ΣΕΠΤΕΜΒΡΙΟΣ Λ΄
ΡΙΨΙΜΙΑ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια, Ὁσίου Ἰωσὴφ Ὑμνογράφου)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Μάρτυς ἀκατάβλητε, τῆς παρθενίας κειμήλιον, Ῥιψιμία πανεύφημε, λαμπρῶς συναθλήσασα, σῇ καθηγουμένῃ, ἐν τῇ Ἀρμενίᾳ, Γαϊανῇ τῇ εὐκλεεῖ, καὶ τῶν παρθένων χορῷ ἀπείληφας, τῆς ἀφθαρσίας στέφανον, ἐκ τῶν χειρῶν τοῦ Νυμφίου σου, Ἰησοῦ δεξαμένου σε, εἰς παστάδα οὐράνιον.
Μάρτυς παμμακάριστε, ἀμνὰς Χριστοῦ καλλιπάρθενε, Ῥιψιμία φυλάξασα, ἁγνότητος ἔρωτος, Τηριδάτου οἶστρον, χάριτι τῇ θείᾳ, τῇ ἐνοικούσῃ ἐν τῇ σῇ, καρδίᾳ τάχος σφοδρῶς ἀπέῤῥιψας, καὶ μαρτυρίου δόλιχον, αἱματοπότισμον ἤνυσας, ἀσφαλῶς τὸν ἀπάγοντα, πρὸς οὐράνια δώματα.
Μάρτυς καλλιπάρθενε, ἡ τὸν Θεάνθρωπον Κύριον, πανωραῖον Νυμφίον σου, Χριστὸν μεγαλύνασα, ἐν τῇ Ἀρμενίᾳ, ἔρωτος τὸν οἶστρον, πρῶτον Διοκλητιανοῦ, εἰδωλολάτρου ταχὺ ἀπέῤῥιψας, καὶ εἶτα ἄθλοις πλείστοις σου, τοῦ Τηριδάτου πανεύφημε, Ῥιψιμία λαμπρότητος, πόλου ἡ ἀπολαύουσα.
Μάρτυς θεοδόξαστε, πανευλαβῶς ἀνυμνοῦμέν σε, καὶ τιμῶμεν τὴν μνήμην σου, τὴν πάνσεπτον σήμερον, πόθῳ Ῥιψιμία, ψάλλοντες ἐκθύμως· Γαϊανῆς σῆς εὐλαβοῦς, καθηγουμένης γενναία σύναθλε, ἡ αἵμασι φοινίξασα, τῆς παρθενίας χιτῶνά σου, λαμπροχίτων ἀνέδραμες, ὑπαντῆσαι Νυμφίῳ σου.
Δόξα. Ἦχος β΄.
Τὴν εἰς γάμου κοινωνίαν ἐλθεῖν μὴ συγκατανεύσασαν, μετὰ Διοκλητιανοῦ τοῦ βασιλέως, Ῥιψιμίαν τὴν καλλιπάρθενον, Γαϊανῇ ὑπείκουσαν τῇ ἐνθέῳ, καὶ μαρτυρικοῖς σὺν αὐτῇ αἵμασι, τὴν ψυχικὴν στολὴν φοινίξασα, ἀξιοχρεώς τιμῶμεν καὶ ἐν ἀγαλλιάσει ψάλλομεν· Ἡ ἀποκρούσασα ἐπιθυμίαν Τηριδάτου ἐν Ἀρμενίᾳ, ἔνθα κατέφυγες κρυπτομένη, και ὑπ’ αὐτοῦ ποικίλας ὑποστᾶσα βασάνους, μὴ παύσῃ σὸν Νυμφίον Χριστὸν δυσωποῦσα, ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε Γαϊανῆς, χορείας θεολέκτου, κοσμῆτορ Ῥιψιμία, ἁγνείαν ἡ ὡς ὄλβον, μαρτυρικῶς φυλάξασα.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαῖρε ἀμνὰς Χριστοῦ, ἐξόρυξιν ὀμμάτων, τῆς γλώττης Ῥιψιμία, ἀποκοπὴν καὶ τμῆσιν, σαρκίου ὑπομείνασα.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Πίστεως τοῦ Χριστοῦ, σεμνότης Ῥιψιμία, ἐν Ἀρμενίᾳ στέφος, μετὰ τὸν μελισμόν σου, σαρκίου δόξης εἴληφας.
Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, Ὃν ῥείθροις Ῥιψιμία, παρθενικῶν αἱμάτων, Τριὰς ὑπεραγία, ἡ πάγκαλος ἐδόξασε.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἡ χαρμονή, παρθένων Θεοτόκε, καὶ Ἀθληφόρων εὖχος, ἀμνάδων τοῦ Υἱοῦ Σου, Θεοῦ τοῦ Λόγου Δέσποινα.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν πολύαθλον νύμφην Χριστοῦ καὶ πάνσεμνον, πανευκλεῆ Ῥιψιμίαν, παρθένων τὴν καλλονήν, καὶ Μαρτύρων σεμνολόγημα τιμήσωμεν, σὺν εὐλαβεῖ Γαϊανῇ, ἐναθλήσασα λαμπρῶς, βοῶντες ἐν κατανύξει· ἁγνείας ἔκτυπον ῥῦσαι, παθῶν ἡμᾶς τοὺς μελῳδοῦντάς σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓᾼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὴν θαυμαστὴν Ῥιψιμίαν, Χριστοῦ ἀθλήτριαν, Γαϊανῆς ἐνδόξου, θείαν σύναθλον πάντες, ὡς νύμφην τοῦ Κυρίου πανευπρεπῆ, οἱ πιστοὶ εὐφημήσωμεν, παρθενομάρτυρα σκεῦος ὑπακοῆς, ἀριστείας γέρα φέρουσαν.
Τὴν Ῥιψιμίαν ἐν ὕμνοις, ἐγκωμιάσωμεν, τὴν γλῶτταν ἐκκοπεῖσαν, καὶ διαμελισθεῖσαν, τὴν σάρκαν Τηριδάτου τοῦ ἀσελγοῦς, ταῖς χερσὶν οἴμοι ἔχοντος, ἔρωτος οἶστρον ἀκράτητον δι’ αὐτήν, παρθενίαν τὴν φυλάττουσαν.
Γαϊανῆς ἡγουμένης, λόγοις ὑπείκουσαν, καὶ ἔρωτα φυγοῦσαν, ἀσελγοῦς βασιλέως, τιμήσωμεν ἐν ὕμνοις πάντες λαμπρῶς, Ῥιψιμίαν τὴν πάγκαλον, καταγλαΐσασαν πίστιν τοῦ Ἰησοῦ, τῶν αὐτῆς αἱμάτων χεύμασι.
Χριστὸν τοῖς σὲ μελῳδοῦσι, λαμπρῶς ἱλέωσαι, ἀμνὰς Αὐτοῦ καλλίστη, θαυμαστῇ Ῥιψιμίᾳ, καὶ πλῆσον τὰς καρδίας σῶν υμνητῶν, τῇ δοθείσῃ σοι χάριτι, ἡ παρθενίας τηρήσασα τὴν στολήν, ἄχρι μαρτυρίου ἄμεμπτον.
Δεῦτε πιστοὶ συνελθόντες, ᾠδαῖς τιμήσωμεν, εὐσήμου Ῥιψιμίας, μνήμην καλλιπαρθένου, Χριστοῦ τοῦ ζωοδότου νύμφης σεμνῆς, τῶν παρθένων συμμάρτυρος, Γαϊανῇ εὐκλεεῖ συναθλησασῶν, ὁδηγῷ αὐτῶν πρὸς θέωσιν.
Πεποικιλμένην ῥανίσιν, οἰκείου αἵματος, ἐν ᾄσμασι εὐτάκτοις, εὐσταλῆ Ῥιψιμίαν, τιμήσωμεν οἱ δῆμοι τῶν εὐσεβῶν, καὶ αὐτῇ ἐκβοήσωμεν· Χαῖρε παρθένων Μαρτύρων ἡ καλλονή, τῆς Γαϊανῆς ἡ σύναθλος.
Δόξα. Ἦχος πλ. β΄.
Ὡραιοτάτην Χριστοῦ ἀμνάδα, αἵμασι ἐπιχρώσασαν παρθενίας τὸ ἱμάτιον, καὶ πανευσταλῶν Ἀθληφόρων συναριθμηθεῖσαν δήμοις, σὺν Γαϊανῇ τῇ αὐτῆς προεστώσῃ, καὶ δήμῳ ἐκ τριάκοντα καὶ πέντε παρθένων, Ῥιψιμίαν τιμήσωμεν τὴν πάνσεμνον, ἐν κατανύξει βοῶντες· Ἡ προτάσεις βασιλικοῦ γάμου ἀποῤῥίψασα, καὶ μαρτυρικῶς ἐν παρθενίᾳ τελευτήσασα, μὴ παύσῃ Χριστοῦ δεομένη, ὑπὲρ τῶν τιμώντων ἐν ὕμνοις τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν... Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λα΄ 10 )
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ
τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευόμενη μακρόθεν, συνάγει δὲ
αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ,
καὶ ἐργάταις θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ
καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς
τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο,
ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ
λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ
πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι,
καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ').
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ ἀκουσάτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ἔτι ἀπ’ ἀρχῆς, καὶ οὐκ ἔστιν ἐκ τῶν χειρῶν μου ὁ ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Δεῦτε οἱ πιστοὶ τὴν πολύαθλον καὶ καλλιπάρθενον Μάρτυρα, Ῥιψιμίαν οἱ πιστοὶ ἀξιοχρέως εὐφημήσωμεν, ὡς ἁγνείας πρότυπον καὶ ἀνδρείας κανόνα, καὶ εὐπρεπεστάτην Χριστοῦ ἀμνάδα, ἀθλήσει δραμοῦσαν Αὐτῷ ὑπαντῆσαι, εὐλαβῶς κραυγάζοντες· Ἡ προτάσεις γάμου εἰδωλόφρονος ἄνακτος ἀποῤῥίψασα, καὶ προκρίνασα ὑπὲρ Χριστοῦ ἀθλῆσαι, ἁγνοὺς ἡμᾶς εὐχαῖς σου συντήρησον, τοὺς τιμῶντας ἐκθύμως τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος β΄.
Γαϊανῆς θεολέκτου συνοδίας διάκοσμε, ἡ Χριστὸν τὸν οὐρανίον Νυμφίον σου μεγαλύνασα, ἁγνότητι βίου καὶ μαρτυρικῇ παῤῥησίᾳ, Ῥιψιμία παρθενομάρτυς ἀξίως δεδόξασαι· ὅθεν ἡμεῖς οἱ τὴν μνήμην σου ἑορτάζοντες, ἐπαινοῦμεν τὰς ἐν τῷ σταδίῳ ἀριστείας σου, καὶ τῆς καρδίας σου τὸ εὔτονον, καὶ τὰς πρὸς Κυρίον εὐχάς σου ἐκδεχόμεθα, τὸν παρέχοντα πᾶσιν εὐχαῖς σου, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Ἦχος γ΄.
Διοκλητιανὸν καὶ Τηριδάτην ἡ αἰσχύνασα, καὶ παρθενίας ὀφθεῖσαν διαυγέστατον ἔσοπτρον, Ῥιψιμία ἡ πολύαθλος παστάδος οὐρανίου ἔνοικος γέγονεν, ὡς νύμφη Χριστοῦ πανάσπιλος· ὅθεν τὴν μνήμην αὐτῆς περιχαρῶς πανηγυρίζοντες, τὰς θεοπειθεῖς αὐτῆς λιτὰς ἐκδεχόμεθα, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος δ΄.
Καταλιποῦσα τὴν πνευματικήν σου παλαίστραν, σὺν Γαϊανῇ τῇ χειραγωγῶ σου, πρὸς ἀποφυγὴν τῆς τοῦ ἄφρονος ἄνακτος μήνιος, οὗ πρότασιν γάμου εὐθαρσῶς ἀπέῤῥιψας, ὡς Ὑψίστου νύμφη ἄμωμος, εἰς Ἀρμενίαν κατέφυγες Ῥιψιμία ἀοίδιμε· ἐν αὐτῇ μαρτυρικῶς τὸ ζῇν ἐξεμέτρησας, ἵνα εἰσέλθῃς εἰς παστάδα τὴν ἄνω, σὺν Νυμφίον Χριστὸν δυσωπεῖν ἀσιγήτως, ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἀμνὰς Χριστοῦ εὐπρεπές, Ὑψίστου Λόγου Ῥιψιμία πανεύφημε, ἡ σύναθλος προεστώσης, σῆς θείας Γαϊανῆς, ἡ ἐν τῷ σταδίῳ, ἀριστεύσασα, ἀνδρείας ὀσφράδιον, ψυχικῆς γενναιότητος, εὐῶδες κρίνον, παρθενίας ἀλάβαστρον, καὶ λευκάνθεμον, τῆς Χριστοῦ ἀγαπήσεως, ἡ ταῖς ὀδμαῖς εὐφράνασα, πιστοὺς εὐψυχίας σου, τοὺς μεγαλύνοντας ἄθλους, τοῦ εὐκλεοῦς μαρτυρίου σου· δι’ ὧν οὐρανόθεν, ἀπεδέξω ἀφθαρσίας, τὸν θεῖον στέφανον.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις, παρθενομάρτυς λαμπρά, ἡ ὑπομείνασα ὀμμάτων ἐξόρυξιν, τῆς γλώττης σου τῆς ὑμνούσης, τὸν σὸν Νυμφίον Χριστόν, ἐκκοπὴν ὡς ἄλλου, ὄντως πάσχοντος, καὶ οἴμοι σαρκίου σου, μελισμὸν τοῦ τηρήσαντος, αὐτοῦ χιτῶνα, παρθενίας ἀμόλυντον, καρτερόψυχε, Ῥιψιμία πανεύφημε· ὅθεν τὴν θείαν μνήμην σου, τιμῶμεν
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Χαίρει, ἡ Ἐκκλησία Χριστοῦ, τῇ σῇ ἀθλήσει Ῥιψιμία πανεύφημε, ἡ αἵμασιν Ἀρμενίαν, παρθενικοῖς σου σεμνή, καλλιμάρτυς σῶφρον, ἁγιάσασα, μαθήτρια πάγκαλε, ἐκλεκτῆς σου συμμάρτυρος, χειραγωγοῦ σου, ἀπλανοῦς πρὸς τελείωσιν, καὶ πρὸς ἄθλησιν, θείαν ἐνισχυσάσης σε, Γαϊανῆς θεοφρόνος, μεθ’ ἧς στέφος ἄφθαρτον, ἐδέξω παρὰ Κυρίου, τοῦ στεφοδότου παντάνακτος, καὶ σοῦ οὐρανίου, Μάρτυς ἄσπιλε Νυμφίου, τοῦ σὲ δοξάσαντος.
Δόξα. Ἦχος πλ. δ΄.
Τὴν φυγοῦσαν μανιακὸν ἄνακτος ἔρωτα, καὶ Χριστὸν μεγαλύνασαν μαρτυρίου αἵμασι, Ῥιψιμίαν τὴν πολύαθλον καλλιμάρτυρα, σὺν Γαϊανῇ τῇ αὐτῆς κραταιᾷ συνάθλῳ, εὐσχημόνως οἱ πιστοὶ μεγαλύνωμεν, οὕτω λέγοντες· ἡ ἐν Ἀρμενίᾳ ἀριστεύσασα, καὶ παρὰ Κυρίου λαβοῦσα, οὐράνιον ἀντιμίσθιον δόξης καὶ ζωῆς αἰωνίου, ἐκτενῶς Αὐτὸν ἱκέτευε, ὑπὲρ τῶν τιμώντων ἐν ὕμνοις, τὴν πανσεβάσμιον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν πολύαθλον νύμφην Χριστοῦ καὶ πάνσεμνον, πανευκλεῆ Ῥιψιμίαν, παρθένων τὴν καλλονήν, καὶ Μαρτύρων σεμνολόγημα τιμήσωμεν, σὺν εὐλαβεῖ Γαϊανῇ, ἐναθλήσασα λαμπρῶς, βοῶντες ἐν κατανύξει· ἁγνείας ἔκτυπον ῥῦσαι, παθῶν ἡμᾶς τοὺς μελῳδοῦντάς σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Νυμφίου σου Χριστοῦ, Ῥιψιμία ἀρίστη, ἀμνὰς Γαϊανῆς, ἡ συμμάρτυς ἁγνείαν, τὴν σὴν διεφύλαξας, θησαυρὸν ὡς πολύτιμον, ἄχρι τέλους σου, μαρτυρικοῦ καὶ θεόθεν, στέφος εἴληφας, ἀφθίτου νίκης ἀξίως, ὡράϊσμα πίστεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Ἐπόμβρισον ἡμῖν, ὑετὸν ὑγιείας, Παρθένε ἀγαθή, ὀμβροτόκε νεφέλη, ἰσχύος συνέσεως, εὐλαβείας καὶ ῥώσεως, παρακλήσεσι, τῆς εὐσταλοῦς Ῥιψιμίας, θεῖον Τόκον Σου, τῆς δοξασάσης ἀθλήσει, πανύμνητε Δέσποινα.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀθλήτριαν πάνσεμνον, Γαϊανῆς εὐπειθῆ, μαθήτριαν μέλψωμεν, ὡς παρθενίας φανόν, καὶ θάῤῥους ὑπέρφωτον, ψάλλοντες· καλλιμάρτυς, καταφώτισον πάντας, σὲ ἀνυμνολογοῦντας, ἀστραπαῖς χάριτός σου, καὶ φέγγει σῶν θερμῶν πρεσβειῶν, πρὸς τὸν Θεάνθρωπον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Παρθένε Θεόνυμφε, Μῆτερ τοῦ Λόγου Θεοῦ, πιστῶν καταφύγιον, ἐν πειρασμοῖς καὶ δεινοῖς, λαμπρῶς ἀνυμνοῦμέν Σε, ἄχραντε Παναγία, ἐκβοῶντες· θεόθεν, Μάρτυρος ἱκεσίαις, Ῥιψιμίας παρθένου, κατάπεμψον ἡμῖν Σοῦ Υἱοῦ, πᾶσι τὸ ἔλεος.
Μετὰ τὸν Πολυέλαιον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Πρότασιν ἄνακτος, τὴν ἀποῤῥίψασαν, τοῦ εἰδωλόφρονος, γάμου τιμήσωμεν, παρθενομάρτυρα σεμνή, πανένδοξον Ῥιψιμίαν, μελισμὸν τοῦ σώματος, πίστει καθυπομείνασαν, ὥσπερ ἄλλου πάσχοντος, φιλομάρτυρες ἅπαντες, σὺν τῇ Γαϊανῇ ἐκβοῶντες· Χαῖρε ἀμνὰς Χριστοῦ καλλίστη.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὴν σκοτισθεῖσάν μου, ψυχήν μου καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ κεχαριτωμένη.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, κατὰ Μᾶρκον (Κεφ. Ε΄, 24-34): Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν... (Ζήτει τῇ Δευτέρᾳ τῆς ΙΕ’ Ἑβδομάδος Ματθαίου)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὴν διὰ Χριστοῦ ἀγάπην διαμελισμὸν ὑποστᾶσαν σαρκίου, Ῥιψιμίαν τὴν εὐκλεῆ παρθενομάρτυρα τιμήσωμεν, σὺν Γαϊανῇ τῇ αὐτῆς χειραγωγῷ πρὸς τελείωσιν, ἐν εὐλαβείᾳ λέγοντες· Ἡ ἐν ἁπαλῷ σώματι γενναίαν κρύπτουσαν καρδίαν, μὴ παύσῃ ὑπὲρ ἡμῶν δεομένη τοῦ οὐρανίου Νυμφίου σου, δωρουμένου πᾶσι τὸ ἄμετρον ἔλεος.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Ῥύψις γενοῦ μοι πταισμάτων, Ῥιψιμία. Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν.
Ῥαγέντα καὶ κείμενον πρὸ ποδῶν, κόρης καθορῶντες, Ῥιψιμίας τὸν δυσμενῆ, αἶνον τῷ Σωτῆρι δῶμεν πάντες, τῷ νικηφόρον αὐτὴν ἀναδείξαντι.
Ὑπῆρξας τῷ ὄντι περικαλλής, ψυχῆς εὐμορφίᾳ, ἐπιλάμπουσα τηλαυγῶς, ἔχουσα τοῦ σώματος τὴν ὥραν, καὶ τοὺς ὁρῶντας σεμνὴ καταπλήττουσα.
Ψαλτά σοι ὑπῆρχε τὰ τοῦ Θεοῦ, Μάρτυς Ῥιψιμία, δικαιώματα ἐπὶ γῆς· σὺ γὰρ τὸ πολίτευμα ἐκτήσω, ἐν οὐρανοῖς διὰ πόνων τοῦ σώματος.
Θεοτοκίον.
Ἰὸν ψυχοφθόρον ταῖς ἀκοαῖς, τῆς Εὔας ὁ ὄφις, ὑπεξέχεε δολερῶς, Χριστὸν δὲ τεκοῦσα Θεοτόκε, τὴν τούτου βλάβην ἡμῖν ἐθεράπευσας.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σταυρωθεῖσα τῷ κόσμῳ, καὶ τῆς σαρκὸς πάθεσι, τοῦ ἐθελουσίως παθόντος, πάθος μακάριον, κόρη θεόνυμφε, περιφανῶς ἐμιμήσω, ἀνδρικῶς τὸν δόλιον, καταπαλαίσασα.
Γένος πλοῦτον καὶ δόξαν, καὶ ἡδονὰς σώματος, ἀπαρνησαμένη ἐκ βρέφους, Χριστῷ νενύμφευσαι, ἄφθορος ἄμωμος, καὶ προσενήνοχας τούτῳ, ὥσπερ προῖκα ἐπίτιμον, Μάρτυς τὴν ἄθλησιν.
Ἐδυναμοῦ Χριστός σε, πρὸς ἡδονὰς σώματος, ἀντιμαχομένην ἀνδρείως, γνώμης στεῤῥότητι· ὅθεν τὸν σπεύδοντα, σὲ Τηριδάτην συλῆσαι, ἀδρανῆ ἀπέδειξας, σθένει τοῦ Πνεύματος.
Θεοτοκίον.
Νεάνιδες ὀπίσω, Σοῦ τῆς σεμνῆς ἄχραντε, τῷ Παμβασιλεῖ καὶ Δεσπότῃ, προσαπηνέχθησαν, κόρην νεάνιδα, Σὲ κατιδοῦσαι τεκοῦσαν, νέον βρέφος πάναγνε, τὸν προαιώνιον.
Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Νυμφευθεῖσα ἄμωμος, τῷ ζωοδότῃ, ἐναθλεῖς στεῤῥότατα, καὶ καταβάλλεις τὸν ἐχθρόν, καὶ συμπατεῖς ἀνδρικώτατα, ὦ Ῥιψιμία, Μαρτύρων ἀγλάϊσμα.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Τὴν θερμὴν ἀντίληψιν, τῶν ἐν ἀνάγκαις, τὴν ἡμῶν βοήθειαν, καὶ πρὸς Θεὸν καταλλαγήν, δι᾿ ἧς φθορᾶς ἐλυτρώθημεν, τὴν Θεοτόκον, πιστοὶ μακαρίσωμεν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὅλον δῆμον ἐκλόνησας, τὸν τῆς Ἀρμενίας καταπλάγεντά σου, τοῦ προσώπου τὴν εὐπρέπειαν, καὶ τὴν ἐν βασάνοις καρτερότητα.
Ὑπελθοῦσα τὸ στάδιον, τὸ τῆς μαρτυρίας φωνῆς ἀκήκοας, οὐρανόθεν δυναμούσης σε, Ῥιψιμία φέρειν πόνους σώματος.
Μεληδόν σε συγκόψαντες, οἱ ἀπατεῶνες ἐγλωττοτόμησαν, ταῖς λαμπᾶσι καταφλέξαντες, φλεγομένην Μάρτυς θείῳ ἔρωτι.
Ὁρατῶς τὸν ἀόρατον, Μάρτυρες Κυρίου καταπαλαίσασαι, ἀοράτους ἐκληρώσασθε, ἐν ὑψίστοις λήξεις ἀγαλλόμεναι.
Θεοτοκίον.
Ἰατρὸν ἡμῖν τέτοκας, πάντα τὰ συντρίμματα θεραπεύουσα, Θεοτόκε· διὰ τοῦτό Σε, εὐχαρίστως γνώμῃ μακαρίζομεν.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Παρεστῶσα ἑώρας, ὦ Γαϊανὴ Ῥιψιμίας τῆς Μάρτυρος, τοὺς στεῤῥοὺς ἀγῶνας, ἐπαλείφουσα ταύτην τοῖς λόγοις σου· ὅθεν σιαγόνων, τὴν συντριβὴν γενναίως φέρεις, τῶν λεόντων τὰς μύλας συντρίβουσα.
Τὰ σὰ ὄμματα Μάρτυς, ἔνδοξε ἐξώρυξαν οἱ ματαιόφρονες, ἐνατενιζούσης, ὀφθαλμοῖς νοεροῖς πρὸς τὸν Κύριον, τὸν σοὶ δεδωκότα, ὑπομονὴν καὶ καρτερίαν, Ῥιψιμία νικῆσαι τὸν δράκοντα.
Ἀπηνῶς οἱ διῶκται, λίθοις διεσπάραξαν Μάρτυς τὰ σπλάγχνα σου, σταυρικῷ σημείῳ, ἐπὶ γῆς ἐπεκτείναντες πρότερον, καὶ φλογὶ ἐνύλῳ, σὲ τὴν ἀΰλως φλεγομένην, οἱ δεινοὶ Ῥιψιμία κατέκαυσαν.
Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα, ἄχραντε ἐκύησας παρθένος μείνασα, Ὃν παρθένοι κόραι, ἐπεπόθησαν ἀπαρνησάμεναι, ἑαυτὰς τελείως, καὶ αἰκισμῶν πολλῶν ἰδέαις, τῶν Μαρτύρων τὴν δόξαν πλουτίσασαι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Συνέτριψας, σιαγόνας λεόντων, ἀοράτων ὁρατῶς σου τὰς ὄψεις, Γαϊανή, καὶ τὰς μύλας θλωμένη, ἀφαιρουμένη τε γλῶτταν πανεύφημε, τὰς χεῖράς τε καὶ κεφαλήν, μετὰ πᾶσαν αἰκίαν καὶ βάσανον.
Μυρίοις, προσομιλήσασαι πόνοις, αἱ ἑπτὰ καὶ τριάκοντα κόραι, δορὰν σαρκὸς ἀφῃρέθησαν πᾶσαι, λίθοις ὀξέσι δεινῶς σπαραττόμεναι, εἶθ’ οὕτως τε τὰς κεφαλάς, ἀνυμνοῦσαι Χριστὸν ἀπετμήθησαν.
Ἁγίων, νεανίδων σοι παρθένε, Ῥιψιμία συναθλεῖ παραδόξως, θεῖος χορὸς καὶ ἀνδρῶν μακαρίων, καὶ Ἀσωμάτων χοροῖς ἠριθμήθητε, πρεσβεύοντες ὑπὲρ ἡμῶν, τοῦ εὑρεῖν ἡμῖν χάριν καὶ ἔλεος.
Θεοτοκίον.
Τὸν ἔμψυχον, τοῦ Δεσπότου θάλαμον, τὴν καλὴν ἐν γυναιξὶ καὶ ὡραίαν, τῶν οὐρανῶν πλατυτέραν δειχθεῖσαν, καὶ Χερουβὶμ ὑπερτέραν δοξάσωμεν· πρεσβεύει γὰρ ὑπὲρ ἡμῶν, τῷ ἐκ ταύτης τεχθέντι Θεῷ ἡμῶν.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ἐρωτικὸν φυγοῦσα οἶστρον θείᾳ Χάριτι, στυγνοῦ Διοκλητιανοῦ ἀπίστου ἄνακτος, καὶ ἀνόμου Τηριδάτου Κυρίου νύμφη, Ῥιψιμία σὺν Γαϊανῇ ἐνήθλησας, διαμελισμὸν σαρκίου ὑπομείνασα· ὅθεν κράζομεν· Χαίροις Μάρτυς ὑπέραγνε.
Ὁ Οἶκος.
Ἄγγελοι Ῥιψιμία, ἀπεθαύμασαν σθένος, ψυχῆς σου καλλιμάρτυς ἀρίστη, ἡ συμμάρτυρα Γαϊανήν, ἔχουσα καὶ δόξης οὐρανῶν σύνοικον· διό σε μακαρίζοντες, βοῶμεν ἐν ἀγαλλιάσει·
Χαῖρε, παρθένων ἡ ὡραιότης·
χαῖρε, Μαρτύρων ἡ κοσμιότης.
Χαῖρε, Ἀρμενίας ἡ χθόνα φοινίξασα·
χαῖρε, Ἐκκλησίας ἡ δήμους κοσμήσασα.
Χαῖρε, ὅτι καθυπέμεινας τῆς σῆς γλώττης ἐκκοπήν·
χαῖρε, ὅτι κατεπάτησας Τηριδάτου τὴν ὀφρύν.
Χαῖρε, μὴ φεισαμένη τοῦ προσώπου σου κάλλους·
χαῖρε, δεδοξασμένη οὐρανίους εἰς θόλους.
Χαῖρε, ἀμνὰς Χριστοῦ καλλιπάρθενος·
χαῖρε, λαμπὰς ἁγνείας ὑπέρφωτος.
Χαῖρε, τῆς Γαϊανῆς ἡ συμμάρτυς·
χαῖρε, ψυχῆς ἀρετῆς ἡ ἀκρότης.
Χαίροις, Μάρτυς ὑπέραγνε.
Συναξάριον
Τῇ Λ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Ῥιψιμίας καὶ Γαϊανῆς, μετὰ τῶν συναιρεθέντων αὐταῖς· Τριάκοντα Τεσσάρων Παρθένων καὶ Ἑβδομήκοντα Μαρτύρων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ὢ πῶς ἀκλόνητος ὑπῆρξας, μαστιγώσεσι καὶ πόνοις ὁμιλοῦσα, Ῥιψιμία! διό· τὸν ἄρχοντα τοῦ σκότους, περιφανῶς ἐκλόνησας, ἡττηθέντα σου τοῖς ἄθλοις.
Νόμους τηροῦσα τοῦ Δεσπότου, ὑπεξέκλιναν βουλὴν παρανομούντων, καρτερίᾳ πολλῇ, νομίμως ἐναθλοῦσαι, καὶ τὸν ἐχθρὸν αἰσχύνουσαι, αἱ ἀοίδιμοι γυναῖκες.
Ῥύψις γενοῦ μοι Ῥιψιμία, ταῖς πρεσβείαις σου πολλῶν ἁμαρτημάτων, δυσωποῦσα Χριστόν, μετὰ τῶν σῶν συνάθλων, τὸν ἀγαθὸν Νυμφίον σου, καὶ Θεὸν καὶ Βασιλέα.
Θεοτοκίον.
Ἴδε τὴν θλῖψίν μου Παρθένε, ἣν ἐπήγαγε τὸ πλῆθος τῶν κακῶν μου, καὶ πρὸ τοῦ ἀπελθεῖν, ἀνάψυξιν μοι δίδου, ταῖς μητρικαῖς πρεσβείαις Σου, ἱλεοῦσά μοι τὸ θεῖον.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ψήφῳ Θεοῦ τὴν ἄλογον, κατακρίνεται βίωσιν, ὁ τὸ κατ’ εἰκόνα, ἀχρειῶν τοῖς πάθεσι, καὶ σύαγρος γίνεται, καὶ παιδευθεὶς τὸν ἴδιον, διὰ μετανοίας, Τηριδάτης Δεσπότην, γινώσκει ταῖς εὐχαῖς σου, Ῥιψιμία παρθένε, σωθεὶς καὶ τὸν Σωτῆρα, δοξάζων εἰς αἰῶνας.
Ἴδον οἱ πρὶν τυφλώττοντες, ἀγνωσίᾳ φῶς ἄδυτον, ἄθλων σου σεπτῶν, ἀνατολαῖς πανεύφημε, καὶ σκότος ἀπέλιπον, τῆς δυσσεβείας ἅπαντες, καὶ υἱοὶ ἡμέρας, γεγονότες βοῶσιν· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μαρτυρικαῖς ἐνστάσεσιν, αἱ παρθένοι τὸν δράκοντα, τὸν ἐν παραδείσῳ, ἡδονῇ συλήσαντα, τὴν Εὔαν κατέβαλον, καὶ νικηφόροι ὤφθησαν, σὺν Γαϊανῇ, καὶ τῇ σεμνῇ Ῥιψιμίᾳ, αἱ πᾶσαι μελῳδοῦσαι· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἱκετηρίαν ποίησον, Ῥιψιμία θεόνυμφε, μετὰ τῶν σὺν σοί, τὸ ἱερὸν μαρτύριον, ψυχῆς γενναιότητι, ἀνυσασῶν παρθένων Χριστοῦ, ὅπως αἰωνίου, καταδίκης ῥυσθῶμεν, καὶ τύχωμεν βοῶντες, ψυχικῆς σωτηρίας· λαὸς ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἁγιωτέρα πάναγνε, τῶν Ἀγγέλων ὑπάρχουσα, τὸν ἐν τοῖς Ἁγίοις, θαυμαστῶς Θεὸν ἡμῶν, ἐπαναπαυόμενον, ὑπερφυῶς ἐκύησας, λύοντα ἡμᾶς, τῆς παλαιᾶς καταδίκης, τοὺς πίστει μελῳδοῦντας· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Ἰάσεις ἀναβλύζεις παντοδαπεῖς, τὴν τοῦ Πνεύματος χάριν πλουτήσασα, μαρτυρικαῖς, περιηνθισμένη ταῖς καλλοναῖς, καὶ θεραπεύεις χρόνια, Μάρτυς Ῥιψιμία πάθη δεινά, καὶ λώβην ἀπελαύνεις, τῶν πονηρῶν δαιμόνων· διό σε πάντες μακαρίζομεν.
Ὡράθης ὥσπερ ἥλιος φωταυγής, Ῥιψιμία τῷ φέγγει τοῦ Πνεύματος, καὶ τῶν πολλῶν, σοῦ ἀγωνισμάτων μαρμαρυγαῖς, τὸν σκοτασμὸν ἐξαίρουσα, πάσης Ἀρμενίας σὺν ταῖς ἐν σοί, γενναίως ἀθλησάσαις, παρθένοις μακαρίαις· μεθ’ ὧν σε πίστει μακαρίζομεν.
Στενώσασαι τὸ πρότερον ἑαυτάς, ἐγκρατείᾳ καὶ πόνοις ἀσκήσεως, πρὸς συμπλοκήν, ὕστερον ἐξήλθετε τοῦ ἐχθροῦ, καὶ τοῦ Χριστοῦ τῇ χάριτι, τοῦτον ἠδαφίσατε κραταιῶς, θεόνυμφοι παρθένοι, καὶ νίκης τοὺς στεφάνους, θεοπρεπῶς ἐναπεδήσασθε.
Ἡμέραν εὐφροσύνης καὶ χαρμονῆς, τὴν φαιδρὰν ὑμῶν ἄγοντες σήμερον, περιχαρῶς, μνήμην εὐφραινόμεθα τὰς ψυχάς, καὶ ἐκτενῶς δεόμεθα, Μάρτυρες Κυρίου πανευκλεεῖς, οἰκείων ἐξ ἀγώνων, ἔχουσαι παῤῥησίαν, ὑπὲρ ἡμῶν Θεῷ πρεσβεύσατε.
Θεοτοκίον.
Φωτί Σου ἀνεσπέρῳ πύλη φωτός, τῆς ψυχῆς μου τὸ σκότος ἀπέλασον, τὸ χαλεπόν, καὶ τῆς μετανοίας μοι τὰς ὁδούς, τὰς φωταυγεῖς ὑπόδειξον, ὅπως πορευόμενος ἐν αὐταῖς, τὸν ζόφον ἀποφύγω, τὸν ἐκ τῆς ἁμαρτίας, ἀκαταπαύστως μακαρίζων Σε.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Παρθενομάρτυς εὔφημε, Γαϊανῆς ὑπείκουσα, ταῖς νουθεσίαις προθύμως, τὴν ἀτραπὸν Ῥιψιμία, ἀθλήσεως ἐβάδισας, καὶ Τηριδάτην ᾔσχυνας, ἐνστάσει παναλκίμῳ σου, καὶ ἀνυποίστοις βασάνοις, ἄχρι σαρκὸς μελισμοῦ σου.
Θεοτοκίον.
Φωτόμορφε Παντάνασσα, Φωτὸς ἀδύτου σκήνωμα, τοῦ Φωτοδότου Κυρίου, εὔστοργε Μῆτερ δυσώπει, Αὐτὸν ἡμῶν σκοτόμαιναν, παθῶν σκεδάσαι τάχιστα, καὶ ἀστραπαῖς συνέσεως, φωτίσαι καὶ ἀπαθείας, τοὺς Σὲ ὑμνοῦντας Παρθένε.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος
Μάρτυς, Ῥιψιμία ἔνδοξε, Χριστοῦ καὶ νύμφη Αὐτοῦ, ἐκλεκτὴ καὶ πανάμωμε, ἡ ἁγνείας σάπφειρον, ὥσπερ ὄλβον φυλάξασα, παστάδος πόλου, νῦν ἀπολαύουσα, σὺν τῷ Νυμφίῳ, τῷ οὐρανίῳ σου, πάντοτε πρέσβευε, ῥῦσαι περιστάσεων, ἡμᾶς Αὐτῷ, πόθῳ ἑορτάζοντας, τὴν θείαν μνήμην σου.
Μάρτυς, παρθενίας σκήνωμα, χοροῦ παρθένων λαμπάς, Ῥιψιμία ἀείφωτε, Ἀρμενίαν ηὔγασας, ἀστραπαῖς τῆς ἀνδρείας σου, καὶ σκοτομήνην, ἀπίστου ἄνακτος, καὶ φιληδόνου, αἱμάτων θείων σου, ῥείθροις διέλυσας, οἶστρον σῶμα θέλοντος σὸν ἁπαλόν, κρῦπτον σὴν ἁγνότητα, μολῦναι πάντιμε.
Χαῖρε, γενναιόφρον σύναθλε, Γαϊανῆς εὐλαβοῦς, Ῥιψιμία πανάλκιμε, ἡ τὸ χαῦνον θήλεος, εὐθαρσῶς ἀποῤῥίψασα, ἐν Ἀρμενίᾳ, καὶ ἐναθλήσασα, φρόνημα Μάρτυς, ἀνδρῷον ἔχουσα, ὅπερ ἐτήρησας, ἄχρις ἐξορύξεως σῶν ὀφθαλμῶν, ἐκκοπῆς τῆς γλώττης σου, καὶ θανατώσεως.
Μνήμην, τὴν σεπτήν σου ἄγοντες, Χριστοῦ ἀμνὰς ἐκλεκτή, Ῥιψιμία οἱ σύλλογοι, φιλεόρτων σήμερον, μεγαλύνομεν πόνους σου, τοῦ μαρτυρίου, οὓς ἔτλης χαίρουσα, σὺν τοῖς συνάθλοις, ταῖς παναρίστοις σου, καὶ προεστώσῃ σου, ἀπλανεῖ πανένδοξε Γαϊανῇ, μεθ’ ἧς χαίρεις πάντοτε, ἐν πόλου δώμασι.
Δόξα. Ἦχος πλ. α΄.
Τὴν προσευχομένην σπεύδουσαν πρὸς τὸ μαρτύριον, σὺν Γαϊανῇ αὐτῆς τῆς ἡγουμένῃ καὶ δήμῳ παρθένων, τηροῦσαν ἄσπιλον τὸν παρθενικὸν αὐτῆς χιτῶνα, Ῥιψιμίαν τὴν ἀήττητον καλλιμάρτυρα τιμήσωμεν, ἐν κατανύξει λέγοντες· πολύαθλε Μάρτυς, ἡ χοροβατοῦσα νῦν ἐν οὐρανίῳ παστάδι, μὴ παύσῃ τὸν σὸν Νυμφίον Χριστὸν ὑπὲρ ἡμῶν ἱκετεύουσα, τῶν τιμώντων ἐν ὕμνοις τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν... Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις παρθενίας ἡ τὴν στολήν, Μάρτυς Ῥιψιμία, ἐπιχρώσασα ταῖς ῥοαῖς, σῶν ἁγνῶν αἱμάτων, ὁμοῦ σὺν ἡγουμένῃ, Γαϊανῇ σεπτῇ σου, νύμφη τοῦ Κτίσαντος.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Παρθενομάρτυρα λαμπρῶς Ῥιψιμίαν, ἐγκωμιάσωμεν Χριστοῦ θείαν νύμφην, ἀνδρείας ὡς μυράλειπτρον ὀδμαῖς ψυχικῆς, τὴν εὐωδιάσασαν τοῦ Χριστοῦ Ἐκκλησίαν, καὶ ἀπομακρύνασαν ἀσελγῶν δυσωδίαν, τρανῶς βοῶντες· τήρησον ἁγνή, τὴν νεολαίαν ἡμῶν τὴν χριστώνυμον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ῥιψιμίαν, Γαϊανῇ συναθλήσασαν, μέλπω. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ῥοὰς Ῥιψιμία παρθενικῶν, αἱμάτων σου χλαίναν, δι’ ὧν ἔχρωσας σῆς ψυχῆς, πανάγνου ἐν ὕμνοις μεγαλύνω, ἀμνὰς Χριστοῦ καλλιμάρτυς πανεύφημε.
Ἰσχὺν Ῥιψιμία πανευσταλές, λαβοῦσα θεόθεν, τῶν συνάθλων σου σὺν χορῷ, καὶ Γαϊανῇ καθηγουμένῃ, τῇ σῇ λαμπρῶς πρὸς μαρτύριον ὥδευσας.
Ψαλμοῖς Ῥιψιμία Γαϊανῆς, συμμάρτυς σῆς θείας, ἡγουμένης μελῳδικοῖς, τιμῶμεν τιμίους σου ἀγῶνας, ὑπὲρ Χριστοῦ Θεοῦ Λόγου τῆς πίστεως.
Θεοτοκίον.
Ἱλέωσαι Μῆτερ τὸν Σὸν Υἱόν, ἡμῖν Θεοτόκε, μεγαλύνουσιν εὐλαβῶς, ὡς γέρας παρθένων καὶ μητέρων, εὐστόργων Σὲ θησαυρὸν πολυτίμητον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μάρτυς ἄσπιλε ὄντως, τῆς τοῦ Χριστοῦ πίστεως, κάλλος Ῥιψιμία σαρκός σου, ἡ κατακρύπτουσα, ἔνδον σοῦ ἀσκητικοῦ, τρίβωνος ὤφθης παρθένων, Ἀθληφόρων σέμνωμα, περικλεέστατον.
Ἰσχυρὸν Τηριδάτην, τὸν ἄσεβῆ πάγκαλε, ἔδειξας δυνάμει τῇ θείᾳ, ἄγαν ἀνίσχυρον, μολύναι σάρκα τὴν σήν, νύμφη Χριστοῦ Ῥιψιμία, ἄνακτος προκρίνασα, ἔρωτος θάνατον.
Ἀκατάβλητε Μάρτυς, Γαϊανῆς σύναθλε, ὁδηγοῦ σου ἀπλανεστάτης, πρὸς ὁλοκλήρωσιν, τῆς ἀρετῆς ἀκλινῶς, ὁδῷ στεῤῥοῦ μαρτυρίου, Ῥιψιμία ἔνδοξε, κατηκολούθησας.
Θεοτοκίον.
Νῦν ὡς ῥῦστιν ἑτοίμην, ἐν πειρασμοῖς δούλων Σου, Σὲ ὑμνολογοῦντες Παρθένε, ἐκδυσωποῦμέν Σε· σκέπε καὶ φρούρει ἡμᾶς, τὴν Ῥιψιμίαν τιμῶντας.
Ὑπόδειξον, ἁγνείας τρίβους νεότητι Ῥιψιμία, καὶ χρηστότητος ἀτραποὺς ἃς πίστει διώδευσας, Χριστοῦ συνεργείᾳ Ὁσιομάρτυς.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀμνὰς τοῦ Χριστοῦ πανεύφημε καὶ πάγκαλε, ἀνδρείας εἰκὼν καὶ πίστεως ὀσφράδιον, Ῥιψιμία εὔψυχε, μὴ ἐλλείπῃς Αὐτὸν ἱκετεύουσα, διδόναι πᾶσι δύναμιν ἐχθροῦ, συντρίψαι ἣν ἄθλοις σου κατέβαλες.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Γενναιόφρον ἀθλήτρια, Ῥιψιμία πίστεως ἴον εὔοσμον, σὺν Γαϊανῇ ἐνήθλησας, σῇ χειραγωγῷ πρὸς ἀφθαρτότητα.
Ἀριστείας ἡ στέφανον, φέρουσα Νυμφίῳ τῷ σῷ ἀνέδραμες, ὑπαντῆσαι παναοίδιμε, Ῥιψιμία Μάρτυς καλλιπάρθενε.
Ἰσοστασιος γέγονας, Ῥιψιμία Μάρτυς Ἀγγέλων εὔφημε, ὡς παρθένος ἐναθλήσασα, εὐκλεῶς Χριστοῦ ὑπὲρ τῆς πίστεως.
Θεοτοκίον.
Ἀπειρόγαμε Δέσποινα, τῆς ἐχθροῦ μανίας ἡμᾶς ἐξάρπασον, Ῥιψιμίας παρακλήσεσι, τῆς Γαϊανῆς κλεινῆς συμμάρτυρος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νῦν τῶν οὐρανῶν, Ῥιψιμία ἀπολαύουσα, τῆς εὐκλείας παρθενίας ὡς ἀσπίς, καθικέτευε Χριστὸν ὑπὲρ προσφύγων σου.
Ἡ Γαϊανῇ, Ῥιψιμία καθυπείκουσα, τρίβον ὥδευσας στενὴν ἀσκητικῶς, καὶ ἀθλήσει ἐπεράτωσας τὸν βίον σου.
Σώματος τοῦ σοῦ, Ῥιψιμία καὶ προσώπου σου, κάλλος ἤναψε Διοκλητιανοῦ, πόθον ἄνομον μὴ γνόντος σὴν ἁγνότητα.
Θεοτοκίον.
Ὕπερθεν ἡμᾶς, καθαγίαζε Μητρόθεε, τοὺς τιμῶντας Ῥιψιμίαν τὴν σεμνήν, τοῦ Υἱοῦ Σου νύμφην ἄχραντε Παντάνασσα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Νικήσασα, Ῥιψιμία πάγκαλε, βασιλέως Τηριδάτην ἁγνείας, τῆς σῆς ἐπίβουλον ἐν Ἀρμενίᾳ, Γαϊανῇ σὺν ὀλβίᾳ ἐνήθλησας, καὶ μελισμὸν τῆς σῆς σαρκός, δι’ ἀγάπην Χριστοῦ καθυπέμεινας.
Ἀγάπην σου, Ῥιψιμία μέλπομεν, πρὸς Χριστὸν σὸν πανωραῖον Νυμφίον, ἄχρις ἀθλήσεως τῶν ὀφθαλμῶν σου, τῆς ἐξορύξεως καὶ γλώτττης θείας σου, ἀποτομῆς Γαϊανῆν, τὴν γενναίαν συμμάρτυρα ἔχουσα.
Θεώμενος, Ῥιψιμία σθένος σου, Τηριδάτης βασιλεὺς Ἀρμενίας, ψυχῆς καὶ ἄρνησιν σὴν ὑποκῦψαι, εἰς τὰς ὀρέξεις αὐτοῦ σὲ ὑπέβαλεν, εἰς ἀνυποίστους κολασμούς, μελισμοῦ ἄχρι Μάρτυς σαρκίου σου.
Θεοτοκίον.
Λιμένα με, Παναγία Δέσποινα, πρὸς ἀκύμαντον κυβέρνησον Μῆτερ, οἰακοστρόφος ὡς πάντων Σῶν δούλων, ἀπλανεστάτη ἀπείρανδρε Δέσποινα, τῆς Ῥιψιμίας πρὸς Υἱόν, τὸν σεπτόν Σου θερμαῖς παρακλήσεσι.
Ὑπόδειξον, ἁγνείας τρίβους νεότητι Ῥιψιμία, καὶ χρηστότητος ἀτραποὺς ἃς πίστει διώδευσας, Χριστοῦ συνεργείᾳ Ὁσιομάρτυς.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὴν Ῥιψιμίαν ἁγνείας τὸ καύχημα, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ μαρτυρήσασαν, ἐγκωμιάσωμεν καὶ ἱκετεύσωμεν, αὐτὴν θερμῶς ἵνα τρίβους θεώσεως, ἡμῶν νεότητι δείξῃ θεόφρονι.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Μάρκον (ε΄, 24-34)
Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ' ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγεν γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· τίς μου ἥψατο; καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ' αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχ. πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἄθλοις σου σεμνύνεται, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, Ῥιψιμία πάνσεμνε, νύμφη καλλιπάρθενε, τοῦ παντάνακτος, ἡ καταισχύνασα, Τηριδάτην πλάνον, καὶ στεῤῥῶς καθυπομείνασα, διὰ τὴν πίστιν σου, καὶ τῆς σῆς ἁγνότητος τήρησιν, βασάνους ὑπὲρ ἔννοιαν, σὺν Γαϊανῇ ἡγουμένῃ σου, καὶ ταῖς συνάθλοις, Χριστὸν ἡ δυσωποῦσα ἐκτενῶς, Αὐτοῦ ἡμῖν πέμψαι ἄνωθεν, ἔλεος τὸ πλούσιον.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡ καλλίνικος νύμφη, τοῦ Χριστοῦ Ῥιψιμία, σεμνῶς ὑπείκουσα, Γαϊανῇ ἐνθέῳ, σὺν ταύτῃ μαρτυρίου, εὐκλεοῦς τρίβον ἤνυσε, καὶ ΤΗριδάτου ὀφρύν, ἐπάτησεν ἀθλήσει.
Σὺν παρθένων τῷ πλήθει, τῶν τριάκοντα δύο, καὶ προεστώσῃ σου, Γαϊανῇ ἐκθύμως, ἐν στίβῳ Ῥιψιμία, ἐθριάμβευσας ἄνακτα, τὸν Τηριδάτην στεῤῥῶς, Ὑψίστου καλλιμάρτυς.
Ἀριστεῦ τοῦ σταδίου, Ῥιψιμία αἱμάτων, τῶν σῶν ἐφοίνιξας, ῥοαῖς ψυχῆς σου Μάρτυς, ἱμάτιον καὶ χθόνα, Ἀρμενίας πανάσπιλε, ἧς εἰς βασάνους φρικτούς, ὑπέβαλλέ σε ἄναξ.
Θεοτοκίον.
Σῶν προσφύγων Παρθένε, Ῥιψιμίας πρεσβείαις, τῆς καλλιμάρτυρος, ἀπόπλυνον τὸν ῥύπον, παθῶν τῶν ψυχοκτόνων, τῷ ὑσσώπῳ Σῆς χάριτος, Μῆτερ Ὑψίστου Θεοῦ, ὑπερευλογημένη.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἁγνείας λύχνε, φωτολαμπὲς Ῥιψιμία, Τηριδάτου διέλυσας ζόφον, ἔρωτος ἀνόμου, τοῦ φαύλου βασιλέως.
Νῦν ὡς ἀνδρείας, καὶ ψυχικῆς εὐρωστίας, σὲ τιμῶντες λαμπρῶς Ῥιψιμία, κορυφὴν τελοῦμεν, τὴν σὴν ἁγίαν μνήμην.
Μάρτυς παρθένε, περιφανὲς Ῥιψιμία, τῆς ἀθλήσεως ἤνυσας τρίβους, εὐθαρσῶς σὺν δήμῳ, συνάθλων σου παρθένων.
Θεοτοκίον.
Ἐν μάχαις Μῆτερ, ταῖς καθ’ ἡμέραν Σοὺς δούλους, ἀγωνίζεσθαι Θεογεννῆτορ, κεχαριτωμένη, ἀξίωσον Παρθένε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Λειμῶνος οὐρανίου, ἄνθος Ῥιψιμία, ἡδυτερπὲς εὐωδίᾳ κατεύφρανον, ἡμᾶς λιτῶν σου πρὸς Κτίστην σεπτὸν Νυμφίον σου.
Πρεσβεύουσα μὴ παύσῃ, Μάρτυς Ῥιψιμία, Γαϊανῇ σὺν σεμνῇ σου συμμάρτυρι, ὑπὲρ πιστῶν ὑμνητῶν σου τῷ Παντοκράτορι.
Ὡς χάριτος ταμεῖον, πλῆσον Ῥιψιμία, χαρᾶς καρδίας τῶν πίστει σπευδόντων Σοι, καὶ ἐκτελούντων Σὴν μνήμην τὴν ἀεισέβαστον.
Θεοτοκίον.
Χριστοῦ τοῦ Ζωοδότου, Μῆτερ γλυκυτάτῃ, τῆς Ῥιψιμίας θερμαῖς παρακλήσεσι, Σοῖς δούλοις πέμψον Υἱοῦ Σου τὸ μέγα ἔλεος.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις Ῥιψιμία πανευσθενές, παρθενίας κλέος, ἡ σὺν θείᾳ Γαϊανῇ, καὶ χορῷ παρθένων, γενναίων εὐαρίθμῳ, λαβοῦσα οὐρανόθεν, στέφος ἀμάραντον.
Χαίροις παρθενίας ἡ τὴν στολήν, Μάρτυς Ῥιψιμία, ἐπιχρώσασα ταῖς ῥοαῖς, σῶν ἁγνῶν αἱμάτων, ὁμοῦ σὺν ἡγουμένῃ, Γαϊανῇ σεπτῇ σου, νύμφη τοῦ Κτίσαντος.
Σκέπε νεολαίαν τὴν εὐλαβῆ, σὲ ύμνολογοῦσαν, Ῥιψιμία ὡς καλλονήν, Ὁσιομαρτύρων, ἧς πέλεις ἀντιλήπτωρ, καὶ βοηθὸς ἐν πόνοις, καὶ περιστάσεσι.
Ῥύου Ῥιψιμία σοὺς ὑμνητάς, νύμφη τοῦ Ὑψίστου, τῆς μανίας τοῦ δυσμενοῦς, ἡ ἐν Ἀρμενίᾳ, ὀφρὺν τοῦ Τηριδάτου, πατήσασα ἐκχύσει, ῥείθρων αἱμάτων σου.
Χάρις Ῥιψιμία ἡ τοῦ Χριστοῦ, νύμφη καλλιμάρτυς, παναρίστη τὴν σὴν στολήν, τῆς ἁγνῆς ψυχῆς σου, καὶ τοῦ μελαμβαφοῦς σου, τοῦ τρίβωνος αἱμάτων, ῥείθροις φοινίξασα.
Δεῦτε μεγαλύνωμεν εὐλαβῶς, θείας Ῥιψιμίας, τὰς βασάνους διὰ Χριστόν, καταπραϋνούσης, ψυχὰς τεταραγμένας, ἐκ τῶν παθῶν καρδία,ς τάχος νεότητος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, Ῥιψιμίαν εὐλαβῶς, πρόβολον ἐν ὕμνοις ἁγνείας, καὶ μαρτυρίου στεῤῥοῦ, μέλψωμεν ὡς χάριτος, τῆς θείας σκήνωμα, εὐσταλῆ καλλιμάρτυρα, παντοίας βασάνους, πίστει ὑπομείνασαν, καὶ ἐκβοήσωμεν· ῥῦσαι ἐκ βυθοῦ ἀπωλείας, καὶ ἐκ τῆς γεέννης ἱκέτας, χάριτός σου Μάρτυς παρθενοάθλε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.