Τρίτη 12 Ιουνίου 2018

ΙΟΥΛΙΟΣ 9. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΠΑΓΚΡΑΤΙΟΣ ΤΑΥΡΟΜΕΝΙΑΣ ΑΚΟΛΟΥΘΙΑ



ΙΟΥΛΙΟΣ Θ΄!!

ΠΑΓΚΡΑΤΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΤΑΥΡΟΜΕΝΙΑΣ

ΑΚΟΛΟΥΘΙΑ

(Ἀναπλήρωσις ἀκολουθίας ὑπὸ Γερασίμου μοναχοὺ, Ἰβηροσκητιώτου, ἐν ἔτει απια΄.)

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ προσόμοια τοῦ Ἁγίου γ´. Ἦχος β´. Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρόν.

Ὅτε, ἡ κρηπὶς τῶν Μαθητῶν, περιερχομένη τὸν κόσμον, ὅλον ἐστήριξε, τότε σε εὑράμενον λίθον ὡς ἔντιμον, Ἐκκλησίας θεμέλιον, προβάλλεται μάκαρ, στήλας καταστρέφοντα, εἰδωλικὰς καὶ ναούς, θείᾳ δυναστείᾳ τοῦ Λόγου, τοῦ διὰ σαρκὸς ὁμιλῆσαι, Πάτερ τοῖς ἀνθρώποις εὐδοκήσαντος.

 

Λόγῳ, φυγαδεύων πονηρά, πνεύματα κακίας ἐτέλεις, πνευματικοὺς τοὺς λαούς, Πνεύματος τῇ χάριτι, Μάρτυς Παγκράτιε, ἀνατέμνων τὴν αὔλακα, τῆς τούτων καρδίας, καὶ καταβαλλόμενος, σπόρον τὸν ἔνθεον· ὅν περ, γεωργῷ προσηγάγου, τῷ ἐπουρανίῳ πρεσβεύων, ὑπὲρ τῶν πιστῶς ἀνευφημούντων σε.

 

Δύσιν, φρυκτωρίαις νοηταῖς, σὺ ἀνατολὴν ἀπειργάσω, ἥλιον φέρουσαν, θείας ἐπιγνώσεως, τοῦ ἐκ Παρθένου ἡμῖν, ὑπὲρ νοῦν ἀνατείλαντος· καὶ δύσας ἀθλήσει, Πάτερ ἐξανέτειλας, πρὸς φῶς ἀνέσπερον· ἔνθα, τῶν ἐσόπτρων λυθέντων, βλέπεις τὸ ποθούμενον κάλλος, τοῦ ἀγωνοθέτου σου Παγκράτιε.

 

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ἀποστόλων ὁμότροπος, ἀνεδείχθης μακάριε, ἱερὲ Παγκράτιε θεοδόξαστε, Ἀντιοχέων τὸ καύχημα, Μαρτύρων ἀγλάϊσμα, καὶ κλεινῶν Ἱεραρχῶν, τὸ φαιδρὸν ἀγαλλίαμα· ὅθεν σήμερον, τὴν ἁγίαν σου μνήμην ἐκτελοῦντες, ἐκτενῶς σε δυσωποῦμεν, σῶσον ἡμᾶς ταῖς πρεσβείαις σου.

 

Ὥσπερ ἥλιος ἔνδοξε, ἐξ ἑώας ἀνέτειλας, καὶ τὴν γῆν κατηύγασας, τῶν θαυμάτων σου, φαιδραῖς ἀκτῖσι τρισόλβιε, θεόφρον Παγκράτιε, ἱερόαθλε Χριστοῦ, καὶ εἰς Δύσιν γενόμενος, τὴν σκοτόμαιναν, τῶν εἰδώλων ἀπήλασας σημείοις, φοβεροῖς τε τεραστίοις, ἱερουργὲ παμμακάριστε.

 

Τοῦ κηρύγματος Ἅγιε, τῷ ἀρότρῳ Παγκράτιε, χερσωθεῖσαν ἔτεμες μάκαρ αὔλακας, λαῶν ἀπείρων καὶ πίστεως, τὸν σπόρον τὸν ἔνθεον, καταβέβληκας σαφῶς, γεωργὸς ὅν περ ηὔξησεν ὁ οὐράνιος, ἐπομβρίᾳ τοῦ Πνεύματος τοῦ θείου· ὅν δυσώπει ἐκ κινδύνων τοὺς σὲ τιμῶντας λυτρώσασθαι.

Δόξα. Ἦχος πλ. β΄.

Πέτρου τοῦ κορυφαίου τῶν Ἀποστόλων, μαθητὴς γενόμενος, καὶ ποιμενάρχης Ταυρομενίας, παρ’ αὐτοῦ χειροτονηθεὶς, θεοφόρε Παγκράτιε, ἐν σημείοις καὶ τέρασι, λαοὺς ἀπείρους ἐπεσπάσω, πρὸς τὴν πίστιν τοῦ Χριστοῦ, καὶ εἰδώλων δὲ τεμένη κατηδάφισας, τῷ λόγῳ μόνῳ, ναοὺς ἱεροὺς ἀντεγείρας, εἰς δόξαν τοῦ Κυρίου· ᾧ νῦν παριστάμενος, ἐν αἵματι Μαρτυρίου διαλάμπων, μὴ ἐλλείπῃς παμμακάριστε, πρεσβεύων ὑπὲρ πάντων, τῶν ἐν πίστει ἐκτελούντων, τὴν σεβασμίαν σου ἄθλησιν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσῃ σε, Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσῃ σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς, ἐκλάμψας Υἱὸς Μονογενὴς, ὁ αὐτὸς ἐκ Σοῦ τῆς Ἀγνῆς προῆλθεν, ἀφράστως σαρκωθεὶς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς· Οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος· Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´ 13-16, ἐκλογή).

Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 14, Παροιμ. ι´ 31).

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν· δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων· σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Εἰς τὰ Ἀπόστιχα. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις τῶν Ἀποστόλων Χριστοῦ, ὁ κατὰ πάντα, μιμητὴς παμμακάριστε· ὁ κήρυξ Εὐαγγελίου· ὁ διαλάμψας ἐν γῇ, ἐν πολλαῖς θαυμάτων ἐπιδείξεσι, τοῦ σκότους τὰ πνεύματα, ὁ διώξας τοῖς λόγοις σου, καὶ τῶν ἀνθρώπων, χερσωθείσας τὸ πρότερον ἀρωσάμενος, τὰς καρδίας Παγκράτιε· χαίροις ὁ θείῳ αἵματι, στολὴν ἐπιχρώσας σου, τὴν ἱερὰν Μαρτυρίου, καὶ σὺν Ἀγγέλων στρατεύμασι, Κυρίῳ πρεσβεύων, ὑπὲρ πάντων θεοῤῥῆμον, τῶν εὐφημούντων σε

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χαῖροις, Ἱεραρχῶν ἡ κρηπὶς, τῶν Ἀθλοφόρων, τὸ σεπτὸν ἀκροθίνιον, ὁ στύλος τῆς εύσεβείας, τῆς Ἐκκλησίας φωστὴρ, ὁ λαμπρὸς τῆς πίστεως ὑπέρμαχος· πυρὶ ὁ τῶν λόγων σου, καταφλέξας ζιζάνια, τῆς ἀσεβείας, καὶ μοχλῷ σῶν δεήσεων, τὰ παμμίαρα, καταστρέψας σεβάσματα· ξίφος οὐρανοχάλκευτον, δαιμόνων τὰς φάλαγγας, Πνεύματος σθένει, συγκόψαν, τοῦ Παναγίου Παγκράτιε, πιστῶν θεῖοις πρέσβυς, πρὸς Χριστὸν τὸν Ζωοδότην, καὶ ὑπεράγαθον.

 

Στ.: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται .

Πέτρος, ἡ θεία πέτρα σαφῶς, τῆς τοῦ Κυρίου, Ἰησοῦ Χριστοῦ πίστεως, εὑρών σε ἐξαποστέλλει, ὥσπερ ἀκτῖνα φαιδρὰν, ἀσεβείας σκότος ἐκδιώκουσαν, βροτῶν δὲ φωτίζουσαν, διανοίας τῇ χάριτι, τῇ σοὶ δοθείσῃ, ἐκ Θεοῦ Παντοκράτορος, παναοίδιμε, Ἱεράρχα Παγκράτιε· ὅθεν εὐγνωμονοῦντές σοι, πιστοὶ τὴν ἐτήσιον, ἐπιτελοῦμέν σου μνήμην, φιλανθρωπίας αἰτούμενοι, τυχεῖν καὶ ἐλέους, ταῖς πρεσβείαις σου παμμάκαρ, ἐνᾤρᾳ κρίσεως.

 

Δόξα. Ἦχος πλ. δ΄.

Φερωνύμως Παγκράτιε ἔνδοξε, τὸ κράτος Θεός σοι δέδωκε, κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ, καὶ θεραπεύειν πᾶσαν νόσον· διὸ τοῖς πᾶσιν αἰδέσιμος φανείς, καὶ τὸν κόσμον καταπλήξας, ἐν σημείοις καὶ τέρασι, πρὸς οὐρανὸν μεταβέβηκας, Μαρτυρίου αἵματι σταζόμενος, τὸ γέρας ληψόμενος, παρὰ Χριστοῦ τοῦ Θεοῦ· ᾧ πρεσβεύεις ἀδιαλείπτως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

 

Καὶ νῦν. Θεοτοκίον.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Πυρὶ ἐκκαιόμενος, θείας ἀγάπης Χριστοῦ, τὴν πλάνην κατέφλεξας, θείοις σου λόγοις σοφὲ, Ἱεράρχα Παγκράτιε· ὅθεν καὶ ἐναθλήσας, θεοφόρε γενναίως, αἵμασι σοῖς δαιμόνων, ἐναπέπνιξας στίφη· καὶ νῦν ὑπὲρ ἡμῶν τὸν Θεὸν, μάκαρ ἱκέτευε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α΄ Στιχολογίαν· Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτὴρ.

Ἡ πέτρα τῆς Χριστοῦ, Ἐκκλησίας θεόφρον, θεμέλιον στεῤῥόν, θείας πίστεως ὄντως, σὲ ἔθετο Παγκράτιε, τῶν ἀπίστων πυργώματα, καταστρέφοντα, τῶν δὲ πιστῶν στερεοῦντα, τὰ συστήματα, ἐν φοβεροῖς θαυμασίοις, σημείοις καὶ τέρασιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐλπὶς χριστιανῶν, Παναγία Παρθένε, ὅν ἔτεκες Θεὸν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ᾀεὶ Σὲ δοξάζουσιν.

 

Μετὰ τὴν β΄ στιχολογίαν· Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ῥεύμασιν Ἅγιε, θείου κηρύγματος, τὴν γῆν διέδραμες, ὦ ἱερόαθλε, τῆς ἀσεβείας θολερούς, ξηραίνων μὲν τοὺς χειμάῤῥους, τῶν πιστῶν δὲ ἅπαντα, καταρδεύων συστήματα, καὶ δαιμόνων φάλαγγας, κατακλύζων μακάριε· διό σοι χαρμοσύνως βοῶμεν· Χαῖρε Παγκράτιε θεόφρον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Θείου Πνεύματος, τῇ φωταυγίᾳ, σκότος ἔλυσας πολυθεΐας, καὶ τῶν πιστῶν τὰς καρδίας ἐφώτισας, ἀναβοήσας σωτήρια δόγματα, ἐν Σικελίᾳ, Παγκράτιε πάνσοφε· Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη Πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα· τὸν ὑπὲρ πάντας ἐμὲ χοῦν γενόμενον, ἐῤῥυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

 

Ὁ παρὼν Κανὼν τοῦ  Ὁσίου. Ποίημα Θεοφάνους.

ᾨδὴ α´. Ἦχος α´. ᾨδὴν ἐπινίκιον.

Ὑπέρτιμον λίθον σε, ἡ Ἐκκλησία, γνωρίζει Παγκράτιε, ἑδρασμῷ τῶν λόγων σου, στηριζομένη ἀεί, καὶ διὰ τοῦτό σου τιμᾷ, τὴν μνήμην σήμερον.

Μονάδα τρισάριθμον, ἑνιζομένην, ταυτότητι φύσεως, καταγγέλλων ἔσβεσας, τῆς ἀθεΐας ἀχλύν, καὶ φωτοβόλοις διδαχαῖς, λαοὺς ἐφώτισας.

Νεώσας ἀρότρῳ σου, τῶν θείων λόγων, καρδίας Παγκράτιε, χερσωθείσας πρότερον, κακοπιστίας αὐχμῷ, γονίμους ἔδειξας σαφῶς, διὰ τῆς πίστεως.

Θεοτοκίον.

Ἐκ σοῦ ἀνατέταλκεν, ὁ φωτοδότης, φωτίζων τὰ πέρατα, Ἰησοῦς ὁ Κύριος, ἄχραντε Δέσποινα· δι᾿ οὗ οἱ ἐν σκότει καὶ σκιᾷ, φῶς ἐθεάσαντο.

 

Ἕτερος, οὗ ἡ ἀκροστιχίς: Ὕμνοις, Παγκράτιε σοφέ, ἱεροῖ σε. Ὁ ἐλάχιστος Ἠλίας.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν.

Μνησθείς μου Παγκράτιε πρὸς Θεόν, τὸν ὕμνον προσδέχου, χορηγῶν μοι τὴν προφοράν, τῶν λόγων τῶν θείων σου ἐπαίνων· καὶ γὰρ ποθέων δοξάζειν σε πρόσειμι.

Νοὸς ἐκκαθάρας τὸ τριμερές, εἰς ὕψος ἐπήρθης, ἀπαθείας ὡς φοιτητής, καὶ πρόβλημα Πέτρου τοῦ μεγίστου, τῶν Ἀποστόλων παμμάκαρ Παγκράτιε.

Ὁ μύστης τῶν ἄνω θεωριῶν, ὁ κῆρυξ τοῦ λόγου, τῶν ἀῤῥήτων ὁ ἑρμηνεύς, Παγκράτιε σῶζέ σου τὴν ποίμνην, ἥνπερ ἐκτήσω διὰ τοῦ βαπτίσματος.

Θεοτοκίον.

ᾯ τάξεις Ἀγγέλων δουλοπρεπῶς, παρίστανται φόβῳ, ἀνυμνοῦσαι ὡς ποιητήν, ἀγκάλαις ὡς βρέφος ἐπιφέρεις, Θεοκυῆτορ ἁγνὴ ἀπειρόγαμε.

 

 

 

ᾨδὴ γ´. Στερεωθήτω ἡ καρδία μου.

Ὑπὸ τοῦ Πνεύματος σθενούμενος, πονηρὰ ἐδίωξας πνεύματα, καὶ τῷ μοχλῷ τῶν προσευχῶν, τὰ τεμένη ἠδάφισας, τῶν εἰδώλων Ἐκκλησίας, ἀνιστῶν ἀξιάγαστε.

Τῷ τμητικῷ σου λόγῳ ἔτεμες, δυσφημίας Ὅσιε ἄκανθαν, καὶ κατεφύτευσας ψυχαῖς, τὰ σωτήρια δόγματα, ἀρετῶν εὐθυνουμέναις, τῇ αὐξήσει Παγκράτιε.

Σκεῦος εὑρών σε θείου Πνεύματος, καθαρὰς ἀκτῖνας δεχόμενον, ὁ Κορυφαῖος μαθητής, πρὸς τὴν δύσιν ἀπέστειλεν, ἀθεΐας ἐκμειῶσαι, τὴν ἀχλὺν πανσεβάσμιε.

Θεοτοκίον.

Σὲ τὴν νεφέλην τὴν ὁλόφωτον, καὶ Θεοῦ τὴν στάμνον τὴν πάγχρυσον, καὶ πλατυτέραν οὐρανοῦ, καὶ μετάρσιον κλίμακα, ἀπειρόγαμε Παρθένε, οἱ πιστοὶ μακαρίζομεν.

 

Ἕτερος. Ῥάβδος εἰς τύπον.

Ἄνθραξ φωσφόρος, τῇ Σικελίᾳ ἐπικομίζεται· τῷ χρισμῷ γὰρ ἐκλάμπει ὁ ἱεράρχης, τῇ τυραννούσῃ δὲ πρώην, σκοτομήνῃ νῦν ἐφέστηκεν, ἄπνους ὁ ζῶν, εἰς κράτος καὶ στερέωμα.

Τέττιξ χριστόφρων, τῇ Σικελίᾳ ἐπαποστέλλεται, προβληθεὶς παρὰ Πέτρου ὁ ἱεράρχης, καὶ τὴν βακχεύουσαν πρώην, πολιτείαν καθωδήγησεν, φῶς πρὸς ζωήν, καὶ κράτος καὶ στερέωμα.

Ἰσοπροστάτης, τοῖς ἐκτελοῦσι τὴν ἐκδημίαν σου· μιμητὴς γὰρ ἐδείχθης τοῦ πλαστουργοῦ σου, τῷ ἱερῷ σου δὲ μᾶλλον, νῦν ποιμνίῳ ὦ Παγκράτιε, τεῖχος λιμήν, καὶ κράτος καὶ στερέωμα.

Εὔθυμος ῥύστης, Βονιφατίῳ ἀναγνωρίζεται, μεσιτείᾳ τοῦ θείου Λυκαονίδους, τῇ ἀγαθότητι Χριστοῦ, ὑπερτάτως ὁ Παγκράτιος, ὃν εὐσεβῶς, ὑμνοῦντες μακαρίσωμεν

Θεοτοκίον.

Ἔσχες ἐν μήτρᾳ, τὸν πρὸ αἰώνων ἄνακτα Κύριον, ἐκ Πατρὸς γεννηθέντα ἄφθορε Κόρη, Ὃν καὶ τεκοῦσα Παρθένος, ἐτηρήθης γαλουχήσασα, πάντων ἡμῶν, εἰς δόξαν καὶ στερέωμα.

 

Κάθισμα. Ἦχος δ´. Ἐπεφάνης σήμερον.

Εὐσεβείας πρόμαχος, τροπαιοφόρος, ἱερὲ Παγκράτιε, ἀναδειχθεὶς ἐν οὐρανοῖς, σὺν Ἀσωμάτοις παρίστασαι, νῦν τῷ Κυρίῳ, πρεσβεύων σωθῆναι ἡμᾶς.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐν τῇ σκέπῃ ἄχραντε, τῇ σῇ Παρθένε, προσφυγόντων δέησιν, προσδεξαμένη παρ᾿ ἡμῶν, μὴ διαλίπῃς πρεσβεύουσα, πρὸς τὸν Υἱόν σου, σωθῆναι τοὺς δούλους σου

 

 

ᾨδὴ δ´. Ἐν πνεύματι προβλέπων.

Πυρὶ τοῦ Παρακλήτου πυρίπνοος δειχθείς, τὴν ἀπάτην ἔφλεξας Παγκράτιε σοφέ· καὶ ἀναλάμψας ὡς λύχνος τοὺς ἐν θαλάσσῃ, βυθιζομένους τῆς ἀγνοίας πρὸς λιμένας, θείου ἐμβιβάζεις θελήματος.

Ἐκ πέτρας ἀκροτόμου ὁ Πέτρος ἀρδευθείς, καὶ πλησθεὶς ὡς ἄλλον σε ἐκπέμπει ποταμόν, κεχερσωμένας ἀρδεύειν ψυχὰς θεόφρον, καὶ ἀσεβείας ποταμοὺς ἀποξηραίνειν, ῥεύμασι τοῦ θείου κηρύγματος.

Ὁ βίος σου ταῖς θείαις ἀστράπτων καλλοναῖς, πάντων ἀπημαύρωσε δαιμόνων τὰς ὁρμάς· καὶ διαλύσας τὸ σκότος τῆς ἀθεΐας, υἱοὺς ἡμέρας ἐναπέδειξας τοὺς πόθῳ, σοῦ ταῖς διδαχαῖς εὐπειθήσαντας.

Θεοτοκίον.

Σαρκούμενον τὸν Λόγον οὐσίαις ἐν δυσί, Κόρη καὶ θελήμασιν ἐκύησας ἁγνή, τὸν τὰς εἰσόδους γνωρίσαντα παραδόξως, τῆς σωτηρίας τοῖς τῇ πλάνῃ δουλωθεῖσιν, ἄχραντε Παρθένε πανύμνητε.

 

Ἕτερος. Σύ μου Χριστέ.

Ὅσοι τῆς σῆς, ἐπιδεόμεθα χάριτος, ἱεράρχα, τύχοιμεν ἐλλάμψεως, τῆς παρὰ σοῦ, ἀντιληπτικῶς, ἵνα κατὰ πάντα, καὶ διὰ πάντων τὰ σὰ ἐκ τῶν σῶν, προσφέρωμεν σοι Πάτερ, εὐχαρίστως βοῶντες· τῷ στεφάνῳ Σου δόξα Παγκράτιε.

Φωτιστικῶς, ἔγνω Χριστὸν Βονιφάτιος, ὑπαχθείς σου, Πάτερ τοῖς διδάγμασιν, καὶ κατιδών, ὅπλῳ τοῦ Σταυροῦ, τούτου βυθισθέντα, τὰ πεπλασμένα σεβάσματα· διὸ καὶ ἀνεβόα, σὺν τῷ Λυκαονίδι· ὁ Θεὸς Παγκρατίου ἱλάσω μοι.

Ἕλκει λαόν, πρὸς σωτηρίαν Παγκράτιος, ἐξ ἀγνοίας, ῥήμασι καὶ θαύμασιν, τερατουργῶν, ὥσπερ Μωϋσῆς, χάριτι Κυρίου, ὑφ’ οὗ ἀπαύστως δοξάζεται, μεθ’ οὗ συνεορτάζει, ἡ ὑφήλιος πᾶσα, τὴν αὐτοῦ ἐκτελοῦσα μετάστασιν.

Ἡ διὰ σοῦ, καὶ ὑπὸ σοῦ ἐπιγνώσασα, φῶς τὸ μέγα, ποίμνῃ σου Παγκράτιε, χρεωστικῶς, σὲ δοξολογεῖ, καὶ ἐγκαυχωμένη, ἐν σοὶ πιστῶς ἐναβρύνεται, βοῶσά σοι ἀπαύστως· ἣν ἐν σοὶ κατηρτίσω, ἀσινῆ περισκέπων με σάωζε.

Θεοτοκίον.

Σὺ τῶν πιστῶν, καύχημα πέλεις ἀνύμφευτε, Σὺ προστάτις, Σὺ καὶ καταφύγιον, χριστιανῶν, τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν Σου, ἐντεύξεις φέρεις πανάμωμε, καὶ σώζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν Σε γινώσκοντας.

 

 

 

 

 

 

ᾨδὴ ε´. Τὴν σὴν εἰρήνην δὸς ἡμῖν.

Θαυμάτων ἐπιδείξεσιν, ἐζώγρησας λαούς, λόγῳ δὲ ναοὺς κατηδάφισας, καὶ ἐδομήσω ἱερώτατε, Ἐκκλησιῶν τὰ κάλλη, εἰς καινισμὸν ἀνθρώπων.

Τοῖς αἵμασιν ἐφοίνιξας, στολὴν τὴν ἱεράν, λύθρον δὲ δαιμόνων ἐξήρανας, καὶ νικηφόρος ἀνελήλυθας, πρὸς οὐρανὸν τῆς νίκης, ἀπολαβεῖν τὸ στέφος.

Ἐῤῥάγη πρὸ προσώπου σου, φραγμὸς εἰδωλικός, θύρα δὲ ἠνοίχθη τοῖς ἔθνεσι, καὶ διεδόθη χάρις ἔνθεος, ταῖς τῶν πιστῶν καρδίαις, ἱερομύστα Πάτερ.

Θεοτοκίον.

Ὡς ὄμβρος ἐν τῇ μήτρᾳ σου, κατῆλθεν ὁ Χριστός, Ἄχραντε καὶ ὄμβρους ἐξήρανε, πολυθεΐας καὶ ἐπήγασε, θεογνωσίας ὕδωρ, τοῖς ἐν φλογμῷ ἀπάτης.

 

Ἕτερος. Ἵνα τί με ἀπώσω.

Ἐταπείνωσας φρένα, ὑψαυχούντων τυράννων τοῖς θαυμασίοις σου, καὶ δαιμόνων θράση, σταυροτύπῳ δυνάμει κατέαξας, τὴν εἰκόνα ἔχων τοῦ Ἰησοῦ, ὑπερμαχοῦσαν, ἐπὶ πᾶσί σοι Πάτερ Παγκράτιε.

Ῥωμαλέων ἀντέστης, δι’ εὐχῆς Ἀκυλίνῳ τῷ πολεμήτορι, σὺν ἑξακοσίαις, χιλιάσι πορθοῦντι τὴν πόλιν σου, καὶ ἐῤῥύσω ταύτην ῥώμῃ σταυροῦ, καὶ τῶν εἰκόνων, πατροπάτορ θεόφρον Παγκράτιε.

Ὁ τὰς θείας εἰκόννας, μὴ τιμῶν ὀρθοδόξως ἔστω ἀνάθεμα· δι’ αὐτῶν γὰρ ἤδη, ἐναντίον τροποῦνται κακόνιαι, δι’ αὐτῶν ῥωννῦνται οἱ ἀσθενεῖς, καὶ ἀπωσμένοι, δι’ αὐτῶν καὶ Παγκράτιος ἤστραψεν.

Θεοτοκίον.

Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν Σου κεκτημένη πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι Σὲ καὶ μόνην χριστιανοί, πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

ᾨδὴ στ´. Τὸν Προφήτην Ἰωνᾶν.

Χαριτώσας σου τὸν νοῦν, καὶ λαμπρύνας δαψιλῶς, Ἰησοῦς ὁ φωτισμός, τῶν ἁπάντων καὶ Θεός, τῷ λόγῳ σου, τῆς ἀλογίας, λαοὺς ἐῤῥύσατο.

Ραντισμῶν εἰδωλικῶν, καὶ αἱμάτων ἐναγῶν, ἐλυτρώσω τοὺς λαούς, καὶ τυθεὶς ὥς περ ἀμνός, Παγκράτιε, θυσία ζῶσα, Θεῷ προσήνεξαι.

Ἱερούργησας Θεοῦ, Εὐαγγέλιον σοφέ, τὰς ἐνθέους διδαχάς, σφραγισάμενος λαμπρῶς, τῷ αἵματι, ἱερομύστα, Μάρτυς Παγκράτιε.

Θεοτοκίον.

Συμπνιγέντα προσβολαῖς, τῶν ἀκάρπων λογισμῶν, ἐπανάγαγε πρὸς φῶς, σωτηρίας καὶ ζωῆς, Πανάμωμε, ἡ τὸν Σωτῆρα Χριστὸν κυήσασα.

 

 

 

Ἕτερος. Ἦχος στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Συνήγμεθα μυστικῶς, ἀνευφημοῦντες τὴν δόξαν σου, Παγκράτιε ἱερέ, Μαρτύρων συμμέτοχε· διὰ σοῦ γὰρ ἔγνωμεν, προσκυνεῖν Πατέρα, καὶ Υἱὸν καὶ Πνεῦμα Ἅγιον.

Συνέσεισας τῶν γλυπτῶν, τὴν χειροποίητον δύναμιν, καὶ ἔστησας τοῦ Σταυροῦ, τὸ ἄσειστον τρόπαιον, δι’ οὗ ἐξελήλακας, τοῦ γυναίου ἄλγος, τῶν χοιρέων ὦ Παγκράτιε.

Ἐπίδος πρεσβευτικῶς, τοῖς σὲ ποθοῦσι τὴν χάριν σου, διάσωζε ἀσινεῖς, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου, φύλαττε τὴν ποίμνην σου, καὶ τὴν πόλιν ταύτην, ἱερώτατε Παγκράτιε.

Θεοτοκίον.

Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ Σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

 

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον. Γερασίμου Ἰβηροσκητιώτου.

Ὡς φωστὴρ ἀνέτειλας ἐκ τῆς ἑώας, καὶ τὴν γῆν κατηύγασας, ἐν θαυμασίοις φοβεροῖς, Ἱερομάρτυς Παγκράτιε, Ταυρομενίας, τὸ κλέος καὶ καύχημα.

 

Συναξάριον.

Τῇ Θ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παγκρατίου, Ἐπισκόπου Ταυρομενίας Σικελίας, καὶ τῶν σὺν αὐτῷ μαρτυρησάντων· Εὐαγρίου, Βονιφατίου, Τατιανοῦ, Νεοφύτου, Ἐλπιδίου, Ἐπαφροδίτου, Λυκαονίδου, Νίκωνος, Σωσάννας, Βενεδίκτης, Σεργίας, Φοίνικος, Ἑλένης, καὶ Παυλίνης.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ´. Τοὺς ἐν καμίνῳ Παῖδας.

Ἐν αἵματι βεβάπτισται τῷ σῷ, Παγκράτιε πρότερον ἐν ὕδατι λαούς, βεβαπτικὼς καὶ πρὸς Χριστὸν μετῆλθες χαίρων· μεθ᾿ οὗ αὐλιζόμενος, θέσει θεοῦσαι λαμπρῶς, ἀειμακάριστε.

Τοὺς ἅλμῃ συγχωσθέντας τῶν δεινῶν, ἀγκίστρῳ σου τῶν λόγων ἀνηγάγου ἱερέ, καὶ προσευχῶν ἱερωτάτῃ ἐπομβρίᾳ, θολερὸν ἐξήρανας, κακοπιστίας βυθόν, ἱερομύστα Χριστοῦ.

Ἡ πέτρα σε ἡ ὄντως ἀῤῥαγής, θεμέλιον ἔθετο καὶ βάσιν ἀῤῥαγῆ, τῆς ἱερᾶς ἱεροφάντορ Ἐκκλησίας, ἐν ᾗ ἐδαφίζεται, πᾶσα κακία σοφέ, τοῦ νηπιώδους ἐχθροῦ.

Θεοτοκίον.

Καθαρωτάτην μόνην σε εὑρών, πανάμωμε, Λόγος καθαρώτατος Θεοῦ, σοῦ ἐκ γαστρὸς ἀποτεχθεὶς πιστοὺς καθαίρει, μολυσμοῦ Θεόνυμφε, προσγενομένου ἡμῖν, ἐξ ἀκρασίας κακῶν.

Ἕτερος. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἐκ τῆς Ἀντιοχείας, καταντήσας καὶ Πόντου, πρὸς τὰ ἑσπέρια, ἐφώτισας τὴν δύσιν, τῇ αἴγλῃ τῶν θαυμάτων, ἀναμέλπων Παγκράτιε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Λεπρωθεῖσαν ἰάσω, Βενεδίκτου εὐχαῖς σου, Πάτερ Παγκράτιε, πρὸς φῶς ἐξ ἀπιστίας, τῆς γνώσεως μεθέλκων, καὶ ῥωσθεῖσα ἀνέκραζεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀγαθῇ προαιρέσει, ὑπὸ σοῦ παιδευθεῖσαι, Πάτερ Παγκράτιε, Σεργία καὶ Σωσάννα, ἐνίκησαν Ἐλίδου, τὴν κακόνοιαν μελπούσαι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Χεῖρα ὄρεξον Πάτερ, βοηθείας τοῖς πίστει, ἐπιτελοῦσί σου, τὴν πανσέβαστον μνήμην, διδούς σοι τῷ ποιμνίῳ, μελῳδοῦντι τὸν ἔλεον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ἡ τῆς Εὔας τὴν λύπην, εἰς χαρὰν τρεψαμένη, Μῆτερ τοῦ τόκου Σου, ἀνύψωσον τὸ κέρας, ἁγνὴ τῶν Ὀρθοδόξων, καὶ κατέβαλε σύστημα, αἱρετιζόντων μόνη, ἁγνὴ Θεοκυῆτορ.

 

ᾨδὴ η´. Ὃν φρίττουσιν Ἄγγελοι.

Πυρὶ λιπαινόμενος, ποικίλων πειρασμῶν, ἀνάλωτος ἔμεινας, στομούμενος τὸν νοῦν, λαμπραῖς θεωρίαις, καὶ ὡράθης σοφέ, ξίφος διακόπτον, ὕλην πολυθεΐας.

Λαοὺς εἰς ἐπίγνωσιν, προσάγων τοῦ Χριστοῦ, σημεῖα καὶ τέρατα, ἐτέλεις ἐμφανῶς, προλέγων τὸ μέλλον, ὡς προφήτης Θεοῦ, ταῖς τοῦ Παρακλήτου, θεόφρον ἐπιπνοίαις.

Εἰκόνα τοῦ κτίσαντος, δεικνύων τοῖς λαοῖς, ἑκὼν ἣν ἐφόρεσεν, ἑνούμενος ἡμῖν, σημείων δυνάμεις, δι᾿ αὐτῆς ἐκτελεῖς, τῆς πολυθεΐας, τὸ μῦσος ἀναστέλλων.

Θεοτοκίον.

Ὡς ὄμβρος ἐν μήτρᾳ σου, κατῆλθεν ὁ Χριστός, καὶ πᾶσαν κατήρδευσε, τὴν κτίσιν ἀληθῶς, ξηράνας Παρθένε, θολεροὺς ποταμούς, εἰδωλομανίας, ὁ μόνος εὐεργέτης.

 

Ἕτερος. Ἱερουσαλὴμ ἡγιασμένης.

Συνανακραθεὶς τοῖς Ἀποστόλοις, διὰ πίστεως Πάτερ Παγκράτιε, τούτων τῆς αὐτῆς δόξης ἠξιώθης, ἐπιπνοίᾳ ὄντως τοῦ Πνεύματος, καὶ τὰς ἐπουρανίου σκηνάς, κατοικῶν ἐποπτεύεις τοὺς ὑμνοῦντάς σε, σώζων ἐκβοῶντας ἄληκτα· εὐλογεῖτε τὰ ποιήματα πάντα τὸν Κύριον.

Ταυρομενιτῶν τὸ μέγα κλέος, μεγαλώνυμε Πάτερ Παγκράτιε, καὶ τῆς Σικελῶν νήσου συμμαχήτωρ, ἀοράτως φάνηθι σώζων με, καὶ τοὺς ἐπιτελοῦντας τὴν σήν, πρὸς Θεὸν ἐκδημίαν διαφύλαττε, νέμων τοῖς βοῶσιν ἴασιν· εὐλογεῖτε τὰ ποιήματα πάντα τὸν Κύριον.

Ὁ μυροσταγὴς καὶ φωτοβόλος, καὶ ἡδύπνοος τάφος σου Ἅγιε, τοὺς εἰλικρινεῖ πίστει προσιόντας, τῇ ὀσμῇ τῆς τούτου ἐκπνεύσεως, Ὡς μυρωδίας πέλων μεστός, ὑγιεῖς προεκπέμπεις ὦ Παγκράτιε, Ὃν περικυκλοῦντες ψάλλομεν· εὐλογεῖτε τὰ ποιήματα πάντα τὸν Κύριον.

Σὺν τῷ θαυμαστῷ ἱερομύστῃ, Εὐαγρίῳ ὑμνείσθω ὁ Βονιφάτιος, καὶ Τατιανὸς ἅμα Νεοφύτῳ, Ἐλπιδίῳ καὶ Ἐπαφρόδιτος, καὶ Λυκαονίδης ὁ σοφός, σὺν Σωσάννᾳ Βενεδίκτα καὶ Σεργίᾳ, Φοῖνιξ καὶ Ἑλένη Νίκων τε, καὶ Παυλίνη ὧν ἐξάρχει ὁ μέγας Παγκράτιος.

Θεοτοκίον.

Σὺν τῷ Γαβριὴλ τῇ Θεοτόκῳ, ἀσιγήτως τὸ χαῖρε βοήσωμεν, ὅτι δι’ αὐτῆς πλάνης λυτρωθέντες, τὴν ζωὴν τὴν ἄληκτον ηὕραμεν, καὶ τὴν ἐν Παραδείσῳ τρυφήν, οἱ θνητοὶ ὡς ἀρχῆθεν ἀπελάβομεν, ἐν ᾧ εἰσιόντες κράζομεν· εὐλογεῖτε τὰ ποιήματα πάντα τὸν Κύριον.

 

ᾨδὴ θ´. Τὴν ζωοδόχον πηγήν.

Τοῖς φωτοβόλοις τοῦ Πέτρου πυρσεύμασι, καταυγασθεὶς καὶ ψυχὴν καὶ διάνοιαν, ὡς ἀστὴρ πολύφωτος, πρὸς τὴν δύσιν ἔφθασας, φωταγωγῶν διδαχαῖς τοὺς παρεισδύντας, εἰς ἀγνωσίας Παγκράτιε βάραθρα.

Τὴν τῆς εἰκόνος τιμὴν διαβαίνουσαν, εἰς τὸ πρωτότυπον σὺ ἐπιστάμενος, πανταχοῦ τὴν ἄχραντον, ἀνεστήλους ἔνδοξε, τοῦ Ἰησοῦ καὶ Θεοῦ ἡμῶν εἰκόνα, εἰς ἰνδαλμάτων δαιμόνων καθαίρεσιν.

Ἱερωτάταις ἐμπρέπων λαμπρότησι, μαρτυρικαῖς διαλάμπεις φαιδρότησιν, ὁρῶν καὶ ὁρώμενος, ἱερὲ Παγκράτιε, ἀγαλλομένῃ ψυχῇ Θεοῦ τὴν δόξαν, Ἱεραρχῶν καὶ Μαρτύρων ἀγλάϊσμα.

Θεοτοκίον.

Φεῖσαι ἡμῶν τῶν ὑμνούντων σου Κύριε, τὴν ἐκ Παρθένου ἀνέκφραστον γέννησιν, πειρασμῶν ῥυόμενος, καὶ παθῶν καὶ θλίψεων, ταῖς ἱκεσίαις αὐτῆς τοὺς σοὺς οἰκέτας, ὡς εὐεργέτης καὶ μόνος φιλάνθρωπος.

 

Ἕτερος. Ἡ ἀνατραφεῖσα.

Λύτρωσαι τὴν ποίμνην, ὦ Παγκράτιε ἣν ἐκτήσω, ἐκ παντοίας ἐπιβουλῆς τοῦ πέλας, ἀγαθοεργίας, ταύτην κράτυνον πάντοτε.

Ἴασαι τοὺς πόθῳ, ὦ Παγκράτιε ἐκτελοῦντας, τὴν ἡμέραν τῆς παγκλεοῦς σου μνήμης, λώβης ἐκ παντοίας, τούτους Πάτερ λυτρούμενος.

Ἄφεσιν πταισμάτων, ἀντιδίδου μοι ταῖς εὐχαῖς σου, ἱεράρχα ταῖς Ἐκκλησίαις νέμων, βάσιμον κρηπῖδα, Πάτερ τὴν τῶν εἰκόνων τιμήν.

Σῶσον τὸν λαόν σου, ὁ Θεὸς ἡμῶν ταῖς πρεσβείαις, Παγκρατίου τοῦ ἱεροῦ ποιμένος, κατ’ ἐχθρῶν παρέχων, νίκας τῷ εὐσεβεῖ Βασιλεῖ.

Τείχιζε τὴν πόλιν, ἣν ἐπύργωσας σαῖς πρεσβείαις, ἱεράρχα λιμοῦ σεισμοῦ μαχαίρας, καὶ ἐπιδρομῆς, Ἀράβων ταύτην λυτρούμενος.

Θεοτοκίον.

Ὄλεσον τὰ ἔθνη, τὰ τὸν πόλεμον συγκροτοῦντα, Θεοτόκε καὶ κακοδόξων στίφη, σκέπουσα ἡμᾶς, τοὺς πόθῳ ὑμνοῦντάς Σου τὴν μορφήν.

 

Ἐξαποστειλάριον. Φῶς ἀναλλοίωτον.

Πέτρος ἡ πίστεως πέτρα, Παγκράτιε κραταιάν σε, κρηπῖδα Μάρτυς καὶ βάσιν, καθίστησιν Ἐκκλησίας· μεθ᾿ οὗ καὶ σὺ τὴν σὴν ποίμνην, φύλαττε Πάτερ, ἐκ τῶν τῆς Ἄγαρ ἀβλαβῆ.

Θεοτοκίον.

Πάντες πιστοί σε μεσίτιν, πρὸς τὸν Υἱὸν καὶ Θεόν σου, νῦν προβαλλόμεθα μόνην, οἱ συσταυρούμενοι τούτῳ· διὸ μὴ παύσῃ πρεσβεύειν Θεογεννῆτορ, ὑπὲρ τῶν πίστει σε ἀνυμνούντων.

 

Εἰς τοὺς Αἴνους. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Τὴν κτίσιν ὡς ἥλιος φαιδρός, ἱερὲ Παγκράτιε, διαδραμὼν δύσιν ἔφθασας, ἥν καὶ κατηύγασας, λαμπηδόσι θείαις, τοῦ σεπτοῦ κηρύγματος, ἐν ᾗ καὶ καταδύσας ἀνέτειλας, ἐν τοῖς σκηνώμασι, Παραδείσου, τὸν φιλάνθρωπον, ἱκετεύων, ὑπὲρ τῶν τιμώντων σε.

 

Πανεύφημε Μάρτυς τοῦ Χριστοῦ, ἱερὲ Παγκράτιε, Σὺ πρὸς Θεοῦ τὴν ἐπίγνωσιν, λαοὺς ὡδήγησας, καὶ δαιμόνων στίφη, τῷ πυρὶ κατέφλεξας, τῶν θείων προσευχῶν σου μακάριε· αὐτῶν ἐκλύτρωσαι, τῆς κακίας τοὺς τιμῶντάς σε, Ἱεράρχα Χριστοῦ παναοίδιμε.

 

Ἀγγέλων ἐκρότησας σοφὲ, τὰ σεπτὰ στρατεύματα, καὶ Ἀποστόλων Μαρτύρων τε, τὰ θεῖα τάγματα, καὶ Ἱεραρχῶν τε, τὰ κλεινὰ συστήματα, τῇ θείᾳ σου ἀνόδῳ πανένδοξε· μεθ’ ὧν ἱκέτευε, τὸν Χριστὸν ἡμῖν δωρήσασθαι, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Ἐργάτης Χριστοῦ τῶν ἐντολῶν, γεγονὼς τρισόλβιε, καὶ τοῖς Αὐτοῦ θείοις ἴχνεσι, Πάτερ ἐπόμενος, τερατουργημάτων, ὄντως ἀναδέδειξαι, θεόφρων αὐτουργὸς ἱερώτατε, τὴν κτίσιν ἅπασαν, καταπλήξας ἐν τοῖς θαύμασιν, ἐκ Θεοῦ σοι, τοῖς δοθεῖσιν Ἅγιε.

 

Δόξα. Ἦχος πλ. α΄.

Ἀποστολικοῖς Ἱερομάρτυς, διαλάμψας ἀγωνίσμασι, τοῦ Κορυφαίου τῶν Ἀποστόλων, συνόμιλος γέγονας, παμμακάριστε Παγκράτιε· πανταχοῦ γὰρ τὸν λόγον, τοῦ Εὐαγγελίου κηρύξας, ἀπείληφας τὸ βραβεῖον τῆς ἄνω κλήσεως· Σικελία κομπάζει, σοῦ τὰ θαύματα καὶ διδάγματα· καὶ ἡ θήκη τῶν λειψάνων, τοῖς ἐν πίστει προσιοῦσιν, ἀναβλύζει ἰάματα· διὸ δυσωποῦμέν σε, καὶ ἡμῖν τοῖς ἐκτελοῦσι τὸ ἱερόν σου μνημόσυνον, ψυχικῶν καὶ σωματικῶν κινδύνων ῥῦσαι, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη.

 

 



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου