Παρασκευή 13 Ιουλίου 2018

ΜΑΡΤΙΟΣ 22. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΒΑΣΙΛΕΙΟΣ ΑΓΚΥΡΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΡΤΙΟΥ 22.
ΒΑΣΙΛΕΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΑΓΚΥΡΑΣ
ΑΚΟΛΟΥΘΙΑ
Ἐπιμελείᾳ τοῦ Μητροπολίτου Θεσσαλιώτιδος καὶ Φαναριοφαρσάλων Ἰεζεκιήλ.


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν προοιμιακὸν ψαλμόν, εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν στιχηρὰ προσόμοια γ΄, δευτεροῦντες τὸ πρῶτον. Ἦχος δ´ Ὡς γενναῖον ἐν μάρτυσι.
Τὸν ἀστέρα τὸν ἄδυτον, τὸν λαμπρότατον ἥλιον, τὸν τὴν κτῆσιν ἅπασαν καταυγάζοντα, ταῖς τῶν θαυμάτων λαμπρότησιν, τὸν Ἱερομάρτυρα, εὐφημήσωμεν πιστοί, Βασίλειον τὸν ἔνδοξον, καὶ βοήσωμεν, πρὸς αὐτὸν μετὰ πίστεως καὶ πόθου, σῶσον μάκαρ σαῖς πρεσβείαις, τοὺς τὴν σὴν μνήμην γεραίροντας.

Οἱ οὐράνιοι Ἄγγελοι, καὶ ἐπίγειοι ἄνθρωποι, καὶ οἱ καταχθόνιοι μάρτυς δαίμονες, σὴν καρτερίαν ἐθαύμασαν, καὶ γὰρ σπαραττόμενος, καὶ ξεόμενος σοφέ, καὶ δεινῶς προσηλωμένος, καὶ φλεγόμενος, καὶ ὠμῶς λωροτομούμενος τρισμάκαρ, ὡς στεῤῥότατος ἀδάμας, ἐν τούτοις πᾶσι διέμεινας.

Τὸν ἀγῶνα ἠγώνισαι, καὶ τὴν πίστιν, τετήρηκας καὶ τὸν δρόμον Ἅγιε ἐκτετέλεκας, διὸ ἐνδίκως ἀπείληφας, λαμπρότατον στέφανον, δεξιᾷ τῇ τοῦ Θεοῦ, ὑπὲρ οὗ καὶ ἐνήθλησας μέχρις αἵματος, ὦ καὶ πρέσβευε μάρτυς ἀθλοφόρε, τοὺς τιμῶντάς σοι τὴν μνήμην, πάσης ἀνάγκης καὶ θλίψεως.

Δόξα. Ἦχος δ´
Δεῦτε τῶν πιστῶν τὸ σύστημα, πνευματικὴν χορείαν, ἐπικροτήσωμεν καὶ τὸν ἀθλοφόρον Χριστοῦ τοῦ Θεοῦ ἐν Ὕμνοις τιμήσωμεν, Βασίλειον τὸν πανένδοξον, σήμερον γὰρ ὡς ἑωσφόρος ἀνέτειλε, καὶ καταφωτίζει τὰς διανοίας τῶν πιστῶν, τῶν ἐν πίστει καὶ πόθῳ ἐπιτελούντων, τὴν μνήμην αὐτοῦ τὴν σεβάσμιον.

Καὶ νῦν Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων...







Εἰς τὸν στίχον, προσόμοια. Ἦχος β᾿ Οἶκος τοῦ Εὐφραθᾶ.
Ἔχομέν σε πολλῶν, δοτῆρα χαρισμάτων, θεράπων τοῦ Κυρίου, πληρῆς γὰρ τὰς αἰτήσεις, τῶν πίστει προστρεχόντων σοι.

Στίχος: Θαυμαστὸς ὁ Θεός...
Ὢ θαύματος φρικτοῦ, ὦ τεραστίου ξένου, ὀστᾶ γὰρ τῶν Μαρτύρων, ἰάσεις ἐκτελοῦσι, καὶ θαύματα παράδοξα.

Στίχος: Δίκαιος ὡς φοῖνιξ ἀνθίσει...
Δεῦτε τῶν εὐσεβῶν, τὰ πλήθη συνελθόντα, ἐν ὕμνοις ἐγκωμίων, Βασίλειον τὸν μέγαν, πιστῶς πανηγυρίσωμεν.

Δόξα.
Πανένδοξε Τριάς, ἐλέησον καὶ σῶσον, τοὺς πίστει καὶ πόθῳ, λατρεύοντας οἰκτίρμων, θεοπρεπῶς τὸ κράτος σου.


Καὶ νῦν Θεοτοκίον.
Χαῖρε ἡ τὴν χαράν, τοῦ κόσμου δεξαμένη, Χριστὸν τὸν ζωοδότην, καὶ παύσασα τὴν λύπην, παρθένε τῆς προμήτορος.

Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα...

Ἦχος δ´. Τῇ Θεοτόκῳ ἐκτενῶς. Ἀπολυτίκιον.
Ἐν τῇ Ἀγκύρᾳ ἱερεὺς διαπρέψας, καὶ τῷ Χριστῷ Ἀγγελικῶς λειτουργήσας, τῷ δι᾿ ἡμᾶς Βασίλειε τεχθέντι σαρκί, τέθυσαι ὡς πρόβατον τέλειον ἀθλοφόρε, ἐδέξω δὲ μακάριον εἰς Καισάρειαν τέλος, δ´ ὅπερ χαίρων νῦν ἐν οὐρανοῖς, τῷ παμβασιλεῖ ἀξίως παρίστασαι.

Δόξα. Καὶ νῦν Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διά σου Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος δι᾿ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.









ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν προοιμιακόν, τὸ μακάριος ἀνήρ, εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ᾿ καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ἱερωσύνης στολαῖς ἠγλαϊσμένος, Θεῷ ἐλειτούργησας, καθάπερ Ἄγγελος, τῷ δι' ἡμᾶς ὕλῃ σώματος, ἐπιφανέντι, θύων Βασίλειε μεγαλώνυμε, ἐντεῦθεν ὡς τέλειον πρόβατον τέθυσαι, καὶ καθαρὸν θῦμα γέγονας, καὶ προσηνέχθης, νῦν εἰς τὸ ἄνω θυσιαστήριον· ὅθεν φωναῖς σε μακαρίζομεν, χαρμονικῶς καὶ βοῶμέν σοι· ἱκετεύων μὴ παύσῃ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀφαιρεθεὶς τὴν δορὰν κρίσει ἀδίκῳ, τοὺς πόνους ὑπήνεγκας ἀποσκοπούμενος, λῆξιν τὴν ἄπονον Ἔνδοξε, καὶ τὰ βραβεῖα, τὰ τοῖς ἀθλήσασιν ἀποκείμενα, πυρὶ δὲ στομούμενος, οἷά περ σίδηρος, οὐρανοχάλκευτον γέγονας, παμμάκαρ, ξίφος, πάσας συγκόπτων ἐχθροῦ τὰς φάλαγγας· ὅθεν τιμᾷ σε πᾶσα σήμερον, τῶν εὐσεβῶν γλῶσσα χαίρουσα, καὶ αἰτεῖ δυσωπεῖν σε, τὸν Θεὸν ὑπὲρ τῆς ποίμνης σου.

Ὡραϊσμένος τοῖς στίγμασι τοῖς θείοις, εἰς πόλιν ἐκ πόλεως δέσμιος ἔτρεχες, καταδεσμεύων τὸν τύραννον, καὶ τὰς πορείας, τῶν σῶν βημάτων κατευθυνόμενος, καὶ δὴ πρὸς Καισάρειαν πόλιν γενόμενος, ἐν ταύτῃ τέλος μακάριον, καθυπεδέξω, καὶ πρὸς τὴν πόλιν τὴν ἐπουράνιον, στεφανηφόρος ἀνελήλυθας, καὶ Θεῷ Βασιλεῖ νῦν παρίστασαι, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Ἕτερα προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν μάρτυσιν.
Ἀνδριάντος στεῤῥότερος, καὶ χαλκοῦ δυνατότερος, καὶ σιδήρου γέγονας ἰσχυρότερος, παραχωρεῖ γὰρ τηκόμενον, καὶ θᾶττον λυόμενον, τούτων ἕκαστον πυρί, σὺ δὲ ἄκαμπτος ἔμεινας καὶ ἀνάλωτος, πολυτρόπους ἰδέας τῶν βασάνων, δοκιμάσας παραδόξως θεῖε Βασίλειε πάνσοφε.

Ἱερεὺς ὥσπερ πέφηνας, καὶ Θεῷ παριστάμενος καὶ αὐτῷ Βασίλειε προσερχόμενος, γῆ ἀλλοτρίῳ ἐν αἵματι, οἰκείῳ δὲ μάλιστα, καὶ χειρὶ μαρτυρικῇ, εὐωδίας θυμίαμα, προσενήνοχας, καὶ δαιμόνων ἀπάταις τῷ Χριστῷ δέ, τῷ Σωτῆρι καὶ Δεσπότῃ, ὡς ἐν σοὶ βασιλεύοντι.

Ἱερέα προσάγοντα, καὶ ἀμνὸν προσαγόμενον, τὸν αὐτὸν ἀμφότερα σὺ πανεύφημε, περιχαρῶς ὀνομάζομεν, ὡς ὄντα ἑκάτερα, σεαυτὸν γὰρ τῷ Θεῷ, ὡς πανάμωμον σφάγιον, ἱερόαθλε, τῷ Χριστῷ ἐκδυσώπει ἀθλοφόρε, τοῦ σωθῆναι τοὺς τιμῶντας, τὴν παναοίδιμον μνήμην σου.

Δόξα. Ἦχος πλ. β´.
Πάλιν ἀθλητὴς Χριστοῦ, πάλιν πανήγυρις, πάλιν ὁ ἐχθρὸς τροποῦται, πάλιν ἐπινίκεια ᾄσματα σήμερον, αἱ οὐράνιαι τάξεις τῶν ἀγγέλων ἐθαύμασαν, καὶ ἄνθρωποι ἐδόξασαν, καὶ δαίμονες ἔφριξαν, ὁρῶντες σὲ τοῦ μαρτυρίου στάδιον ἀκιβδήλως ἀναλεξάμενοι, καὶ τῶν τρήσεων, τῶν ξεσμῶν, τῶν μαστίγων, τῶν λωροτομῶν, καὶ τῶν ἄλλων περιγεγομένων βασανιστηρίων, δεῦτε οὖν καὶ ἡμεῖς πνευματικῶς πανηγυρίζοντες εἴπωμεν ὦ φιλέορτοι· ὦ πολύαθλε Ἱερομάρτυς Βασίλειε, πρέσβευε ἐκτενῶς ὑπὲρ ἡμῶν, τῶν πιστῶς εὐφημούντων τὴν πανέορτον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σὲ παναγία παρθένε...

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον. Ἀναγνώσματα

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς Μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι Μάρτυρες, καὶ ἐγὼ Μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ Μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Λιτή. Ἦχος α΄.
Ἐν ἱερεῦσι καὶ μάρτυσι διαπρέψας, μάρτυς Βασίλειε, πιστῶς ἀνεδείχθης ποιμήν, καὶ Χριστοῦ πιὼν τὸ ποτήριον, διὸ ἐν ἑκατέροις εὐαρεστήσας αὐτῷ, πρέσβευε ὑπὲρ πάντων ἡμῶν σὺν τοῖς ἄνω λειτουργοῖς ἐν φωτὶ νῦν αὐλιζόμενος.

Ὁ αὐτός.
Ἁγιώτατε μάρτυς, καλὸν ἀγῶνα ἠγωνίσω, καὶ δρόμον τετέλεκας, τοῦ μαρτυρίου σου πολύαθλε Βασίλειε, διὸ ἐν ὑψίστοις μετ᾿ ἀγγέλων χορεύων ἀντάξια τῶν πόνων σου, εἰληφὼς τὰ ἄνω βασίλεια, πρέσβευε Χριστῷ τῷ Θεῷ λυτρωθῆναι τοὺς ἐν πίστει ἐκτελοῦντας τὴν ἀεισέβαστον μνήμην σου.

Ὁ αὐτός.
Πίστει καὶ πόθῳ ἀναφλεχθεὶς τῷ πρὸς τὸν δεσπότην ζέοντι, καὶ τῷ μαρτυρίῳ τῷ ὑπὲρ Χριστοῦ, ὥσπερ κλίμακι χρησάμενος, ἀνῆλθες πρὸς οὐρανίους λειμῶνας, κἀκεῖθεν τῇ θεόθεν δοθείσῃ σοι χάριτι, ἐποπτεύεις τοὺς τελοῦντας τὴν σεβάσμιον μνήμην σου, καὶ τοὺς σοὺς γεραίροντας ἀγῶνας, καὶ τὴν σὴν πάντιμον κάραν κατασπαζομένους μάρτυς Βασίλειε.

Ὁ αὐτός.
Τὰ τοῦ πονηροῦ ἠκονημένα βέλη, ἀπήμβλυνας Ἅγιε, τῇ τῶν σῶν ἄθλων ἀντιτυπία, καὶ κατῄσχυνας ὄφιν τὸν ἀρχέκακον, καὶ τὸ τούτου ὄργανον Σατορνῖνον τὸν ἀσεβέστατον, ἀκλινῆ γὰρ διανοίᾳ τῇ πέτρᾳ ἐρειρησμένος τῆς πίστεως, ἀδιάσειστος ἔμεινας, δι᾿ ὅ αἱ ἀντιφάσεις τῆς ἀσεβείας, οὐ κατίσχυσαν περιτρέψαι τὴν στεῤῥάν σου εὐσέβειαν, ἀνθ’ ὧν ἐν τοῖς οὐρανοῖς συγχορεύεις ἀγγέλοις, καὶ πρεσβεύεις ἀδιαλείπτως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων ἐν ᾄσμασι, τὴν πανσεβάσμιον κάραν σου.

Ἦχος β᾿
Ἄνωθεν τὴν χάριν παρέχεις τοῖς ἀνθρώποις ἱερόαθλε Βασίλειε, καὶ πνεύματα διώκεις τῇ ἐπικλήσει Χριστοῦ, καὶ τοῖς νοσοῦσι τὴν ἴασιν βραβεύεις, ὡς αὐτοῦ θεράπων γνήσιος, ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, τοῦ δωρηθῆναι τῷ κόσμῳ εἰρήνην σταθεράν, καὶ τοὺς σὲ τιμῶντας ἐλευθέρωσον, κακῶν ἁπάντων τῇ μεσιτείᾳ σου.

Ἦχος πλ. α´.
Ἡ φωταυγὴς τοῦ Ἱερομάρτυρος μνήμη, λάμπει ὡς ἥλιος τοῖς πέρασι, καὶ ἀπαύστως δαδουχεῖ τοῖς πιστοῖς, τὰ ἰάματα νόσους ἀποσοβοῦσα, καὶ πάθη θεραπεύουσα, δι᾿ ὅ παμμακάριστε Βασίλειε, ἱκέτευε Χριστῷ τῷ Θεῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα, ἦχος πλ. α´
Δεῦτε φιλομάρτυρες πάντες, εὐωχηθῶμεν ἐν τῇ πανσέμνῳ πανηγύρει τοῦ ἀθλοφόρου, καὶ πνευματικῶς πανηγυρίσωμεν, σήμερον γὰρ συγκαλεῖται ἡμᾶς ἡ πανσεβάσμιος πανήγυρις Βασιλείου τοῦ Ἱερομάρτυρος, τράπεζαν ἡμῖν παρατιθεμένη τῆς ἀριστείας τῶν παλαισμάτων αὐτοῦ, καὶ τὴν πανεύφημον αὐτοῦ κεφαλήν, ἰάματα ὡς νάματα βλύζουσαν, πᾶσι τοῖς πιστῶς αὐτῇ προσιοῦσι, καὶ ἀρυομένοις ἐξ αὐτῆς ἴασιν ψυχῶν τε καὶ σωμάτων, καὶ δεινῶν ἀπαλλαγήν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν Θεοτοκίον
Σὲ δυσωποῦμεν ὡς Θεοῦ μητέρα, εὐλογημένη, πρέσβευε σωθῆναι ἡμᾶς.














Εἰς τὸν Στίχον. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε ἐν οἴκῳ Κυρίου πανηγυρίσωμεν, ἐν τῇ λαμπρᾷ καὶ θείᾳ, καὶ τερπνῇ φωταυγίᾳ, τοῦ ὄντος σεβασμίου καὶ εὐκλεοῦς, Βασιλείου τοῦ μάρτυρος, καὶ τὸν Χριστὸν τὸν δοξάσαντα τὴν αὐτοῦ, ἐπὶ γῆς μνήμην δοξάσωμεν.

Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· ὁ Θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ. Εὐλογητὸς ὁ Θεός.
Τοῖς σοῖς ἐπαίνοις τρισμάκαρ νῦν καταστέψωμεν, τὴν νικηφόρον ὄντως, καὶ ἐρίτιμον κάραν, τοῦ θείου Βασιλείου, καὶ πρὸς αὐτόν, ὁμοφρόνως βοήσωμεν. Τοὺς τὴν σὴν μνήμην τελοῦντας χαρμονικῶς, σῶσον μάρτυς ταῖς πρεσβείαις σου.

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Τοῖς οὐρανίοις ἀγγέλοις νῦν συνηρίθμησας, καὶ παρεστὼς Τριάδι, τῇ ἁγίᾳ τρισμάκαρ, αὐτὴν καθικετεύεις ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τιμώντων σου, τὴν πανσεβάσμιον κάραν, καὶ τῶν δεινῶν, αἰτουμένων ἀπολύτρωσιν.

Δόξα. Ἦχος πλ. β᾿.
Σήμερον ἐξέλαμψεν ἡ φαιδρὰ καὶ σεβάσμιος μνήμη τοῦ Ἱερομάρτυρος Βασιλείου, ὑπὲρ τὸν ἥλιον τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ, τῶν πιστῶν τὰς καρδίας νοητῶς καταφωτίζουσα, καὶ τῶν θαυμάτων τῇ αἴγλῃ καθιλαρύνουσα, δεῦτε οὖν φιλέορτοι καὶ φιλομάρτυρες πνευματικῶς εὐωχηθῶμεν, τῇ πανηγύρει αὐτοῦ καὶ ψυχὰς ἐλαμφθέντες, πρὸς αὐτὸν οὕτω βοήσωμεν, ἱερόαθλε Βασίλειε, τοὺς τὴν σὴν μνήμην ἐτησίως ἐπιτελοῦντας καὶ ἐπικαλουμένους τὸ ἅγιόν σου ὄνομα, παντοίων νοσημάτων, καὶ παθῶν ἀνιάτων ἐλευθέρωσον, παῤῥησίαν γὰρ ἔχεις πρὸς Κύριον, ὡς ἱερεύς τε καὶ μάρτυς τοῦ πρεσβεύειν ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν Θεοτοκίον.
Ὁ Ποιητὴς καὶ λυτρωτής μου πάναγνε Χριστὸς ὁ Κύριος ἐκ τῆς σῆς νηδύος προελθὼν ἐμὲ ἐνδυσάμενος τῆς πρώην κατάρας τὸν Ἀδὰμ ἠλεθεύρωσε, δι᾿ ὅ σοὶ πάναγνε ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς βοῶμεν ἀσιγήτως τὸ χαῖρε τοῦ Ἀγγέλου, χαῖρε δέσποινα προστασία καὶ σκέπη καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.





Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ´. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Ἐν τῇ Ἀγκύρᾳ ἱερεὺς διαπρέψας, καὶ τῷ Χριστῷ Ἀγγελικῶς λειτουργήσας, τῷ δι᾿ ἡμᾶς Βασίλειε τεχθέντι σαρκί, τέθυσαι ὡς πρόβατον τέλειον ἀθλοφόρε, ἐδέξω δὲ μακάριον εἰς Καισάρειαν τέλος, δ’ ὅπερ χαίρων νῦν ἐν οὐρανοῖς, τῷ παμβασιλεῖ ἀξίως παρίστασαι.

Δόξα. Καὶ νῦν Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διά σου Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος δι᾿ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.































ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Εἰς τὴν α´ στιχ. Κάθισμα, ἦχος γ΄. Θείας Πίστεως.
Ἔργοις ἔλαμψας, τῆς εὐσεβείας, πλάνην ἔσβεσας, κακοδοξίας, ὡς τοῦ Χριστοῦ στρατιώτης Βασίλειε, καὶ παρανόμων τὰς φάλαγγας ᾔσχυνας, τροπαιοφόρος παμμάκαρ γενόμενος. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον.
Θαῦμα μέγιστον, πῶς ἐν ἀγκάλαις, σὺ ἐβάστασας, Παρθενομῆτορ, τὸν ἐν δρακὶ αὐτοῦ τὰ πάντα συνέχοντα, καὶ ἐκ μαζῶν σου ἐξέθρεψας γάλακτι, τὸν τροφοδότην καὶ πλάστην τῆς φύσεως, Κόρη πάναγνε, αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Μετὰ τὴν Β᾿ στιχολογίαν Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ἀθλήσας καρτερῶς, προστομώσας τὴν σάρκα, Βασίλειε σοφέ, τῇ συντόνῳ ἀσκήσει, ἀναδέδειξαι, ἱερεὺς ἀξιάγαστε, ὅθεν εἴληφας διττὸν τὸ στέφος τρισμάκαρ, καὶ τοῖς θαύμασι, κατεκοσμήθης ἀξίως, ἀοίδιμε μάρτυς Χριστοῦ.
Δόξα Ὅμοιον.
Εὐψύχως τὸν καλόν, διανύσας ἀγῶνα, ἐνίκησας ἐχθρόν, τὸν πολέμιον μάρτυς, βραβεία καὶ θαύματα, ἐκ Θεοῦ κομισάμενος, ὅθεν ἅπασα, ἡ τῶν ἐθνῶν ἐκκλησία, μακαρίζει σε, ἐν τῇ παρούσῃ ἡμέρα, συμφώνως Βασίλειε.
Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς πεπτωκότας εἰς χάος δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, σὺ γὰρ πέφυκας ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. δ´. Τὴν σοφίαν καὶ λόγον
Ἱερῶς τὴν ζωήν σου διατελῶν, ἱερεὺς ἀνεδείχθης τοῦ Λυτρωτοῦ, φωτίζων τοὺς πίστει σοι, προσιόντας ἑκάστοτε, καὶ ἐν τέλει μάκαρ, ἐνθέως ἀπήστραψας, ὅθεν τὴν φωσφόρον, καὶ ἁγίαν σου μνήμην, τελοῦντες ὑμνοῦμέν σοι καὶ πιστῶς μακαρίζομεν, ἀθλοφόρε Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν Θεοτοκίον
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, χαῖρε κόρη καθέδρα βασιλική, κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμὶς ἀλουργόχροε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε. Χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, Θεοκόσμητον σήκωμα. Χαῖρε ἔνδοξε νύμφη ἡλιοστάλακτε. Χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια.
Οἱ ἀναβαθμοὶ τοῦ δ´ Ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραήλ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῆ,
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς προσέχετε... (βλέπε 26 Ὀκτωβρ.)
Εἶτα τὸ Ν᾿
Δόξα: Ταῖς τοῦ ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Στ.: Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεός. Καὶ τὸ ἰδιόμελον. Ἦχος β´.
Ἱερεὺς εὐνομώτατος, μέχρι τέλους ἐχρημάτισας παμμάκαρ Βασίλειε, ἱερουργῶν γὰρ τὰ θεῖα καὶ ἄῤῥητα μυστήρια, τὸ αἷμα ἐξέχεας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ θῦμα εὐπρόσδεκτον, αὐτῷ προσήχθης, διὸ παῤῥησίαν ἔχων αὐτὸν ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν πίστει καὶ πόθῳ ἐκτελούντων τὴν ἀεισέβαστον μνήμην σου.

Εἶτα ὁ κανῶν τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στίχους στ᾿ καὶ τοῦ ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Σοῦ τοὺς μεγίστους, Μάρτυς, εὐφημῶ πόνους. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ.
Σοῦ τὴν βασίλειον δόξαν Παμβασιλεῦ, ὁ κλεινὸς Βασίλειος, ἀγαπήσας σταθερῶς, ἐπὶ γῆς ἐνήθλησε, δι' οὗ, Βασιλείας οὐρανῶν ἡμᾶς ἀξίωσον.
Ὁ ἀξιέπαινος βίος, ἡ καθαρά, πολιτεία Ἔνδοξε, τῶν ἀγώνων ἡ τριβή, κληρονόμον ἔδειξε Θεοῦ, καὶ πολίτην οὐρανῶν σε ἀπειργάσατο.
Ὑποταγεὶς τῷ Κυρίῳ δι' ἀγαθῆς, πολιτείας πάνσοφε, καθυπέταξας ἐχθρὸν καὶ ποσὶ συνέτριψας λαμπρῶς, ἀριστεύσας κατ' αὐτοῦ Μάρτυς Βασίλειε.
Τῇ τῶν αἱμάτων πλημμύρᾳ τὸν νοητόν, Φαραὼ ἐβύθισας, πανστρατὶ ὡς ἀληθῶς, καὶ πρὸς γῆν ἀνέδραμες σοφέ, ἔνθα νέφος ἀθλητῶν ἀεὶ εὐφραίνεται.
Θεοτοκίον
Ὁ τῷ Πατρὶ συνυπάρχων μονογενής, βουληθεὶς κατῴκησε, σοῦ τὴν ἄχραντον νηδύν, καὶ βροτὸς ἐγένετο Ἁγνή, σῶσαι θέλων τοὺς βροτοὺς δι' ἀγαθότητα.









ᾨδὴ γ' Ὁ Εἱρμός. Οὐκ ἔστιν Ἅγιος ὡς σύ.
Ὑψώθης οἷά περ ἀμνός, ἐπὶ ξύλου Τρισμάκαρ, τοὺς ξεσμοὺς ὑποφέρων, διανοίᾳ καθαρᾷ, καὶ καταράσσων ἐχθροῦ, τὰς ἐπάρσεις, σθένει θείου Πνεύματος.
Στιγμάτων Μάρτυς καλλοναῖς, ὡραιότατος ὤφθης, τὴν ψυχὴν καὶ τὸ σῶμα, διανοίᾳ καθαρᾷ, χαριστηρίους φωνάς, ἀναμέλπων τῷ ἀγωνοθέτῃ σου.
Μεγίστην εὔκλειαν ζητῶν, μεγαλόφρονι γνώμῃ, τοὺς μεγίστους ἀγῶνας, ἐκαρτέρησας σοφέ, καὶ τὸν μεγάλως ἀεί, ἐπηρμένον, Μάρτυς ἐταπείνωσας.
Ἐνθέων φύλαξ πεφυκώς, προσταγμάτων θεόφρον, φυλακαῖς κατεκλείσθης, ὑπανοίγων τοῖς πιστοῖς, διδασκαλίας ὁδόν, τὴν εἰς πλάτος γνώσεως εἰσάγουσαν.
Θεοτοκίον
Γνωρίσας πόῤῥωθεν τὴν σήν, σύλληψιν Ἡσαΐας, διὰ Πνεύματος Κόρη, διετράνωσεν αὐτήν, βοῶν· Ἰδοὺ ἐν γαστρί, ἡ Παρθένος, τὸν Θεὸν συλλήψεται.

Κάθισμα Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ὁ Μάρτυς Βασίλειος, τὴν Βασιλείαν Θεοῦ, ποθήσας ὑπήνεγκε, τὴν τῶν βασάνων πυράν, καὶ θάνατον ἄδικον· ὅθεν ἀθανασίας, ἀληθοῦς ἠξιώθη. Τοῦτον οὖν συνελθόντες, μακαρίσωμεν πίστει, πρεσβεύοντα τῷ Κυρίῳ ὑπὲρ πάντων ἡμῶν.
Θεοτοκίον
Ἐκαίνισας ἄχραντε, τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν τοῖς πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.

ᾨδὴ δ' Ὁ Εἱρμός. Χριστός μου δύναμις.
Ἰδὼν ἀστράπτον σου, τὸ θεῖον πρόσωπον, τῇ τοῦ Πνεύματος αἴγλῃ ὁ δυσσεβής, Μάρτυς κατεπλήττετο, καὶ ὡς τοῦ σκότους ὑπουργός, ἀναισθήτως ἐμωραίνετο.
Σοφίᾳ κρείττονι, καλλωπιζόμενος, τοὺς σοφοὺς τῶν Ἑλλήνων θεαρχικῷ, σθένει ἀπεμώρανας, καὶ ἐναθλήσας καρτερῶς, νίκης στέφανον ἀπείληφας.
Ταθέντα πάντοθεν, καὶ ἐξαρθρούμενον, ἐκραταίου σε Λόγος ὁ ἐν Σταυρῷ, τανυσθεὶς Βασίλειε, καὶ διὰ πάθους τοῖς πιστοῖς, δωρησάμενος ἀπάθειαν.
Οὐ θύω δαίμοσιν, οὐ φρίττω θάνατον, οὐ κολάσεων εἴδη ὁ ἱερός, ἔκραζε Βασίλειος, ἕνα Θεὸν ὁμολογῶ, ἐν Τριάδι γνωριζόμενον.
Θεοτοκίον
Ὑμνῶ σε Δέσποινα, τὴν πολυΰμνητον, εὐλογῶ σε Παρθένε, δι' ἧς βροτοί, πάντες εὐλογήθημεν, καὶ τῆς κατάρας ἀληθῶς, τῆς ἀρχαίας ἐλυτρώθημεν.

ᾨδὴ ε' Ὁ Εἱρμός. Τῷ θείῳ φέγγει σου ἀγαθέ.
Σιδήρου βάρει κατακαμφθείς, ὡς τὸν ἐλαφρότατον ζυγόν, Κυρίου φέρειν ἑλόμενος, τὸν κατὰ τοῦ Κτίστου τραχηλιάσαντα, ἐχθρὸν τὸν ἀλαζόνα Μάρτυς κατέκαμψας.
Μετ' εὐφροσύνης τὰ σιδηρᾶ, Μάρτυς περικείμενος δεσμά, τόπους ἐκ τόπων διέδραμες, τούτοις ὡς ὁρμίσκοις ὡραϊζόμενος, Βασίλειε, καὶ τέρπων τὸν Ἀθλοθέτην σου.
Αἱμάτων ῥεύμασι σεαυτῷ, Μάρτυς ἐπιχρώσας ἀληθῶς, βασιλικὴν στολὴν ἔνδοξε, νίκης τε διάδημα περιθέμενος, Χριστῷ συμβασιλεύεις χαίρων Βασίλειε.
Ῥωσθεὶς τῇ χάριτι τοῦ Σταυροῦ, ἤνυσας μακρὰν καὶ χαλεπήν, ὁδὸν δεινῶς ἐλαυνόμενος, μέλπων· Ἐν τῇ τρίβῳ τῶν μαρτυρίων σου, τερπόμενος καὶ χαίρων Λόγε πορεύσομαι.
Θεοτοκίον
Τὴν ἀνωτέραν τῶν Χερουβίμ, τὴν ὑψηλοτέραν οὐρανῶν, τὴν ὑπερτέραν τῆς κτίσεως, τῶν σοφῶν Μαρτύρων τὸ περιτείχισμα, τὴν μόνην Θεοτόκον, ὕμνοις τιμήσωμεν.

ᾨδὴ ς' Ὁ Εἱρμός. Τοῦ βίου τὴν θάλασσαν.
Ὑψώθης τοῖς ἄθλοις σου, καὶ κατέῤῥαξας ἐχθρόν, Μεγαλομάρτυς ἔνδοξε, καὶ πρὸς Θεὸν μετέβης νικητικῷ, στεφθεὶς διαδήματι, ἐπὶ τέλει τῶν ἄθλων ἀξιάγαστε.
Σταυρῷ τὸν τανύσαντα, τὰς παλάμας διὰ σέ, Μάρτυς σοφὲ μιμούμενος, ἀνηρτήθης ἐν ξύλῳ καρτερικῶς, ξεσμοὺς ἐκαρτέρησας, τραυματίζων τὴν πλάνην σοῦ τοῖς τραύμασιν.
Ἐδέσμεις δεσμούμενος, τοὺς ἀσάρκους δυσμενεῖς, ὑπὲρ Χριστοῦ Βασίλειε, ἀπολυθεὶς δὲ ἔνδοξε τῆς σαρκός, εἰς τὸ τέλος διέλυσας, τὰς αὐτῶν κακουργίας θείᾳ χάριτι.
Θεοτοκίον
Ὑμνῶ σε Πανύμνητε, ἣν ὑμνοῦσι στρατιαί, ἐπουρανίων τάξεων, καὶ δυσωπῶ σε, πάθη μου τῆς ψυχῆς, ἰάτρευσον Ἄχραντε, καὶ πυρὸς αἰωνίου ἐλευθέρωσον.







Κοντάκιον.
Ἱερομάρτυς τοῦ Χριστοῦ γενναιόφρον, τῇ παραβάτου μὴ πεισθεὶς ἐπιτάξει, καὶ Σατορνίνου ἄρχοντος, ξεσμοὺς καὶ φυλακήν, ὑπέφερες Βασίλειε, καὶ τὸ λωροτομεῖσθε, τρύσιν τῆς κοιλίας σου, καὶ τῶν νώτων γενναίως, διὰ Χριστὸν τὸν πάντων ποιητήν, ὃν ἐκδυσώπει ὑπὲρ τῶν ὑμνούντων σε.
Ὁ Οἶκος.
Τίς τοὺς σεπτούς σου ἀγῶνας καὶ τρόπαια, ἀξίως εὐφημῆσαι καὶ ἱκανῶς ὑμνῆσαι Βασίλειε γενναιόφρον, ὃς ὅσον τε καὶ ἡμῶν πρὸς τοὺς ὑπὲρ σὲ κατὰ Χριστὸν ἀγῶνας, ἐνεδείξω τὸ τῆς ψυχῆς σου παράστημα, ἐνίκησε τὸν Βελίαρ, τοὺς ξεσμοὺς καὶ τὸ πῦρ κατεπάτησε τῶν ἡδονῶν, παρ’ οὗ μοι φωτισμὸν αἴτησαι, ὄντως εὐφημῆσαι τὴν σὴν μνήμην ἀξίως, καὶ τὰς θαυμαστάς σου καὶ θείας ἀνδραγαθίας. Ὅθεν ἡ ἐκκλησία διά σου, τὴν τοῦ διαβόλου ἰσχὺν καταβάλλουσα, γεραίρει σοι ἀξίως τιμῶσα, διὰ τῶν ἀνυμνούντων σε.

Συναξάριον.
Τῷ αὐτῷ μηνὶ ΚΒ΄ μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλείου, πρεσβυτέρου τῆς Ἀγκυρανῶν Ἐκκλησίας.
Σώαν προφήτης εἶπεν ἀλγεῖν κοιλίαν,
Τετμημένην δὲ μάρτυς, ἀλγεῖν οὐκ ἔφη.
Εἰκάδι δευτερίη Βασίλειος ἐτρύθη σούβλαις.
Οὗτος ὑπῆρχεν, ἐπὶ Ἰουλιανοῦ τοῦ παραβάτου καὶ Σατορνίνου ἡγεμόνος Ἀγκύρας, πρεσβύτερος ὧν τῆς ἐν Ἀγκύρᾳ ἐκκλησίας, διαβληθεὶς δὲ παρέστη τῷ ἡγεμόνι καὶ ἐρωτηθείς, ἐπὶ ξύλου ἀναρτᾶται καὶ τὰς πλευρὰς ξέεται, καὶ τῇ εἱρκτῇ ἐναποῤῥίπτεται, καὶ αὖθις τῆς φυλακῆς ἐκβληθείς, ἐντόνως ἐπὶ πολὺ ξέεται, καὶ σιδήρους πεδηθείς, τῇ φρουρᾷ κατακλείεται, μεθ’ ἡμέρας δέ τινας, τῷ ἀποστάτῃ διερχομένῳ τῆς Ἀγκυρανῶν, προσάγεται δέσμιος ὁ ἅγιος, καὶ ἐρωτηθεὶς τῷ κόμητι Φλαβεντίῳ, λωροτομηθῆναι δίδοται, ὅ καὶ θᾶττον ἐπληροῦτο, καὶ δὴ πολλῶν λώρων ἀποσυρέντων, καὶ τῶν ὤμων τοῦ μάρτυρος κρεμαμένων, λῶρον ἕνα ἀποσπάσας ὁ ἀδάμας ἔῤῥιψε κατὰ πρόσωπον τοῦ ἡγεμόνος, ὁ δὲ πυρωθείσαις σούβλαις κατακαῦσαι αὐτὸν ἐκέλευσε καὶ διατρῆσται τὴν κοιλίαν αὐτοῦ καὶ τὰ νῶτα, καὶ πάσας τὰς ἁρμονίας, οὗ γενομένου, τὸ πνεῦμα τῷ Θεῷ παρέθετο.

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι Μάρτυρες Καλλινίκη καὶ Βασίλισσα, ξίφει τελειοῦνται.
Καλλινίκην τέμνουσι σὺν Βασιλίσσῃ,
Τὰς καλλινίκους καὶ πόλους βασιλίδας.








Καὶ μνήμη τῆς Ἁγίας Μάρτυρος Δροσίδος, θυγατρὸς τοῦ Βασιλέως Τραϊανοῦ, καὶ τῶν σὺν αὐτῇ πέντε Κανονικῶν μοναζουσῶν.
Καλλινίκην τέμνουσι σὺν Βασιλίσσῃ,
Τὰς Καλλινίκους καὶ πόλου Βασιλίδας.
Δροσὶς ἀπῆλθεν ἐκ δρόσου τῆς τοῦ μύρου,
Ὡς ἐκ Λιβάνου Κανονικὴ πρὸς πόλον.
Ὁ Βασιλεὺς Τραϊανός, καθ’ ἑκάστην τοῦ ζῆν ὑπεξάγων τοὺς ἐν Χριστῷ ὁμολογοῦντας, τὰ τούτων τίμια λείψανα ἐν ἀσέμνοις καὶ βεβήλοις τόποις ἐναπέῤῥιπτε. Κατὰ δὲ τὸν καιρὸν ἐκεῖνον, ἦσαν γυναῖκες πέντε ἐν ἀσκητηρίῳ τινί, Κανονικαὶ καλούμεναι, καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ τηροῦσαι, καὶ ἔργον μετὰ τῶν ἄλλων ἀπαραίτητον ἔχουσαι, τὰ τῶν Ἁγίων λείψανα μύροις καὶ ὀθονίοις περιστέλλειν, καὶ ἀποτίθεσθαι ἐν τῷ αὐτῷ ἀσκητηρίῳ. Τοῦτο μεμαθηκυῖα ἡ τοῦ Βασιλέως Τραϊανοῦ θυγάτηρ Δροσίς, οὕτω καλουμένη, προσῆλθε ταῖς αὐταῖς Γυναιξίν, ἔχουσα μεθ’ ἑαυτῆς καὶ ἐσθῆτα πολύτιμον, τῶν κουβικουλαρίων (κατακοιμιστῶν) ὕπνῳ συσχεθέντεν, ἀξιοῦσα συναπελθεῖν αὐταῖς εἰς ἀνάληψιν σώματος Ἁγίου.
Ἀνδριανὸς δέ τις, σύμβουλος τοῦ Βασιλέως, καὶ μνήστωρ τῆς Δροσίδος, λέγει τῷ βασιλεῖ· Αὐτοκράτορ Δέσποτα, κέλευσον στῆναι στρατιώτας εἰς τὴν φυλακὴν τῶν βιοθανῶν, ἵνα γνῶμεν τίνες εἰσὶν οἱ τὰ σώματα αὐτῶν ἀποσυλοῦντες. Ὁ δὲ ἐπέτρεψε τοῦτο γενέσθαι. Καὶ ἐπαγρυπνήσαντες οἱ φύλακες, ἐκράτησαν τὰς πέντε Κανονικὰς Γυναῖκας, ἅμα τὴν θυγατρὶ τοῦ βασιλέως Δροσίδι, καὶ πρωΐας ἀναγαγόντες, παρέστησον αὐτὰς τῷ βασιλεῖ. Ἰδὼν δὲ ὁ βασιλεὺς τὴν Δροσίδα, ἐξέστη. Καὶ ταύτην μὲν προσέταξε φυλάττεσθαι ἐν ἀσφαλείᾳ, εἴπως μετάμελος γένηται. Ἕνεκα δὲ τῶν πέντε Γυναικῶν Κανονικῶν, ἐκέλευσε κατασκευασθῆναι χώνην μεγάλην, καὶ ἐμβληθῆναι ἐν αὐτῇ τὰς ἱερὰς Γυναῖκας, καὶ σὺν αὐταῖς χαλκὸν ἱκανόν, ἐφ’ ᾧ, διὰ τῆς ἀναλύσεως ἀμφοτέρων, ἀναμιγῆναι τὸν χαλκὸν μετὰ τοῦ χοὸς τῶν Ἁγίων Γυναικῶν, καὶ διὰ τοιούτου χαλκοῦ κατασκευασθῆναι πυθμένας τῶν χαλκείων τοῦ ἐκ καινῆς ἀνεγερθέντος δημοσίου λουτροῦ, τοῦ ἐν τῇ ἑορτῇ τῶν Ἀπολλονίων ὀφείλοντος ἀναφθῆναι, καὶ ἐγκαινισθῆναι εἰς θεραπείαν τῶν ὁμοφρόνων αὐτοῦ εἰδωλολατρῶν.
Τούτων δὲ γενομένων, καὶ τῶν τοῦ Χριστοῦ Μαρτύρων χωνευθεισῶν, κατεσκευάσθη τὰ χαλκεῖα, καὶ ἀνάψαντες τὸν λουτρόν, ἐκήρυξαν πανταχοῦ λέγοντες· Ὅσοι φίλοι τῶν εὐμενῶν θεῶν ὑπάρχετε, εἰσέλθετε εἰς τὰ τοῦ δημοσίου λουτροῦ ἐγκαίνια. Καὶ εὐθέως συνέτρεχον ἅπαντες. Ὁ πρῶτος οὖν ὁρμήσας εἰσελθεῖν, ἐν χρῷ τῆς πρώτης θύτας τοῦ λουτροῦ γενόμενος, χαμαὶ πεσών, τὴν ψυχὴν ἀπέῤῥιψεν, ὡσαύτως καὶ ὅσοι μετ’ ἐκεῖνον προσήγγισαν. Οὐδεὶς γὰρ τὴν πρώτην θύραν εἰσελθεῖν ἠδυνήθη. Τοῦτο δὲ μεμαθηκὼς ὁ βασιλεύς, καὶ τοὺς τῶν θεῶν αὐτοῦ λατρευτὰς προσκαλεσάμενος, φησί· Εἴπατέ μοι, μήπου ἆρα παρὰ τῶν Χριστιανῶν μαγεία τις γέγονεν; Οἱ δὲ εἶπον· Οὐχὶ βασιλεῦ, ἀλλὰ τὰ γενόμενα χαλκεῖα ἐκ τῶν λειψάνων τῶν Κανονικῶν ἐκείνων Γυναικῶν τοῦτο πεποιήκασι. Κέλευσον οὖν ἕτερα χαλκεῖα γενέσθαι, καὶ οὕτως ἕξει τὸ ἐνεργόν. Καὶ τούτου γενόμενος, λέγει ὁ Ἀνδριανὸς τῷ βασιλεῖ· Κέλευσον βασιλεῦ, τοὺς προτέρους πυθμένας τῶν χαλκείων ἀναχωνευθῆναι καὶ γενέσθαι ἐξ αὐτῶν στήλας γυναικείας γυμνὰς τῶν πέντε Κανονικῶν ἐκείνων, καὶ πρὸς ὄνειδος καὶ ἀτιμίαν αὐτῶν, ἐν τῷ δημοσίῳ λουτρῷ τῆς βασιλείας σου αὐτὰς στῆναι. Καὶ εὐθὺς προσέταξεν ὁ βασιλεύς, καὶ γεγόνασι. Καὶ μετὰ τὸ στῆναι αὐτάς, εἶδεν ὁ αὐτὸς καθ’ ὕπνους, πέντε ἀμνάδας ἀσπίλους, νεμομένας ἐν παραδείσῳ, καὶ ποιμένα φοβερὸν ποιμαίνοντα αὐτὰς καὶ λέγοντα τῷ βασιλεῖ· Παρανομώτατε καὶ ἀσεβέστατε βασιλεῦ, ἅς σὺ ἐνόμισας ἐξ ἀτιμίας ἱστᾷν, ὁ καλὸς καὶ ἀγαθὸς Ποιμήν, ἀπὸ σοῦ ἀποσπάσας, τέθεικεν ἐν τόπῳ, εἷς ὅν μέλλει καὶ ἡ Δροσίς, ἡ ἄσπιλος ἀμνάς, καὶ σοῦ θυγάτηρ, ἐλθεῖν.
Ἔξυπνος δὲ γενόμενος, ἐμάνη ὁ δυσσεβής, ὅτι μετὰ θάνατον αἱ Ἅγιαι Γυναῖκες κατῄσχυναν τὰς βουλὰς αὐτοῦ, καὶ κελεύει δύο κλιβάνους ἀναφθῆναι ἐξ ἑκατέρου μέρους τῆς Πόλεως, καὶ πυροῦσθαι ἐφ’ ἑκάστης ἡμέρας. Προστίθησι δὲ καὶ ἐπιγραφὴν ἐν τοῖς κλιβάνοις, τύπου βασιλικοῦ προστάγματος ἐπέχουσαν, καὶ περιέχουσαν οὕτως· Ἄνδρες Γαλιλαῖοι, οἱ τὸν Ἐσταυρωμένον προσκυνοῦντες ῥύσασθε ἑαυτοὺς μὲν πλείστων βασάνων, ἡμᾶς δὲ κόπων. Καὶ ἕκαστος ὑμῶν βαλέτω ἑαυτὸν ἐν οἱῳδήποτε κλιβάνῳ ἀκωλύτως ἄν αἱρεθῇ. Τοῦ τοιούτου οὖν διακονηθέντος προστάγματος, ἀκούσασα ἡ τοῦ Θεοῦ δούλη Δροσίς, ὅτι ἕκαστος τῶν χριστιανῶν, πόθῳ τοῦ Χριστοῦ καὶ πίστει, ῥίπτουσιν ἑαυτοὺς ἐν τοῖς κλιβάνοις, ἀνατείνασα τὸ ὄμμα εἰς οὐρανούς, εἶπε· Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ, εἰ σὸν θέλημά ἐστι σωθῆναί με, καὶ ἐκφυγεῖν τὴν μανιώδη θρησκείαν Τραϊανοῦ τοῦ ἐμοῦ πατρός, αὐτός μοι συνέργησον κουφισθῆναι τοῦ νυμφῶνος Ἀνδριανοῦ τοῦ δυσσεβοῦς, καὶ εἰς τὸν οὐρανὸν ἀνελθεῖν, ὅπου αἱ πέντε Κανονικαί, αἱ ἐμὲ ὁδηγήσασαι εἰς τὸν φόβον σου, κοίμισον δὲ καὶ βαθεῖ ὕπνῳ τοὺς ἐμὲ φυλάσσοντας ἵνα δυνηθῶ ἐκφυγεῖν.
Ταῦτα εἰποῦσα, καὶ τὸ βασιλικὸν σχῆμα ἀποθεμένη, ἐξῆλθεν ἀψοφητί, μηδενὸς νοήσαντος. Ἀπερχομένη δέ, ἐφ’ ᾧ ῥίψαι ἑαυτὴν εἰς ἕνα τῶν κλιβάνων, διενενόητο καθ’ ἑαυτὴν λέγουσα· Πῶς ἀπέρχομαι εἰς Θεόν, μὴ ἔχουσα ἔνδυμα γάμου, Βάπτισμα μὴ λαβοῦσα, καὶ διὰ τοῦτο ἀκάθαρτος οὖσα; Ἀλλὰ Βασιλεῦ τῶν βασιλευόντων, Κύριε Ἰησοῦ Χριστέ, ἰδοὺ κατέλιπον τὴν βασιλείαν μου διὰ σέ, ἵνα με καταστήσῃς θυρωρὸν τῆς βασιλείας σου, σὺ οὖν ὁ δι’ ἡμᾶς βαπτισθείς, βάπτισόν με ἐν Πνεύματι Ἁγίῳ. Καὶ ὡς ταῦτα εἶπεν, ἐκβαλοῦσα ὅπερ ἐβάσταζε μύρον ἐκ τοῦ χιτῶνος αὐτῆς, καὶ ἀλείψασα καὶ ῥίψασα ἑαυτὴν εἰς ἕνα τῶν καμαροειδῶν λάκκων, ἐβαπτίσατο, εἰποῦσα· Βαπτίζεται ἡ δούλη τοῦ Θεοῦ Δροσίς, εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Καὶ φυλάξασα ἑαυτὴν ἡμέρας ἑπτά, μετελάμβανε τροφῆς ἀγγελικῆς. Φιλόχριστοι δέ τινες εὑρόντες, καὶ παραμείναντες, ἔμαθον τὰ περὶ αὐτῆς, οὕτω πάντα αὐτῆς διηγησαμένης. Τῇ δὲ ὀγδόῃ ἡμέρᾳ προσευξαμένη, ἐφ’ ᾧ τὶ ἆρα διαπράξασθαι, πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Εὐθυμίου τοῦ Πελοποννησίου, τοῦ ἐν Κωνσταντινουπόλει ἀθλήσαντος ἐν ἔτει ᾳωιδ΄ (1814), διὰ στόματος ῥομφαίας, τῇ Κυριακῇ τῶν Βαΐων.
Βαΐα κρατῶν ἠδὲ Σταυρὸν παμμάκαρ,
Εὔθυμος, Εὐθύμιε, χωρεῖς πρὸς ξίφος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ' Ὁ Εἱρμός. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο.
Φωτισμῷ τῆς θείας χάριτος λαμπόμενος, τὸ σκότος τῶν κολάσεων διελήλυθας, γεγονώς ἡμέρας κοινωνός, σοφὲ ἀνεσπέρου, καὶ βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἡδρασμένη ἐπὶ πέτραν θείας γνώσεως, θεόφρον ἡ καρδία σου, οὐ σεσάλευται, πειρασμῶν ἀνέμοις Ἀθλητά, βοῶσα τῷ πάντων Λυτρωτῇ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μωραινόμενος ὁ τύραννος προστάττει σε, λωροτομεῖσθαι Ἔνδοξε, καὶ ὡς ἄσαρκον ὑπομένοντά σε καθορῶν, συνῆκεν οὐδόλως ἐκβοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὡς χρυσὸς ἐν τῇ καμίνῳ τῶν κολάσεων, ἐξέλαμψας πυρούμενος, καὶ ἐκσφράγισμα, παθημάτων θείων γεγονώς, ἐβόας Βασίλειε σοφέ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Παρθενίαν μετὰ τόκον ἀδιάφθορον, Παρθένε διαμένουσαν, κατανοοῦσα, τῷ ἐκ σοῦ τεχθέντι ὑπὲρ νοῦν ἐβόας Σωτῆρι καὶ Θεῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.





ᾨδὴ η' Ὁ Εἱρμός. Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας.
Ὁλικῶς πρὸς τὸ θεῖον ἀνατεινόμενος, τοὺς τοῦ σώματος πόνους ὄναρ λελόγισαι· ὅθεν πρὸς ζωὴν μακαρίαν καὶ ἄπονον, Μάρτυς ἀθλοφόρε, γηθόμενος μετέβης.
Νευρωθεὶς τῇ ἀγάπῃ τοῦ Παντοκράτορος, σπαραγμοὺς ὑποφέρεις σαρκὸς στεῤῥότατα, καὶ τὸν δυνατὸν ἐν κακίᾳ συμπνίγεις ἐχθρὸν ῥείθροις σῶν αἱμάτων, Βασίλειε τρισμάκαρ.
Ὁ βασίλειος κόσμος τῆς Ἐκκλησίας Χριστοῦ, τῶν παθῶν τοῦ Σωτῆρος τὸ ἀπεικόνισμα, Μάρτυς ὁ στεῤῥός, τῶν πιστῶν τὸ κραταίωμα, ὕμνοις εὐφημείσθω, Βασίλειος ὁ μέγας.
Ὑπερκόσμιον δόξαν καὶ φῶς ἀνέσπερον, οὐρανῶν Βασιλείαν, στέφος ἀμάραντον, ἄλυπον ζωήν, καὶ χαρὰν ἀνεκλάλητον, Μάρτυς μετὰ τέλος εὑρεῖν κατηξιώθης.
Θεοτοκίον
Σωτηρίας ἀνθρώπων γένος ἠξίωται διὰ σοῦ Παναγία Θεοχαρίτωτε· μόνη γὰρ ἡμῖν, τὸν Σωτῆρα ἐκύησας, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τους αἰῶνας.

ᾨδὴ θ' Ὁ Εἱρμός. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Ἰδεῖν Ἁγίων τερπνὰς λαμπρότητας, ἀπολυθεὶς σαρκός, κατηξιώθης Πανόλβιε, καὶ Ἀγγέλων συνήφθης στρατεύμασι, μέλπων ἀεὶ σὺν τούτοις· Ἅγιος, Ἅγιος, Ἅγιος, Τριάς, ἡ παντουργὸς καὶ παντοδύναμος.
Ὡς φῶς παμμάκαρ, ὡς μέγας ἥλιος, ἐν οὐρανῷ Χριστοῦ τῆς Ἐκκλησίας ὁρώμενος, ταῖς τῶν ἄθλων φεγγοβόλοις λάμψεσι, καὶ θαυματουργημάτων, θείαις λαμπρότησι, πάντων καταυγάζεις, τὰς ψυχὰς τῶν ἀνυμνούντων σε.
Σαυτὸν τῶν ἄθλων ταῖς ὡραιότησι, πανευκλεῶς θεόθεν, Ἀθλοφόρε ὡραΐσας, καὶ Χριστῷ τῷ ὡραίῳ παρίστασαι, στέφος δικαιοσύνης, νῦν περικείμενος· ὅθεν σε τιμῶμεν οἱ πιστοὶ ἐπαγαλλόμενοι.
Ἡ γῆ τῇ θείᾳ ταφῇ ἡγίασται, τοῦ Ἱεροῦ Βασίλειε καὶ θείου σου σώματος, τῶν Δικαίων ἐσκίρτησαν πνεύματα, μέσον αὐτῶν τὸ πνεῦμά σου μάκαρ ἔχοντα, μεθ' ὧν πάντων μέμνησο, ἡμῶν τῶν μεμνημένων σου.
Θεοτοκίον
Φρικτὸς ὁ τρόπος ὁ τῆς λοχείας σου! Θεὸς γὰρ ἦν Παρθένε σαρκωθεὶς ὁ τικτόμενος, ὃν ἱκέτευε φρικτῆς κολάσεως, πάντας τοὺς ἀδιστάκτῳ πίστει τιμῶντάς σε, Μῆτερ ἀπειρόγαμε, σεμνὴ ἀπολυτρώσασθαι.






Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τοῖς μὲν πιστοῖς τὴν σὴν κάραν, πηγὴν πολλῶν ἰαμάτων, τοῖς πόθῳ προσκαλουμένοις, παρέσχες παντοίας νόσους, πάσης ἀνάγκης ῥυσθῆναι, διὸ τιμῶμέν σε πάντες, Βασίλειε Ἱερομάρτυς.
Θεοτοκίον.
Ἐπιθυμῶ Παναγία, τὰ κάλλη τοῦ παραδείσου, τὸν μυρισμὸν καὶ τὰ ἄνθη, καὶ τὴν τερπνὴν εὐωδίαν, καὶ τὰς κραυγὰς τῶν Ἀγγέλων, πῶς ἀνυμνοῦν τὸν Δεσπότην.

Εἰς τοὺς αἴνους: Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν οὐρανίων τὰ κάλλη ποθήσας ἔνδοξε, καὶ τῷ Χριστῷ συνῆναι, μετ’ ἁγίων ἀγγέλων, παντοίας τὰς βασάνους ὑπέστης στεῤῥῶς, καὶ τυῤῥάνων ὠμότητα, καὶ μαρτυρήσας γενναίως ὑπὲρ Χριστοῦ, συνευφραίνει τοῖς μαρτύρων χοροῖς. (Δίς).

Μαρμαρυγαῖς ἀκηράτοις καταστραπτόμενος, τοῦ νοητοῦ ἡλίου, ὦ Βασίλειε μάκαρ ὁλόφωτος ἐδείχθης μάρτυς Χριστοῦ, ἱερεὺς τ’ ἐννομώτατος, δι᾿ ὅ Χριστῷ συνυπάρχων ἐν οὐρανοῖς, ὑπὲρ κόσμου παντὸς πρέσβευε.

Τῶν ἀθλοφόρων χορείαις συναυλιζόμενος, ἐν οὐρανοῖς τρισμάκαρ, παρεστώς τε τῇ θείᾳ, Τριάδι τῇ ἀνάρχῳ μνήμῃ ποιοῦ, τῶν τελούντων τὴν μνήμην σου, καὶ τὴν πανσέβαστον κάραν σου εὐλαβῶς, προσκυνούντων μετὰ πίστεως.

Δόξα. Ἦχος δ´.
Τὸν νοερὸν ἀδάμαντα, τῆς ὑπομονῆς ἀδελφοὶ τὸν γενναιότατον ἀθλητήν, τὸν δυσὶ στέμμασι κατεστεμμένον, ἱερωσύνης, καὶ ἀθλήσεως, παρὰ τῆς δεξιᾶς τοῦ παντάνακτος Θεοῦ, Βασίλειον τὸν ἐν μάρτυσιν μέγιστον εὐφημήσωμεν, οὗτος γὰρ τὸν ἀλάστορα καταπαλαίσας, τρόπαιον μέγα κατὰ τῆς πλάνης ἀνεστήσατο καὶ νῦν ἐν οὐρανοῖς τὸν Θεὸν ἑξαιτεῖται, ἄφεσιν ἁμαρτιῶν ἡμῖν παρασχεῖν, καὶ παντοίων νόσων ἀπαλλαγήν, τοῖς θερμῶς προστρέχουσιν αὐτῷ, καὶ τὴν ἁγίαν αὐτοῦ κάραν εὐλαβῶς ἀσπαζομένοις, καὶ τὴν ἐτήσιον αὐτοῦ μνήμην, μετὰ πόθου τελοῦσι, καὶ αἰτουμένοις δι᾿ αὐτοῦ τῷ Θεῷ ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.


Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου...

Δοξολογία Μεγάλη ἀπόλυσις, δίδοται δὲ καὶ ἅγιον ἔλαιον τοῖς ἀδελφοῖς.
Μεγαλυνάρια τοῦ Ἁγίου.
Κάραν τὴν τρισόλβιον ἡ Μονή, ἡ κατὰ Ῥεντίνης τοῦ Κυρίου μου τῆς μητρός, τὴν τοῦ Βασιλείου, πόλεως τῆς Ἀγκύρας, ὡς θησαυρὸν πλουτοῦσα, ἄσυλον γέννηται.
Ὅσοι μετὰ πίστεως σταθεράς, ὦ Ἱερομάρτυς προσκαλοῦσι κάραν τὴν σήν, οἴκους τοὺς ἰδίους, λυτροῦνται πάσης βλάβης, καὶ τῆς κολάσεως.
Ὅτε ἀλλεπάλληλα τὰ κακά, παρὰ τῶν ἐξ ἅ γὰρ ἀνεφύη πᾶσι πιστοῖς, τότε παρ’ ἐλπίδα, τῇ σῇ μονῇ Παρθένε, δεδώρηται ἡ κάρα, τοῦ ἀθλοφόρου σου.
Φάλαγξ ἀοράτων καὶ ὁρατῶν, ἐχθρῶν διωχθήτω, πόῤῥῳ χώρας σου τῆς πιστῆς, τῆς προκαθημένης, ἁπάντων τῶν Ἀγράφων, Βασίλειον Ἀγκύρας ἔχει γὰρ πρόμαχον.

Τυπικόν, βλέπε διάταξιν τῆς Θ΄ Μαρτίου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου