, πολιτευσάμενος τοῦ μυστικοῦ θείου δείπνου ἀξίως γέγονας μέτοχος. Αὐτοῦ καὶ ἡμᾶς μετασχεῖν ἀξίωσον τῇ μαρτυρικῇ πρεσβείᾳ σου.

Ἦχος β΄.
Τετρωμένος τῷ θείῳ ἔρωτι · τὸ σὸν αἷμα ἐκθύμως ἐξέχεας, παναοίδιμε Μένιγνε. Πάντα ἡγησάμενος σκύβαλα ἐπόθησας ὑπὲρ αὐτοῦ πάσχειν καὶ σὺν αὐτῷ εἶναι. Διὸ καὶ διωκτῶν μὴ φέρων τὴν ἔπαρσιν ἐν ζήλῳ ὑπερβάλλοντι κατέστρεψας αὐτῶν τὰ ἄνομα γράμματα. Μάρτυς ἀκαταγώνιστε, Χριστὸν τὸν Θεὸν ἡμῶν ἱκέτευε ἐλεηθῆναι τοὺς σὲ μεγαλώνοντας.

Ἦχος γ΄.
Σθένει οὐρανίῳ καὶ ψυχῇ ἀκαταπλήκτῳ βασάνων τὸ ἐπίπονον, Μένιγνε, καὶ δοκιμασίαν Σταυροῦ σὺν τῇ δεινῇ τῶν ἁρμῶν ἐκκοπήν, ἀήττητε, ἤνεγκας. Ἐν τῷ ξεσμῷ μέχρις αἵματος τῷ Χριστῷ προσηύχου· ἐν τῇ τῆς κάρας σου τμήσει τοῦ παλαμναίου τὴν ὀφρὺν κατεπάτησας καὶ χαίρων ἀνῆλθες εἰς τὴν χαρὰν τοῦ Κυρίου σου, μεθ’ οὗ νῦν ἀγαλλόμενος πρέσβευε ὑπὲρ τῶν τιμώντων τὴν μακαρίαν σου ἄθλησιν.

Ἦχος δ΄.
Ἀνάπτων τὸν πόκον τῆς πίστεως καὶ λευκαίνων τῆς σῆς ψυχῆς τὸ ἱμάτιον διακαῶς ἠγάπησας τὸν Κύριον, Μένιγνε πανάριστε· τῇ σῇ δὲ ἀνενδότῳ ἀθλήσει τοὺς πιστοὺς τῇ εὐσεβείᾳ ἐστήριξας καὶ δυσσεβῶν τὴν ἀσέβειαν ἤλεγξας· διὸ πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. δ΄.
Κναφέων τὸ κλέος καὶ μαρτύρων ἀγλάϊσμα σὺ ὑπάρχεις, Μένιγνε πανθαύμαστε καὶ γὰρ ναὸς ὑπέρφωτος ἀνεδείχθης τοῦ Παναγίου Πνεύματος. Διὸ στέμματι ἀμαραντίνῳ ὁ ἀγωνοθέτης Χριστὸς σὲ ἐστεφάνωσεν, καὶ νῦν αὐτῷ συναυλιζόμενος λιτάζεις ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Εἰς τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἐν κναφεῦσιν ἐσθλός, ὁ λαμπρυνθεὶς ἐν τῇ ἀγάπῃ τοῦ Κτίσαντος, ὁ πίστει ἄχρι θανάτου ὁμολογήσας Αὐτόν, καὶ ἐχθρὸν ἐλέγξας τὸν παμβέβηλον· ὁπλίτα περίδοξε, ἀθλητὰ καρτερώτατε, ἀρετῶν δένδρον ἀγλαόκαρπον, Μένιγνε, καὶ ὑψίκορμε εὐσεβείας κυπάρισσε, ἡ ἐν θυέλλῃ μείνασα τῇ πίστει ἀκλόνητος, μὴ διαλείπῃς πρεσβεύων τὸν πανοικτίρμονα Κύριον τοῦ συναυλισθῆναι ἡμᾶς πάντας ἐν τῇ δόξῃ Αὐτοῦ τῆς χάριτος.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει...
Χαίροις, τῶν ἀθλητῶν τοῦ Χριστοῦ, ὁ ἀριστεὺς ἀναδειχθεὶς ἐν τοῖς σκάμμασιν, ὁ πίστει καταπατήσας, τὰς τοῦ ἐχθροῦ προσβολάς, συνεργείᾳ θείᾳ Μάκαρ Μένιγνε· ἀνδρείας τελείωσις, εὐψυχίας ὑπόδειγμα, πίστεως κλέος, δυσσεβῶν ἡ καταπτωσις καὶ θεμέλιον εὐσεβείας στεῤῥότατον· στέφει ἀΰλῳ, ἅγιε, φαιδρῶς κατεκόσμησε τὴν κεφαλήν σου ὁ μόνος Δεσπότης πάντων καὶ Κύριος, ὃν νῦν ἐκδυσώπει παρασχεῖν τοῖς σὲ τιμῶσι τὸ μέγα ἔλεος.

Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ...
Χαίροις, ἀκτινοβόλε χρυσέ, ὁ ἐν πυρὶ δοκιμασθεὶς καὶ ἀκίβδηλος τοῖς πᾶσι φανείς, θεόφρον ἐν τῇ ἀλήκτῳ ζωῇ οὐρανοπολίτης παραγέγονας καὶ νῦν, θεῖε Μένιγνε, στεφανίτης γενόμενος χαίρων αὐλίζῃ σὺν ἀγγέλοις καὶ μάρτυσι ἐν τῇ θέᾳ τοῦ Λυτρωτοῦ σου γηθόμενος. Μάρτυς Χριστοῦ πανθαύμαστε, κναφέων ὑπόδειγμα, θείου ἐλέους ῥανίδας ὁ πλουσιόδωρος Κύριος ἡμῖν ἐπιστάξαι τῇ πρεσβείᾳ σου δυσώπει, ἀφθόνως, πάντιμε.






Δόξα. Ἦχος πλ. α΄.
Τῶν φιλεόρτων τὸ σύστημα πνευματικῶς πανηγυρίσωμεν καὶ μυστικῆς τραπέζης εὐφρανθῶμεν, ὅτι ὁ Μάρτυς Μένιγνος, τοῦ Παρίου ὁ γόνος καὶ ἁπάντων τῶν κναφέων ὁ πρόβολος, ταῖς ἀΰλοις τάξεσι συγχορεύει σήμερον. Τοῦτον πάντες ἐπαινέσωμεν λέγοντες· Χαίροις ὁ δυσσεβῶν πτοήσας τὴν οἴησιν καὶ μαρτυρίου πιὼν τὸ ποτήριον. Χαίροις ὁ τῆς προσκαίρου ζωῆς μὴ φεισθεὶς καὶ ἀπειλὰς τῶν ἐχθρῶν μὴ φοβηθείς. Μαρτύρων ὑπογραμμέ, ὡς παρεστὼς τῇ Τριάδι ἱκέτευε ὑπὲρ τῶν πίστει τελούντων τὴν μακαρίαν σου ἄθλησιν.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομεν σέ, Θεοτόκε Παρθένε, καὶ δοξάζομεν σὲ οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τὸ Τρισάγιον.

Ἀπολυτίκια. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοῦ Παρίου τὸν γόνον, Ἑλλησπόντου τὸν πρόβολον, ὁπλιτῶν Κυρίου τὸ κλέος καὶ κναφέων τὸν ἔφορον, τὸν Μένιγνον τιμήσωμεν πιστοὶ μιμούμενοι τὰ σκάμματα αὐτοῦ, ἃ ὑπήνεγκεν ἐκθύμως ὑπὲρ τοῦ Ζωοδότου καὶ βοήσωμεν· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ σὲ μεσίτην κραταιὸν ἡμῖν δωρήσαντι.
Δόξα. Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς Μάρτυς ἀήττητος τοῦ ἀθλοθέτου Χριστοῦ, καὶ ῥόδον πανεύοσμον ῥανίσι πορφυρωθὲν αἱμάτων τῶν θείων σοῦ, Μένιγνε ἀθλοφόρε, καθωράθης ἐν κόσμῳ, λυῶν σῇ παῤῥησίᾳ παλαμναίου τὴν πλάνην· διὸ τοὺς σὲ ἀνυμνοῦντας δεινῶν ἐκλύτρωσαι.
Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.








ΟΡΘΡΟΣ

Μετὰ δὲ τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ἀκτῖσι νοηταῖς τῆς πανσόφου Τριάδος λαμπόμενος, σοφέ, ἐκ τοῦ σκότους μὲ ῥῦσαι, ταῖς σαῖς, θεῖε Μένιγνε, φωτοφόροις πρεσβείαις σου καὶ καταύγασον φωτὶ ἀΰλῳ τὸν νοῦν μου, ὅπως ᾄσω σοῦ τὸ ἀκατάβλητον θάρσος καὶ τὴν σὴν ἐνάθλησιν.
Θεοτοκίον.
Μητέρα σὲ Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανείσαν, οἱ πόθῳ καταφεύγοντες πρὸς τὴν σὴν ἀγαθότητα, σὲ γὰρ ἔχομεν ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Μετὰ τὴν β στιχολογίαν, Κάθισμα. Ηχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὤ τῶν καλλίστων σου ἀγώνων, μάκαρ Μένιγνε, δι’ ὧν τὴν πλάνην τῶν εἰδώλων θάρσει ἔλυσας καὶ κατέκαυσας τυράννων τὴν θρυαλλίδα· τῆς γλώττης σου, δι’ ἧς ἐχθροὺς κατῄσχυνας καὶ πληθὺν τῶν Ὀρθοδόξων κατηγλάϊσας τῶν κραζόντων σοι· Χαίροις, Μάρτυς ἀήττητε,
Θεοτοκίον.
Ἐν τῷ ναῷ εἰσερχομένη ἡ πανύμνητος ἁγνὴ θεόπαις, Βασιλέως τὸ παλάτιον, ἀνεπλήρου τὴν πατρῴαν ἐπαγγελίαν. Ἐν σκηνώματι ἁγίῳ ἠρετίσατο κατοικεῖν ἡ τοῦ Θεοῦ ἀμνὰς ἀμόλυντος τριετίζουσα, ἡ πανακήρατος Δέσποινα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν, στεῤῥέ, αἱ τῶν ἀπίστων στρατειαί, καθορῶσαι θεῖον φῶς ἐπὶ τὴν κάραν σου ἐλθὸν καὶ καταύγασαν σὸν τόπον τοῦ μαρτυρίου, Μένιγνε κλεινέ, ὁπλῖτα ἄριστε, μέγας δέ ἐστί, αὐταὶ ἀνέκραζον, Χριστιανῶν ὁ Κύριος ὁ καὶ Θεὸς τῶν δυνάμεων ὁ στεφανώσας καὶ θαυμαστώσας τοὺς αὐτὸν καταγγέλλοντας.
Θεοτοκίον.
Ἡ θεόπαις Μαριάμ, ἡ τοῦ Σωτῆρος κιβωτός, τριετὴς ἐν τῷ ναῷ δῶρον προσάγεται τανῦν          τὴν τῶν γονέων πληροῦσα ἐπαγγελίαν, χόρευε Σιών, ὅτι ἡ Ἄνασσα ἐν οἴκῳ Θεοῦ, οἰκεῖν ηὐδόκησεν, ἡ ἐν γαστρὶ βαστάσασα ὃν οὐ χωρεῖ τὸ στερέωμα καὶ ἐν ὀδύναις ἀναδειχθεῖσα κρουνὸς κιρνῶν ἀγαλλίασιν.







Εἶτα οἱ Ἀναβαθμοί. Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει.
Στίχος: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου...
Πᾶσα πνοή. Εὐαγγέλιον. Ματθ. Ι΄ 17-22
Ὁ Ν᾿ Ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Στίχος: Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεός... Ἰδιόμελον. Ἦχος β΄.
Σήμερον ὁ ἀήττητος ὁπλίτης τοῦ Βασιλέως Χριστοῦ Μένιγνος ὁ πανθαύμαστος, ἀνόμοις παραγίνεται καὶ τοῖς ὄμβροις τῶν αὐτοῦ αἱμάτων λαμπρυνθεὶς μέτοχος γίνεται τῆς οὐρανίου μακαριότητος. Σήμερον καὶ ὁ ἔμψυχος ναὸς τοῦ Βασιλέως τῆς δόξης εἰσάγεται ἐν τῷ Ναῷ ὡς δάμαλις τριετίζουσα. Ὁ ἐξ αὐτῆς δὲ προελθὼν Χριστὸς ὁ Θεὸς ἀνέπλασε τὸ γένος ἡμῶν τῇ αὐτοῦ εὐσπλαγχνίᾳ. Χαίρετε οὖν, λαοί, καὶ ἀγαλλιάσθε.


Καὶ οἱ Κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: «ΚΝΑΦΕΑ ΜΕΝΙΓΝΟΝ ΚΡΑΤΥΝΩ. ΧΑΡΑΛΑΜΠΟΥΣ».
ᾨδὴ α΄. Ἀνοίξω τὸ στόμα μου.
Κοσμήτωρ πανάγιε τῆς ὑφηλίου, ἀξίωσον κἀμὲ τὸν ἀνάξιον, ὅπως ὑμνήσω φαιδρῶς τὰ παλαίσματα τοῦ μάρτυρος Μενίγνου, τοῦ πίστει πατήσαντος ἐχθροῦ τὸ φρύαγμα.
Νομίμως ἠρίστευσας ἐν τῷ σταδίῳ, θεσπέσιε, χειρόγραφον ἄηθες κατὰ τῶν Χριστιανῶν καταστρέφων ἐν πολλῇ τῇ παῤῥησίᾳ ἐνώπιον, Μένιγνε, τοῦ φαύλου ἄρχοντος.
Ἀγὼν οὐκ ἐπτόησε τῆς σῆς καρδίας τὸ εὔτονον, ἀλλὰ πόθῳ ἔστησας τρόπαιον πανευκλεὲς ἐν τῷ σώματι, τρισμάκαρ, τῷ ἰδίῳ βαστάζων, ὦ Μένιγνε, Χριστοῦ τὰ στίγματα.
Θεοτοκίον.
Φωτὸς ταῖς ἀκτῖσί σου τοῦ σωτηρίου, Πανύμνητε, τὸ σκότος διάλυσον τὸ ἐν ἐμοὶ κατοικοῦν καὶ ἐκλάμπρυνον, Παρθένε, τὴν ψυχήν μου πρεσβείαις τοῦ μάρτυρος Μενίγνου, δέομαι.











ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Εὐτόλμως ὑπήνεγκας βασάνους ὡς ἄσαρκος, Μένιγνε σοφέ, δεινῶν δὲ κολαστήρια ὡς δρόσον ὑετίζουσαν ἐξ ὕψους καταβαίνουσαν σύ, ἐθεώρεις, στεῤῥότατε.
Ἀνθρώπων ὁμοῦ τε καὶ ἀγγέλων τῇ σῇ κατεπλάγησαν χοροὶ ἀθλήσει, γενναιότατε, δι᾿ ἧς κατασυνέτριψας ὡς ὁ Δαβὶδ τὸ πρότερον τὸν πολυμήχανον γίγαντα.
Μενίγνου τοῦ μάρτυρος Κυρίου προβόλου κναφέων δέ, πιστοί, ἐν ἐπιγνώσει ᾄσωμεν ψυχῆς αὐτοῦ τὸ εὔτολμον, ὅτι εἰς τέλος ἔφερε πικρῶν ὀδυνῶν τὴν κάκωσιν.
Θεοτοκίον.
Εὐφραίνου, Παρθένε Θεοτόκε, καθέδρα τοῦ πάντων Ποιητοῦ, ὅτι ἐκυοφόρησας ἐν τῇ γαστρί σου, ἄμωμε, τὸν Λυτρωτὴν καὶ Κύριον Υἱὸν καὶ Λόγον τοῦ Κτίσαντος.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Σκεῦος τίμιον τοῦ Παρακλήτου, ἀγλαόκαρπον πίστεως δένδρον, καὶ μαρτύρων καθωράθης ἰσότιμος· τοῦ γὰρ Σωτῆρος τὸ πάναγνον ὄνομα ὁμολογήσας στεῤῥῶς, θεῖε Μένιγνε, ἀμαράντινον ζωῆς ἀλήκτου διάδημα ἐστέφθης ἀγαλλόμενος ἐν πνεύματι.
Θεοτοκίον.
Τέρπου, χόρευε, Σιὼν ἁγία, ὅτι σήμερον ἐν τῷ τεμένει τοῦ Θεοῦ ἡ Παναγία προσάγεται. Ἰωακεὶμ οὖν καὶ Ἄννα σκιρτήσατε, ὅτι ὁ γόνος ὑμῶν δῶρον τίμιον τῷ παντάνακτι Θεῷ καὶ Κτίστῃ προσφέρεται αὐτῷ ἐτοιμασθῆναι εἰς κατοίκησιν.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Νάματα βλυζάνεις χορείαις πιστῶν τοῖς ἀναφωνοῦσί σοι, Μένιγνε, χαῖρε, κναφέων ὁ φωστὴρ ὁ φαεινὸς καὶ τῆς θείας χάριτος, χαῖρε, παναρμόνιον ὄργανον.
Ἵνα ἀθλητῶν καταστῇς κοινωνός, κόσμου ἀπηρνήθης τερπνότητα, ὁμολογήσας δὲ Χριστὸν ἀνδροπρεπῶς εὔοσμον θυμίαμα, αὐτῷ προσηνέχθης, πανθαύμαστε.
Γαυριῶντα δόλιον, μάρτυς, ἐχθρὸν πανσθενῶς κατέβαλες, Μένιγνε, λύσας αὐτοῦ δὲ τὰς βεβήλους μηχανὰς ἐν τῇ ἐναθλήσει σου τῶν Χριστοῦ παθῶν ἐκοινώνησας.
Θεοτοκίον.
Νύμφην τὴν πανάσπιλον, πάντες λαοί, ὕμνοις μελωδήσωμεν λέγοντες· χαῖρε, ταμεῖον τοῦ Δεσπότου μυστικόν, χαῖρε, θεία τράπεζα, χαῖρε, οὐρανῶν ἡ παντάνασσα.



ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα.
Ὁρῶντες ὁλόφωτον σὴν κάραν ἐξανίσταντο οἱ τῶν ἀσεβούντων στρατιῶται καὶ ὡμολόγουν· ὡς ἀληθὴς ὁ Θεὸς Μενίγνου, ὁ θαύματα ποιῶν, ὃν ὡς Παντοκράτορα οἱ πιστοὶ μεγαλύνουσι.
Κναφεὺς ἐνσυνείδητος ἐν τῷ Παρίῳ ὄλβιε, ὤφθης ἐκτελῶν σὴν ἐργασίαν ἐν ἐπιγνώσει, ὑπομονῇ καὶ χαρᾷ μέλπων γηθοσύνως τὸν Θεὸν τὸν πανυπερύμνητον, ζωοπάροχον Κύριον.
Νεάγγελτον εἴδησιν κατὰ τῶν ὁμοθρήσκων σοῦ οὐχ ὑπηνεγκών, σύ, θεοφόρε, ἐπεστρατεύθης ἐν τῷ ἀγῶνι ἑκὼν καὶ πλησθεὶς ἐκ ζήλου ἱεροῦ πίστιν τὴν ἀμώμητον τοῦ Χριστοῦ διετράνωσας.
Θεοτοκίον,
Ῥητόρων κινείσθωσαν αἱ γλῶτται, Ὑπεράμωμε, πρὸς δοξολογίαν τε καὶ αἶνον τῆς σῆς ἁγίας καὶ παναχράντου μορφῆς, ἥν Ἀγγέλων ἅμα καὶ βροτῶν αἱ χορεῖαι ᾄδουσι καὶ πιστῶς μεγαλύνουσι.

ᾨδή στ΄. Τὴν θείαν ταύτην.
Αὐχένα κύψας, τρισόλβιε, ἐχθρῶν τῇ προσταγῇ ματαιότητα τῆς πλάνης ἔφυγες, καὶ ἡριθμήθης, ὦ Μένιγνε, τῇ ἐκλεκτῇ καὶ θείᾳ ποίμνῃ τοῦ Κτίσαντος.
Τὸν δίαυλον τῆς ἀθλήσεως ἀνύσας ἐδοξάσθης ὡς ἔνθεος μάρτυς ἀήττητος, ὅθεν καὶ ἅπασι, Μένιγνε, τοῖς Ὀρθοδόξοις ὕψωσας κέρας ἅγιον.
Ὑπὸ τῆς χάριτος, Μένιγνε, τῆς ἄνωθεν ῥωννύμενος ἔφερες εἰς τέλος ἀρίστᾳ πόνους ποικίλους καὶ μάστιγας ἅμα δὲ τμῆσιν κάρας τῆς σῆς, ἀοίδιμε.
Θεοτοκίον.
Νηδύν, Παρθένε πανάμωμε, τὴν σὴν ἐσφραγισμένην καὶ ἄσπιλον, ἀνοίξαι ἔδοξεν ὁ θεῖος Λόγος καὶ Κύριος, ἐν τῇ αὐτοῦ ἀφάτῳ κενώσει, Ἄχραντε.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν τοῦ Μενίγνου πολυσέβαστον μνήμην δεῦτε τανῦν, φιλομαρτύρων οἱ δῆμοι, ἐν καλλιχόρδῳ μέλψωμεν κιθάρᾳ φαιδρῶς, ὅτι ἐτροπώσατο τὸν μισόκαλον ὄφιν καὶ κατεπορφύρωσεν ὥσπερ πῦρ τὸν αἰθέρα τὴν φρυγανώδη καίων τῶν ἐχθρῶν πλάνον θρησκείαν τὴν οὖσαν κατείδωλον.
Ὁ Οἶκος.
Ἐξέλαμψε σήμερον ἡ φωτοφόρος μνήμη Μενίγνου τοῦ μάρτυρος, συγκαλοῦσα ἅπαντος τοὺς εὐσεβεῖς πρὸς αἶνον ἀέναον τοῦ Ζωοδότου Χριστοῦ. Λελαμπρυσμένος οὗτος τοῖς στίγμασι τῶν ἀθλητικῶν αὐτοῦ καμάτων παῤῥησίᾳ ἐκήρυξε τὸ πανάγιον τοῦ Κυρίου ὄνομα. Ἐπιποθῶν δὲ εἰσελθεῖν εἰς τὸν οὐράνιον Νυμφῶνα καὶ εὐσεβεῖς ἐπιστηρίξαι τῇ πίστει, γηθοσύνως κατεπάτησε τὴν τῶν ἀπίστων ἐχθρῶν πλάνον θρησκείαν τὴν οὖσαν κατείδωλον.

Συναξάριον.
Τῇ κβ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Μενίγνου τοῦ Κναφέως.
Ἄληκτον κνάπτων ζωὴν σὴ παῤῥησία ξίφους,
κναφεῦ Μένιγνε, ἔλαβες πείραν.
Κάραν, κναφεῦ, Μένιγνε, τμηθεὶς ἐκ ξίφους,
Κνάπτεις σεαυτόν· κἂν ῥύπους εἶχες, πλύνῃ.
Οὗτος ὁ στεῤῥὸς ἀθλητὴς τῆς πίστεως Μένιγνος κατήγετο ἐκ τοῦ Παρίου, κώμης κειμένης παρὰ τὸν Ἑλλήσποντον, καὶ μετήρχετο τὸ ἐπάγγελμα τοῦ κναφέως.
Κατὰ τὸν ἐπὶ Δεκίου γενόμενον διωγμὸν ὁ ἀρχῶν τοῦ τόπου διέταξε νὰ καταδιώκωσι καὶ φονεύωσι τοὺς ὁμολογητὰς τῆς Χριστιανικῆς Πίστεως. Τότε αἱ φυλακαὶ τοῦ Παρίου ἐπληρώθησαν Χριστιανῶν ἐλευθερωθέντων θεία δυνάμει ἔν τινι νυκτί. Τὸ γενόμενον ἀνεστάτωσε τὴν πόλιν καὶ τοὺς δεσμοφύλακας, οἵτινες διατρέχοντες τὰς ὀδοὺς αὐτῆς ἐβόων, ὅτι ὁ Ναζωραῖος Ἰησοῦς ἀπηλευθέρωσε τοὺς δεσμίους.
Ταῦτα ἀκούσας καὶ ὁ κναφεὺς Μένιγνος, ἐπλήσθη θείου ζήλου καὶ ἐπιστρέψας εἰς τοὺς κατόχους τῶν τὰ πρὸς λεύκανσιν ἐνδύματα αὐτῶν, ἐῤῥίφθη εἰς τὸ σκάμμα τῆς ἀθλήσεως. Προσῆλθεν οὗν τῷ ἄρχοντι, καθ’ ἥν ὤραν οὗτος ἀνεγίνωσκε τὰ κατὰ τῶν Χριστιανῶν γράμματα καὶ διαρπάσας ἐποδοπάτησεν αὐτά.
Διὰ τοῦτο συλλαμβάνεται, τύπτεται, κρεμᾶται ἐπὶ ξύλου, ξέεται, ἀποκόπτεται τοὺς δακτύλους καὶ τέλος ἀποτέμνεται τὴν κεφαλὴν τελέσας τὸν καλὸν τῆς εὐσεβείας ἀγῶνα καὶ δοξάσας τὸ πάντιμον ὄνομα τοῦ Σωτῆρος Χριστοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Φιλήμονος, Ἀρχίππου, Ἀπφίας καὶ Ὀνησίμου, μαθητῶν γεγονότων Παύλου τοῦ Ἀποστόλου.
Χώραν φιλοῦντα τὸν Φιλήμονα χλόης,
Χλωροῖς λόγοις τύπτουσιν οἱ μιαιφόνοι.
Ποθῶν τὸν ἀκρόγωνον Ἄρχιππον λίθον,
Κατηλοήθη τῷ πόθῳ τούτου λίθοις.
Ἥπλωσεν Ὀνήσιμος εἰς θλάσιν σκέλη,
Παύλου σκελῶν δραμόντα γενναίους δρόμους.
Ἡπλωμένην παίουσιν εἰς γῆν Ἀπφίαν,
εἰς Οὐρανοὺς ἔχουσαν ὄμμα καρδίας
Χριστοῦ καλοῦντος, ὤφθητε δρόμῳ ξένῳ,
Χριστοῦ μαθηταί, δραμόντες πρὸς τὴν κλῆσιν.
Οὗτοι ὑπῆρχον ἐπὶ Νέρωνος τοῦ βασιλέως, μαθηταὶ γεγονότες τοῦ Ἁγίου Παύλου. Ἐμαρτύρησαν δὲ ἐν Κολοσσαῖς, πόλει τῆς Φρυγίας, πλησίον τῆς Λαοδικείας. Τῶν γὰρ Ἑλλήνων ἑορτὴν ἀγόντων τῇ Ἀρτέμιδι ἐν τῷ ταύτης ναῷ τῷ ἐν Κολοσσαῖς, αὐτοὶ τῷ Θεῷ τὴν δοξολογίαν ἀνέφερον ἐν τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ, μετὰ καὶ ἄλλων χριστιανῶν. Ὧν τῇ τῶν εἰδωλολατρῶν ὑποκεχωρηκότων ἐφόδῳ, οὗτοι μόνοι μετὰ τῆς Ἀπφίας, πιστῆς καὶ αὐτῆς οὔσης, ἐναπελείφθησαν, ποθοῦντες τὸ κατὰ Χριστὸν μαρτύριον. Συσχεθέντες οὖν, ἤχθησαν πρὸς Ἀνδροκλέα τὸν ἡγεμόνα Ἐφέσου. Τύπτονται οὖν παρ᾿ αὐτοῦ, καὶ μὴ πεισθέντες θῦσαι τῷ εἰδώλῳ τῷ καλουμένῳ Μηνᾷ, εἰς βόθρον ἐμβάλλονται μέχρις ὀσφύος· καὶ οὕτω λιθολευστοῦνται, πρότερον ὑπὸ παίδων ῥαφίσι κατακεντηθέντες.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων Κικιλίας, Βαλλεριανοῦ καὶ Τιβουρτίου.
Λουτροῦ φέρεις ἔκκαυσιν, ὦ Κικιλία,
Λούῃ δὲ λουτρὸν αἵματος διὰ ξίφους.
Βαλλεριανὸν καὶ συναθλητὴν ἅμα
Οὗτοι ἤθλησαν ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ. Καὶ ἡ μὲν Κικιλία ὑπῆρχεν ἐκ τῆς Ῥώμης, προγόνους ἔχουσα λαμπρούς. Μνηστευθεῖσα δὲ τῷ Βαλλεριανῷ, τοῦτον ἐπὶ τὴν εἰς Χριστὸν πίστιν μετηγάγετο καὶ ἐν ἁγνείᾳ διάγειν ἔπεισεν. Ὁ δὲ Βαλλεριανὸς τὸν Τιβούρτιον, ἀδελφὸν αὐτοῦ γνήσιον ὄντα. Εἰς τοσαύτην δὲ ἀρετὴν ἀνήχθη ὁ Τιβούρτιος, ὡς καὶ Ἀγγέλοις καθ᾿ ἑκάστην προσομιλεῖν. Οὗτοι οὖν τὰ λείψανα τῶν τοῦ Χριστοῦ Μαρτύρων θάπτοντες, διαβάλλονται τῷ Ἀλμακίῳ ἐπάρχῳ τῆς πόλεως. Καὶ ἀχθέντες ἐνώπιον αὐτοῦ καὶ τὸν Χριστὸν ὁμολογήσαντες, ἐκδίδονται τῷ Καπηλαρίῳ Μαξίμῳ ἀποτμηθησόμενοι τὰς κεφαλάς. Ὅς, μετὰ τὴν τῶν Ἁγίων ἐκτομήν, θεασάμενος Ἀγγέλους προπέμποντας καὶ δορυφοροῦντας τὰς ψυχὰς τῶν Μαρτύρων, ἐπίστευσε καὶ αὐτός. Ἡ δὲ ἁγία Κικιλία, ἐν βαλανείῳ βληθεῖσα, σφοδρῶς ἐκκαέντι καὶ μὴ συγχωρουμένη τὴν ἔξοδον, ἐπὶ τρισὶν ἡμέραις παραμείνασα, τὴν διὰ ξίφους δέχεται τελευτὴν ἐν αὐτῷ τῷ βαλανείῳ, τοῦτο τοῦ ἐπάρχου ἀποφηναμένου.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου, Στεφάνου καὶ ἑτέρου Μάρκου.
Τμηθεὶς ξίφει, Στέφανε, σὺν Μάρκοις δύο,
Πολλοὺς σὺν αὐτοῖς τοὺς στεφάνους λαμβάνεις.
Οὗτοι ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ βασιλέως καὶ Μάγνου ἡγεμόνος, ἐκ πόλεως Ἀντιοχείας τῆς Πισιδίας. Κατασχεθέντες δὲ καὶ τὸν Χριστὸν παῤῥησίᾳ ὁμολογήσαντες καὶ πλείστας ὑποστάντες βασάνους καὶ μὴ πεισθέντες ἀρνήσασθαι τὸν Χριστόν, τὰς κεφαλὰς ἀπετμήθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάξιμος ὁ Καπηλάριος αἰκισθείς, τελειοῦται.
Μάξιμος αἰκίζεται ὁ φρουρᾶς φύλαξ,
Εὐθὺς ὑπάρξας ἐντολῶν Θεοῦ φύλαξ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Προκόπιος ὁ ἐν Παλαιστίνῃ, ξίφει τελειοῦται.
Πρὸς τὴν τομὴν ὥρμησεν οἷα πρὸς πάλην,
Καὶ Προκόπιος θρέμμα τῆς Παλαιστίνης.
Οὗτος, ἀφιέρωσε τὴν ζωήν του εἰς ἀσκητικὴν ὅλως καὶ ἐναγώνιον φιλοσοφίαν· ὅθεν, μὲ τὴν ἄσκησιν ταύτην καὶ τὸν ἀγῶνα ἀπέκτησε πᾶν εἶδος ἀρετῆς. Καὶ κατήγετο μὲν ἐκ τῆς πόλεως Ἀἱλίας, ἤτοι ἐκ τῶν Ἱεροσολύμων, διέτριβε δὲ εἰς τὴν Σκυθούπολιν προσφέρων εἰς τὴν τοῦ Θεοῦ Ἐκκλησίαν τρεῖς ἐνταυτῷ ὑπηρεσίας, τὴν τῆς ἀναγνώσεως, τὴν μεθερμήνευσιν τῆς Συριακῆς γλώσσης, καὶ τῆν ἀποδίωξιν τῶν δαιμόνων. Ἐπειδὴ δὲ ἀπεκαλύφθησαν τὰ ἔνθεα αὐτοῦ κατορθώματα, ἐφέρθη εἰς τὴν Καισάρειαν, καὶ παρεκινεῖτο ὑπὸ τοῦ ἐκεῖ Ἄρχοντος, νὰ θυσιάσῃ εἰς τὰ εἴδωλα, καὶ μὲ τοῦτο νὰ ὑπακούσῃ εἰς τέσσαρας Βασιλεῖς. Τότε, ὁ Μάρτυς περιγελάσας τὸν λόγον, εἶπεν ἐκεῖνο τὸ τοῦ Ὁμήρου· Οὐκ ἀγαθὸν πολυκοιρανίη· εἶς κοίρανος ἔστω. Εἶς Βασιλεύς, καὶ εἶς Θεός, ὁ Ποιητὴς καὶ Δημιουργὸς τῶν ὅλων. Ταῦτα ἀκούσας ὁ Ἄρχων, ἐγένετο ὀργῆς ἔμπλεως, καὶ καταδικάζει τὸν Ἅγιον νὰ ὑποστῇ τὸν διὰ ξίφους θάνατον. Ὁ δὲ τοῦ Χριστοῦ Μάρτυς, εὗρεν οὕτω σύντομον τὴν ὁδὸν τὴν εἰς τοὺς Οὐρανοὺς ἄγουσαν.


Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀββᾶ.
Ἀββᾶν, τὸν ἐκτύπωμα ὄντα Ἀββάδων,
Τιμῶ πρεπόντως, ὡς τεκνίων πατέρα.
Οὗτος ἦν ἐκ γένους τῶν Ἰσμαηλιτῶν· Καταλιπὼν δὲ γονεῖς καὶ πατρίδα καὶ πλοῦτον, ἠκολούθησε Μοναχῷ τινι, ἐνδυσάμενος τὸ μοναχικὸν σχῆμα, καὶ ἦν σὺν αὐτῷ ἐπὶ χρόνους τινάς. Εἶθ᾿ οὕτω λαβὼν αὐτὸν ὁ ἐπιστάτης αὐτοῦ, σὺν αὐτῷ ἀπῆλθε, μαθητευθῆναι παρὰ τῷ μεγάλῳ Εὐσεβίῳ τῷ ἀγωνιστῇ· οὗ κοιμηθέντος, ἔμεινεν οὗτος παρ᾿ αὐτῷ τῷ τόπῳ. Ὀκτὼ δὲ καὶ τριάκοντα διατελέσας ἐκεῖσε χρόνους, ἀεὶ ἐπεκτείνετο, ὡς ἀρχὴν ἔχων. Ὑποδήμασι μὲν οὐδέποτε τοὺς πόδας ἐκάλυψεν· ἐσθίων δὲ βραχέα καὶ ὅσα βραχεῖαν ἐντίθησι δύναμιν, περιττὴν ἡγεῖτο καὶ τὴν τοῦ ὕδατος χρείαν· σιδήρῳ δὲ τὴν ὀσφὺν ἐζωσμένος, ἐκάθητο μὲν ὀλιγάκις, τῆς δὲ νυκτὸς καὶ ἡμέρας τὸ πλεῖστον ἑστηκώς, ἢ ἐπὶ τῶν γονάτων κείμενος, τὴν τῆς εὐχῆς τῷ Δεσπότῃ λειτουργίαν προσέφερε. Τῆς κατακλίσεως δὲ τὴν χρείαν ἀναγκαίαν ἡγεῖτο οὐδαμῶς· οὐδεὶς γὰρ αὐτόν ποτε κατακλιθέντα ἐθεάσατο. Ἀλλὰ καὶ τοῦ χοροῦ τῶν Μοναχῶν κορυφαῖος γενόμενος καὶ προστατεύειν λαχών, ἀρχέτυπον ἑαυτὸν τῆς φιλοσοφίας τοῖς ὑπηκόοις ἅπασιν προΰθηκεν. Οὕτω βιούς, καὶ πλήρης ἡμερῶν γενόμενος, ἀνεπαύσατο ἐν Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Χριστοφόρος καὶ Εὐφημία ξίφει τελειοῦνται.
Τὴν Εὐφημίαν σοὶ συνευφημεῖν ἔγνων,
Σοὶ συσφαγεῖσαν, χριστόφορον Χριστοφόρε.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Θαλλέλαιος καὶ Ἄνθιμος ξίφει τελειοῦνται.
Θαλλέλαιος, Ἄνθιμος ἐκτετμημένοι,
Ἀειθαλῶς ἀνθοῦσιν, ὡς θεῖα ξύλα.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κάλλιστος ὁ Β΄, Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.
Κάλλιστος ἐχθρὸν τὸν κάκιστον πτερνίσας,
Φίλος Θεῷ πρόσεισιν ἐκλελεγμένος.


Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Θαδδαῖος, ἐν τροχῷ δεθεὶς καὶ κατὰ πρανοῦς ἀφεθείς, τελειοῦται.
Κατὰ πρανοῦς Θαδδαῖον ὁ τροχὸς στρέφει,
Φωνὴ δὲ βροντῆς ἐν τροχῷ ψαλμὸς λέγει.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγίος Μάρτυς Ἀγαπίων θηρσὶν ἐκδοθείς, καὶ μὴ βλαβεὶς ὑπ’ αὐτῶν τελειοῦται· καὶ Σισίνιος Ἱερομάρτυς καὶ Ἀγάπιος,οἱ διὰ ξίφει τελειοῦνται.
Ἀπῆλθε, θηρσὶ μὴ βλαβείς, Ἀγαπίων.
Τοῦτον γὰρ ἠγάπησε καὶ θηρῶν φύσις.
Εἶχες θύτην με, νῦν δὲ καὶ θῦμα ξένον,
Ἔχεις με Σισίνιον ἐκ ξίφους, Λόγε.
Ὑπὲρ Θεοῦ, ταθέντος ἐν τῷ Κρανίῳ,
Ξίφει σόν, Ἀγάπιε, τείνεις κρανίον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γερμανοῦ, ἱδρυτοῦ τῆς Ἱερᾶς Μονῆς Εἰκοσιφοινίσσης.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μιχαὴλ τοῦ Δουκὸς Τφερίας τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.


ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν.
Ὥσπερ ἄκακον ἀμνὸν σὲ οἱ παμβέβηλοι περιεκύκλωσαν, δίκην θηρίων, σοφέ, ἀλλά, σύ, ἀνώτερος τῆς τούτων ἔμεινας βλάβης, Μένιγνε, διὸ καὶ στέφος ἄφθαρτον τῶν σῶν ἄθλων προσεδέξω.
Καιρῶν ἔφερες πολυωδύνους μάστιγας, σταυρὸν καὶ μάχαιραν ὡς δρόσον ἐξ οὐρανοῦ καὶ ὡς θῦμα τέλειον προσήχθης, Μένιγνε, τῷ Κυρίῳ σου, μεθ᾿ οὗ συμβασιλεύεις νῦν ἐν σκηναῖς ἐπουρανίοις.
Ἀπτοήτῳ σου ψυχῇ, Μάρτυς πανθαύμαστε, καὶ σῷ φρονήματι ἀνδρείῳ καὶ γεραρῷ ἐχθρῶν τὴν παράταξιν κατασυνέτριψας καὶ ὑπέρτερος τῶν ἀλγηδόνων, Μένιγνε, ὤφθης ἄχρι τελευτῆς σου.
Θεοτοκίον.
Ῥᾳθυμίας ὀλετήρ, Θεογεννήτρια, τῆς πολεμούσης με γενοῦ ἀκέστωρ θερμή, μολοῦσα δὲ τάχιστα ἐμοῦ τὰ πήματα τὰ πολύστονα λῦσον καὶ καταξίωσον τοῦ λιγαίνειν σὲ ἀπαύστως.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἄσπιλον φορῶν τὸν σὸν χιτῶνα ἡδέα τοῦ κόσμου τούτου καὶ τερπνότητας ἀπηρνήθης, Μένιγνε, καὶ πρὸς τρίβους ὥδευσας τοῦ μαρτυρίου, ἐν ᾧ καὶ θανὴν ὑπέμεινας ἀγλάἱσμα κναφέων καὶ κλέος ὑπὲρ τοῦ θανόντος ὑπὲρ ἡμῶν ἐν ξύλῳ.
Λείριον τερπνὸν τοῦ παραδείσου ὠράθης, Χριστοῦ μαρτύρων ἰσοστάσιε, Μένιγνε μακάριε, ὅθεν καὶ σὴν ἄθλησιν ἀνευφημοῦντες λέγομεν· κναφέων ἔρεισμα, τὸν Κύριον ἀπαύστως δυσώπει ὑπὲρ τῶν τιμώντων σὴν μνήμην εἰς αἰῶνας.
Ἄκυμος, φωσφόρε, ἠκολούθεις τὸν δρόμον τοῦ μαρτυρίου καρτερώτατα ὡς ἐπὶ σφαγὴν ἀμνὸς διὰ τὴν τοῦ Πλάστου σου ἀγάπην, θεῖε Μένιγνε, τὴν ἀνυπέρβλητον, δι’ ἧς πολυωδύνους βασάνους καὶ τὴν πεῖραν ξίφους ὑπήνεγκας ἀσμένως.
Θεοτοκίον.
Μήτρα ὥσπερ βάτος φλεγόμενη καὶ μὴ κατακαιομένη, Μητροπάρθενε, ἡ σὴ ὤφθη κύουσα τὸν Θεὸν καὶ ἄτρητος ὑπερβάλλοντος μένουσα, Κόρη ἀπείρανδρε, διὸ καὶ ἐξανίστησι πάντας τοὺς πιστοὺς πρὸς αἶνον ἀπαύστως εἰς αἰῶνας.


Ὠδή θ΄. Ἅπας γηγενής.
Πράξεσι κλειναῖς ἐνθέοις καὶ ῥήμασι σοῖς γενναιόφροσι, Μένιγνε, ὡράϊσας τὴν Ἐκκλησίαν τοῦ Παντοκράτορος, τὰ ὅπλα δὲ τῆς πίστεως περιζωσάμενος ἀσεβούντων τὴν ἰσχὺν κατέτρωσας σῷ στεῤῥῷ, ἀθλητά, παραστήματι.
Ὅκνος ζοφερός, σοφέ, οὐ κατέλαβε τὴν σὴν χρηστότητα, ἀλλὰ τάχος ἔδραμες ἐν τῷ σταδίῳ τῆς ἐναθλήσεως καὶ ὀχετοῖς αἱμάτων σου κατεπορφύρωσας τὴν σὴν θείαν ἁλουργίδα, Μένιγνε, ἥν πιστῶς ἐν τῷ βίῳ ἐξύφηνας.
Ὕμνους ἱεροὺς οἱ δῆμοι προσφέρουσι Χριστιανῶν τῷ κλεινῷ τοῦ Κυρίου μάρτυρι Μενίγνω θείῳ, τῷ ἐκλαμπρύναντι τὴν πίστιν τὴν ἀμώμητον ἡμῶν καὶ κράζουσι· τῶν κναφέων κλέϊσμα, ἀξίωσον λυτρωθῆναι δεινῶν τοὺς τιμῶντάς σε.
Θεοτοκίον.
Σέβετε, πιστοί, τὴν Πάναγνον Δέσποιναν τὴν ἐκβλαστήσασαν ἐκ τῆς ῥίζης Ἰεσσαὶ εὐῶδες ἄνθος καὶ ἀναθάλλουσαν τὸν ποιητὴν τὸν ἴδιον καὶ μόνον Κύριον, παρελθοῦσαν νόμους τοὺς τῆς φύσεως αἰωνίους βροτείου συστήματος.

Ἐξαποστειλάριον. Ἦχος δ´. Γυναῖκες ἀκουτίσθητε.
Φλογὶ σῆς ἐναθλήσεως ἀπίστων φλόγα ἔσβεσας καὶ ὡς χρυσὸς ἐν καμίνῳ δοκιμασθείς, ἀθλοφόρε, τῷ τοῦ Σωτῆρος βήματι παρέστης ἀγαλλόμενος καὶ τᾶις λιταῖς σου, Μένιγνε, ὑγίειαν πάρεχε πᾶσι τοῖς ἐκτελοῦσι σὴν μνήμην.
Θεοτοκίον. Ὅμοιον.
Ἥν πάλαι προκατήγγειλε, τῶν Προφητῶν ὁ σύλλογος, στάμνον καὶ ῥάβδον καὶ πλάκα, καὶ ἀλατόμητον ὄρος, Μαρίαν τὴν θεόπαιδα, πιστῶς ἀνευφημήσωμεν· σήμερον γὰρ εἰσάγεται εἰς τὰ ἅγια τῶν ἁγίων ἀνατραφῆναι Κυρίῳ.














Εἰς τοὺς Αἰνούς. Ἦχος α΄. Πανεύφημοι μάρτυρες.
Κναφέων τὰ πλήθη, πανδημεῖ δεῦτε ἀνυμνήσωμεν τὸν ῥωμαλέῳ φρονήματι αὐτομολήσαντα πρὸς τοῦ μαρτυρίου τὰς ἐπάλξεις, Μένιγνον, ἀστέρα οἰκουμένης τὸν ἄδυτον καὶ ἀνακράξωμεν· Στεφανῖτα ἀκατάβλητε, ἀπὸ πάσης ἡμᾶς ῥῦσαι θλίψεως.

Ἀπάτην καθεῖλες τοῦ ἐχθροῦ τοῖς σεπτοῖς ἀγῶσί σου καὶ ἱματίων τὴν λεύκανσιν παρεῖδες, Μένιγνε, ὅθεν ἠγωνίσω ὑπὲρ τοῦ λευκάναντος καρδίας τῆς ἐμῆς τὸ ἱμάτιον Σωτῆρος καὶ Θεοῦ, ὃν ἀπαύστως καθικέτευε δωρηθῆναι κἀμοὶ θεῖον ἔλεος.

Λαμπρὰν ἐνεδύσω, ἀθλητά, ἁλουργίδα, Μένιγνε, πεφοινιγμένην σῷ αἵματι, μαρτύρων ἄριστε· ὅθεν καὶ τῆς νίκης       σκήπτρῳ ἐγκοσμούμενος μετέστης πρὸς τὰ ἄνω βασίλεια· καὶ νῦν ἱκέτευε, δωρηθῆναι τᾶις ψυχαῖς ἡμῶν τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Τῆς πλάνης ἀχλὺν τὴν ζοφερὰν τῷ σῷ σθένει, Κύριε, ἐνδυναμούμενος ἔσβεσεν ὁ μάρτυς Μένιγνος· ὅθεν καὶ τὴν κάραν ἐκτμηθεὶς ἀπέθετο σαρκίον τὸ φθαρτὸν ἐν τῷ σκάμματι καὶ στέφος ἄφθαρτον ἐνεδύθη καὶ γηθόσυνος τοῦ σοῦ δείπνου μετέχει ὁ ὄλβιος.

Δόξα. Ἦχος πλ. β΄.
Φρονήματι ἀνενδότῳ καὶ ψυχῇ γεραρᾷ ἐνήθλησας, μεγαλομάρτυς Μένιγνε. Διὸ ἀνυποίστων κακώσεων ὑπομείνας καὶ ξίφους τὴν πεῖραν γευσάμενος, μαρτυρικῆς δόξης κατετρύφησας, πολύαθλε· τανῦν δὲ τῷ Κυρίῳ συνὼν ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν, Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις, τῶν κναφέων πυρσὸς λαμπρός, χαίροις, τῶν μαρτύρων ὁ ἀρίζηλος θησαυρός, χαίροις, ὁ κηρύξας πολλῇ τῇ παῤῥησίᾳ τὸν Κύριον τῆς δόξης, Μένιγνε πάντιμε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου