ΑΥΓΟΥΣΤΟΣ ΙΖ΄!!
ΑΘΑΝΑΣΙΟΣ ΟΣΙΟΣ ΧΑΜΑΚΙΩΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἰωὴλ μητροπολίτου Ἐδέσσης)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τῶν Καλαβρύτων ὁ γόνος, ὁ πολυτάλαντος, τῶν Μοναζόντων κλέος, καὶ θυτῶν κοσμιότης, τῆς Νερατζιωτίσσης ἱερουργός, καὶ πιστῶν ἐπιστήριγμα, ἐν τοῖς ἐσχάτοις τοῖς χρόνοις σεμνοπρεπῶς, ἐπεγνώσθης Ἀθανάσιε.
Τῆς γλυκυτάτης μορφῆς σου, τὸ πρᾶον ὅσιε, τῶν εὐσεβῶν τὰ πλήθη, καθορῶντες ἐζήτουν, εὐχὰς καὶ δυσωπείας σου πρὸς Χριστόν, καὶ τὰ θεῖά σου ῥήματα, σὺ γὰρ ὡς ἄγγελος ὤφθης ἐπὶ τῆς γῆς, πνευματέμφορε διδάσκαλε.
Τὸ ἱερὸν σου ἐν Μπάλλᾳ Ἡσυχαστήριον, λιμὴν τῶν τεθλιμμένων, ἀῤῥωστούντων τὸ ἄκος, καὶ τῶν ἁμαρτανόντων καταυλισμός, ἀνεδείχθη πανεύφημε, ἱερομόναχε ὅσιε τοῦ Χριστοῦ, Ἀθανάσιε πατὴρ ἡμῶν.
Τῶν σῶν λειψάνων ἡ χάρις, ὄντως ἐκκέχυται, ἐν πᾶσι τοῖς ἀνθρώποις, τοῖς ἐν πόθῳ καὶ πίστει, βεβαίᾳ προσκυνοῦσι ταῦτα σεμνέ, ἐν τῇ Μάνδρᾳ σου Ὅσιε, πνευματικὲ Ἀθανάσιε ὑπουργέ, ἀρετῆς τῆς διακρίσεως.
Δόξα. Ἦχος α´.
Ἰχνηλατίσας ἀκριβῶς, τῶν πάλαι ὁσίων τὰ βήματα, ἐν τοῖς ἐσχάτοις ἔτεσι, τῇ φωταυγείᾳ τοῦ Πνεύματος, τῆς ψυχῆς ἐκάθηρας, τὸ τριμερὲς Ἀθανάσιε· σὺ γὰρ ἀσφαλῶς, τοὺς συνόντας σοι ἐπὶ τῆς γῆς, πρὸς ὁδὸν τῆς σωτηρίας ἴθυνας, καὶ ἐκ τοῦ πολυπλόκου Βελίαρ διέσωσας· διὸ καὶ νῦν πάντας τοὺς σὲ ἐπικαλουμένους, ταῖς σαῖς πρὸς τὸν Δεσπότην πρεσβείαις, ἐκ τῆς κακουργίας διάσωσον δαιμόνων, ὡς προστάτης ἡμῶν ἑτοιμότατος.
Καὶ νῦν. Θεοτοκίον. Ἁμαρτωλῶν τὰς δεήσεις
Ὑπεραγία Πάρθενε, καὶ Θεοτόκε, τῶν τιμώντων σου ἐν ᾠδαῖς ἐπιταφίοις, κοίμησιν ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου, τὴν ζωὴν αὐτῶν, περισκέπασον Μῆτερ.
Ἀπόστιχα. Ἦχος β᾽. Οἶκος τοῦ Ἐφραθᾶ.
Γέγονας τοῖς πιστοῖς, ὁ τύπος εὐσεβείας, τῷ βίῳ σου καὶ λόγοις, ἐν χρόνοις τοῖς ἐσχάτοις, παμμάκαρ Ἀθανάσιε.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Μέγας Πνευματικός, ἐν εἰκοστῷ αἰῶνι, ἐφάνης θεοφόρε, καθαίρων ἐκ τῶν ῥύπων, ψυχὰς τῶν ἐγγιζόντων σοι.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Κάραν σου τὴν σεπτήν, σὺν τοῖς λειψάνοις πᾶσι, ἀσμένως προσκυνοῦντες, αἰτούμεθα ἐν πίστει, τῶν σῶν λιτῶν τὴν δύναμιν.
Δόξα. Τριαδικόν.
Γέγονας ἀληθής, προσκυνητὴς Τριάδος, λατρεύων τὸν Πατέρα, Υἱόν τε καὶ τὸ Πνεῦμα, Θεόφρον Ἀθανάσιε.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Τόκον σου Μαριάμ, λατρεύομεν ὡς δοῦλοι, καὶ σὲ τὴν τετοκυῖαν, αὐτὸν ἀνάνδρως Μῆτερ, εὐφήμως μακαρίζομεν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τοῦ Ὁσίου. Ἦχος πλ.α´. Τὸν Συνάναρχον Λόγον.
Τῶν ὁσίων ζηλώσας τὸ ἦθος ἔσπευσας, ἐξ ἁπαλῶν σου ὀνύχων, τῷ σῷ Δεσπότῃ Χριστῷ, σεαυτὸν προσαγαγών· διὸ καὶ γέγονας, Ἀθανάσιε σοφέ, μοναστῶν καὶ κοσμικῶν, ἐν Πνεύματι ποδηγέτης, καὶ νῦν μὴ παύσῃ πρεσβεύων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Προσόμοια τῆς ἑορτῆς γ΄. Ἦχος δ΄. Ἔδωκας σημείωσιν·
Οὐχ ἅρμα πυρίμορφον, τῶν ἀπὸ γῆς σε μετέστησεν, ὡς Ἠλίαν τὸν δίκαιον, ἀλλ’ αὐτὸς ὁ ἥλιος, τῆς δικαιοσύνης, ἐν χερσὶν οἰκείαις, τὴν παναγίαν σου ψυχήν, ὡς ὑπεράμωμον προσλαβόμενος, ἐν ἑαυτῷ κατέπαυσε, καὶ παραδόξως σε ἄχραντε, μεταστήσας ἐτίμησεν, ἐν χαρᾷ ὑπὲρ ἔννοιαν.
Δεῦτε ὢ φιλέορτοι, τῆς Θεομήτορος σήμερον, τὴν ἁγίαν Μετάστασιν, φαιδρῶς ἀνυμνήσωμεν, ἐν χερσὶ γὰρ ὄντως, τοῦ ἐξ ἀκηράτου, Πατρὸς ἐκλάμψαντος τὸ πρίν, καὶ ἐπ’ ἐσχάτων ἐκ τῆς νηδύος αὐτῆς, τὴν θείαν καὶ πανάχραντον, ψυχὴν παρέθε χαίρουσα, Ἰησοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ πρεσβεύει σωθῆναι ἡμᾶς.
Θαῦμα φρικωδέστατον, ἡ ἐν γαστρὶ τὸν ἀχώρητον, Βασιλέα βαστάσασα, τάφῳ κατατίθεται, καὶ Ἀγγέλων δῆμοι, σὺν τοῖς Ἀποστόλοις, φόβῳ κηδεύουσιν αὐτήν, τὸ θεοδόχον σῶμα καὶ τίμιον, καὶ τοῦτο δὲ μετάστασιν, εἰς οὐρανοὺς ἀνεβίβασεν, Ἰησοῦς ὁ Υἱὸς αὐτῆς, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Καὶ γ’ τοῦ Ὁσίου. Ἦχος α´. Πανεύφημοι μάρτυρες.
Τῶν πάλαι ὁσίων μιμητής, ἀκριβὲς ὁμοίωμα, ἐν λόγοις πάτερ καὶ ἤθεσι, ἐφάνης πάντιμε, ἐν ἁγίᾳ Λαύρᾳ, τῆς κλεινῆς πατρίδος σου, πυκτεύων καθ᾽ ἡμέραν ὡς ἄσαρκος· διὸ κατηύγασας, τοῦ νοός σου ἐνεργήματα, καὶ ὡς ἄστρον, πιστοὺς καθωδήγησας.
Θυτῶν ἐνδυσάμενος στολήν, ἱερούργεις ὅσιε, καθικετεύων πρεσβείαις σου, Χριστὸν τὸν Κύριον, ὅπως τὰ σὰ τέκνα, σωτηρίαν εὕρωσι, καὶ φεύξωνται βελίαρ τὸ δέλεαρ· διὸ τὰς χεῖράς σου, πρὸς τὰ ἄνω Ἀθανάσιε, ὑπὲρ τούτων, ἀσμένως ἐξέτεινας.
Πατὴρ ὁ φιλόστοργος ὀφθείς, ἐν τῷ κόσμῳ ὅσιε, ἐν τῇ Μονῇ τῆς Θεόπαιδος, διδάσκεις ἅπαντας, τὰ τῆς εὐσεβείας, ἱερὰ ἐντάλματα, καὶ θείας βασιλείας τὸν δίαυλον, σοφοῖς σου ῥήμασι, καὶ σημείοις Ἀθανάσιε, τῶν Πατέρων, τῶν πάλαι ἰσότιμος.
Δόξα. Ἦχος πλ. β´.
Τῶν μοναστῶν ὑπογραμμόν, καὶ ἱερέων κοσμήτορα, ἐλεημοσύνης συνήγορον, καὶ προσευχῆς ἐραστήν, πνευματοφόρον τῶν πιστῶν διδάσκαλον, καὶ κοσμικῶν πρὸς τὸν Θεὸν ἀλείπτην, ὡς φιλέορτοι ἐγκωμιάσωμεν, οὕτω λέγοντες· Χαίροις τῆς Τουρλάδος, τὸ πολύκαρπον δένδρον, τὸ ἐκβλαστῆσαν, ταπεινώσεως καρποὺς καὶ πραότητος· χαίροις ἱερομόναχε ὅσιε, τῆς Νερατζιωτίσσης καλλώπισμα, καὶ τῆς ἰδίας σου ἐν Ροδοπόλει, μονῆς τὸ θεμέλιον· Χαίροις τῶν ἀρετῶν ὁ γηπόνος, ὁ γεωργήσας τὴν ἄρουραν τῆς ψυχῆς, μοναχῶν ἀνδρῶν τε λαϊκῶν, γυναικῶν καὶ παιδίων. Ἀλλ᾽ ὦ παμμάκαρ Ἀθανάσιε, ὡς ἔχων παῤῥησίαν μὴ παύσῃ καθικετεύων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. β´.
Δεῦτε τὴν παγκόσμιον κοίμησιν, τῆς Παναμώμου Θεοτόκου ἑορτάσωμεν, σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν μετάστασιν τῆς θεομήτορος, καὶ πρὸς εὐωχίαν ἡμᾶς τοὺς ἐπὶ γῆς συγκαλοῦσι τοῦ βοᾶν, ἀσιγήτῳ φωνῇ· Χαῖρε ἡ μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς οὐρανίους σκηνὰς μετοικήσασα. Χαῖρε ἡ τῶν μαθητῶν τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἓν συναγαγοῦσα. Χαῖρε ἡ ἐλπὶς καὶ σωτηρία ἡμῶν, σὲ γὰρ χριστιανῶν τὸ γένος ἀπαύστως μακαρίζομεν.
Εἴσοδος· Φῶς ἱλαρόν· Προκείμενον τῆς ἡμέρας· Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιο-σύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βου-λὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Γ΄ 1-9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία
σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται·
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῇς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται.
Κρινούσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενούσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπῇ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ τῆς Κηφισίας Μητρόπολις, ὅτι ὡς δένδρον πολύκαρπον καὶ καλλίκαρπον, ἐν τοῖς ὑστέροις ἔτεσιν ἀνέθαλεν, ὁ ὅσιος πατὴρ ἡμῶν Ἀθανάσιος, ὁ ταπεινὸς ἱερομόναχος. Οὗτος γὰρ ὁ μακάριος γέρων, ἐν τῇ σεβασμίᾳ μονῇ τῆς Φανερωμένης, ἄριστος πνευματικὸς ἐδείχθη πατήρ, τοῖς κοσμικοῖς καὶ ταῖς μοναζούσαις, ἀσφαλῶς καθοδηγῶν πάντας τούτους, ἐν τῇ ὁδῷ τῇ στενῇ τοῦ Κυρίου, τῇ ἀπαγούσῃ εἰς τὴν αἰώνιον ζωήν, ἧς καὶ ἡμεῖς ἀξιωθείημεν θεόφρον, ταῖς ἰσχυραῖς πρεσβείαις σου, πρὸς Χριστὸν τὸν ἐλεήμονα.
Ἦχος β´.
Ὁσίως διανύσας τὸν βίον σου, ὡς πάλαι οἱ θεοφόροι Πατέρες, εἰς τὸ πλάτος κατήντησας, τῆς Βασιλείας τοῦ Χριστοῦ· σὺ γὰρ νηστείαις καὶ προσευχαῖς, καὶ δακρυῤῥόοις θρήνοις, τῆς ψυχῆς σου ἐκάθηρας, τὸ τριμερὲς πανόσιε, καὶ φθάσας εἰς τὸ ἄκρον τῶν ἐφετῶν, τὴν μακαρίαν θέωσιν, ὡς ἀπλανὴς διδάσκαλος, τοὺς συνόντας σοι, πρὸς τὸν Θεὸν κατηύθυνας· διὸ καὶ ἡμᾶς τοὺς τιμῶντας, τὴν ἀεισέβαστον μνήμην σου, μὴ παύσῃς πρεσβείαις σου, πάτερ Ἀθανάσιε, ἐκ τῆς ἀμελείας διεγείρων, καὶ ὠθῶν τὸν νοῦν καὶ τὰς καρδίας ἡμῶν, πρὸς τὰ θειότερα, καὶ τὰ κρείττονα.
Ἦχος γ´.
Ἔχων τὸν θεάρεστον ζῆλον, ἐξ ἁπαλῶν ὀνύχων, ἐν τῇ Τουρλάδι τῇ σῇ πατρίδι, διηνεκῶς ἐσχόλαζες ὡς ἄγγελος, ἐν τῷ ναῷ τοῦ χωρίου σου, παράδειγμα γενόμενος τοῖς ὁμηλίκοις σου, εἶτα δὲ ἐν τῇ μονῇ τῆς ἁγίας Λαύρας προσελθών, ἠξιώθης λαβεῖν ἀξίως, τοῦ ἀγγελικοῦ τῶν Μοναζόντων σχήματος, θεοφόρε Ἀθανάσιε, καταστὰς ὑπογραμμὸς καὶ τύπος, πάντων τῶν ἐν τῇ πολυφήμῳ μάνδρᾳ σου, εὐσεβῶν μονοτρόπων. Καὶ τὰ νῦν συνδιαιτώμενος ἐν οὐρανοῖς, τοῖς ἀπ' αἰῶνος ὁσίοις, μὴ ὀκνήσῃς δυσωπῶν, τὸν κοινὸν ἡμῶν Δεσπότην, ὑπὲρ τῆς μάνδρας σου, ὡς κτήτωρ ταύτης καὶ ἔφορος.
Ἦχος δ΄.
Ἔχων ἐν τῇ καρδίᾳ σου σύνοικον, τοῦ Παναγίου Πνεύματος τὴν χάριν, ἀλείπτης ὤφθης θαυμαστός, πάντων τῶν αἰτούντων σου, πάτερ Ἀθανάσιε τὴν βοήθειαν, καὶ τῶν ἁμαρτάδων συγχώρησιν· ὅθεν καὶ ἡμεῖς, τὰ ἔκγονά σου μάκαρ, πρὸ τῆς σῆς εἰκόνος, καὶ τῶν μυροῤῥόων λειψάνων σου ἱστάμενοι, μονασταὶ καὶ λαϊκοί, ἱερεῖς καὶ κοσμικοί, πρὸς σὲ πλέκομεν ὕμνον ἱκέσιον, ἵνα ταῖς σαῖς ἱκετηρίαις τύχωμεν, τοῦ Σωτῆρος Χριστοῦ, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. α΄.
Πάτερ θεοδόξαστε, καθ᾽ ὕπαρ καὶ κατ' ὄναρ, ἐν σημείοις καὶ θαύμασιν, συνέτρεξας τοῖς ἀλγοῦσι, καὶ πάσχουσι κατ' ἄμφω, ὡς παραστάτης θερμότατος, ἐν ζωῇ καὶ μετὰ τὴν θανήν σου. Καυχώμεθα οὖν ἐν Κυρίῳ, σὲ προστάτην καὶ πατέρα ἔχοντες, παμμάκαρ Ἀθανάσιε, καὶ κάμπτοντες τὰ γόνατα, ταπεινῶς παρακαλοῦμεν, ἡμᾶς τοὺς φιλοῦντας, καὶ τὴν κοινὴν ἡμῶν πατρίδα, ἀπὸ πάσης ἐπιβουλῆς, πονηρῶν καὶ κακοτρόπων, πνευμάτων τε καὶ ἀνθρώπων φύλαττε, ὡς ἔχων παῤῥησίαν πρὸς Κύριον.
Καὶ νῦν. Ὁ αὐτός. Τῆς ἑορτῆς.
ᾌσατε λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὐτῆς, εἰς τὰς ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν, ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Εἰς τὸν στίχον. Προσόμοια. Ἦχος πλ.α´. Χαίροις ἀσκητικῶν.
Χαίροις ἐν Ῥοδοπόλει μονή, ἡ ἐγερθεῖσα πρὸς τιμὴν τῆς Θεόπαιδος, ὑπὸ τοῦ Ἀθανασίου, ἁγιωτάτου ἀνδρός, ἱερομονάχου τοῦ θεόφρονος· ὡσεὶ γὰρ διδάσκαλος,ἐν ἐσχάτοις τοῖς ἔτεσι, τὰς μοναζούσας, καὶ πιστῶν τὰ συστήματα, καθωδήγησε, βιοτῇ καὶ τοῖς ῥήμασιν, ὄντως πρὸς τὴν μετάνοιαν, σαρκὸς καθαρότητα, καὶ ἀρετῶν κορωνίδα, τὴν ἐρασμίαν ἀγάπησιν, Χριστοῦ τοῦ Σωτῆρος, τοῦ φιλοῦντος ὑπὲρ φύσιν, πιστῶν ἀθροίσματα.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Χαίροις τῆς Ἐκκλησίας Χριστοῦ, ἀδάμας νέος, ὁ λαμπρὸς καὶ πολύεδρος, ὁ σάπφειρος ἐγκρατείας, ὁ μαργαρίτης εὐχῶν, ὑπὲρ τῶν αἰτούντων τὰς σὰς χάριτας· νοσούντων ὁ σμάραγδος, θεραπεύων οἰδήματα, ὁ ἀπαστράπτων, μετανοίας χρυσόλιθος, διακρίσεως, ὁ πολύτιμος βήρυλλος, ἴασπις τῆς ἀσκήσεως, νηστείας τοπάζιον, ἱερωσύνης τῆς θείας, ὁ διαυγέστατος ὕαλος, πολύτιμος λίθος, τῶν μονῶν τοῦ Παραδείσου, ὦ Ἀθανάσιε.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις σημειοφόρε σεπτέ, ὁ θεραπεύων ἀῤῥωστούντων παθήματα, τὴν νόσον τῆς λευχαιμίας, καρκινωμάτων πληγάς, καὶ τῶν σπλάγχνων πάτερ τὴν διόγκωσιν· ἀκέστωρ γὰρ ἔμπειρος,τῆς ψυχῆς πεφανέρωσαι, ἰάσας μάκαρ, φοβιῶν τὰ οἰδήματα, τῶν ὑμνούντων σε, ἐκ καρδίας πανόλβιε· ὅθεν τὸ σὸν κοινόβιον, ὡς ἔχον τὴν κάραν σου, καὶ τὰ ὀστέα σου πάτερ, θεραπευτήριον γέγονε. Καὶ νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ´.
Πάτερ φιλόθεε, τῶν πρὸ σοῦ ὁσίων, τέλειος τῇ ἀσκήσει καὶ προσευχῇ, μιμητὴς καὶ ὁμόηθος ὑπάρχων, τὸν παλαιὸν καὶ φθειρόμενον ἄνθρωπον, καὶ τὰς ἐπιθυμίας αὐτοῦ ἀποδυσάμενος, εἰς ὕψος ἤρθης τῆς μακαρίας θεώσεως· διὸ καὶ ἀπέσεισας, τῶν ἁμαρτωλῶν ἡδέων τὴν ἀπόλαυσιν, τῆς προσκαίρου δόξης τὸ εὐτελὲς δοξάριον, τὴν ἀνθρωπαρέσκειαν, καὶ πάντα τοῦ ἀρχεκάκου ἀντιδίκου, τὰ ὑποψιθυρίσματα, ἀντὶ δὲ τούτων ἠγάπησας, τὰς ἐντολὰς καὶ τὰ κρίματα, τοῦ φιλανθρώπου Ἰησοῦ Χριστοῦ, ὃν διηνεκῶς ἅγιε Ἀθανάσιε ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Πιστούμενος Ἰησοῦς, ὁ Υἱός σου Θεοτόκε
καὶ Θεὸς ἡμῶν, τὰς δύο φύσεις αὐτοῦ, ὡς μὲν ἄνθρωπος θνῄσκει, ὡς δὲ Θεὸς ἐξανίσταται,
καὶ σὲ Θεομῆτορ, νόμῳ φύσεως θανεῖν εὐδόκησεν, ἵνα μὴ τοῖς ἀπίστοις, φαντασία
νομισθῇ ἢ οἰκονομία. Μετέβης δὲ πρὸς οὐρανοὺς ἡ ἐπουράνιος νύμφη, ὡς ἐκ παστοῦ
τοῦ σκήνους σου, γῆθεν ἀπάρασα. Ἡγιάσθη ὁ αἰθὴρ ἐν τῇ ἀνόδῳ σου, ὡς ἐφωτίσθη ἡ
γῆ ἐν τῷ τόκῳ σου. Προπέμπουσιν Ἀπόστολοι, καὶ Ἄγγελοι ὑποδέχονται· ὅθεν
κηδεύσαντες τὸ πανάχραντον σῶμά σου, καὶ ἐπιτάφιον ὕμνον ἐξᾴδοντες, μετάρσιον ἔβλεπον,
καὶ φόβῳ ἔλεγον· Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου· αὐτὸς γὰρ ἐν μέσῳ
σου, καὶ οὐ σαλευθήσῃ. Ἀλλ' ὧ πολυΰμνητε Κόρη, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα· ἡμεῖς
γὰρ λαός σου, καὶ πρόβατα νομῆς σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα, αἰτούμενοι
διὰ σοῦ σωτηρίαν, καὶ μέγα ἔλεος.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τοῦ Ὁσίου. Ἦχος πλ.α´. Τὸν Συνάναρχον Λόγον.
Τῶν ὁσίων ζηλώσας τὸ ἦθος ἔσπευσας, ἐξ ἁπαλῶν σου ὀνύχων, τῷ σῷ Δεσπότῃ Χριστῷ, σεαυτὸν προσαγαγών· διὸ καὶ γέγονας, Ἀθανάσιε σοφέ, μοναστῶν καὶ κοσμικῶν, ἐν Πνεύματι ποδηγέτης, καὶ νῦν μὴ παύσῃ πρεσβεύων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ἀξίως ἡ Μονή, τῆς μητρὸς τοῦ Κυρίου, τὴν μνήμην σου τιμᾷ, ἐγκωμίοις καὶ ὕμνοις, κατ' ἔτος Ἀθανάσιε, ἐπεὶ ταύτης γεγένησαι, κτήτωρ ἅγιος, καὶ μοναχῶν ὁ διδάχος, καὶ αἰτεῖταί σου, πάτερ τὴν σὴν προστασίαν, τὴν σκέπην καὶ δύναμιν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Παρθένε Μαριάμ, ἐκ τῆς γῆς πρὸς τὰ ἄνω, ἀπήρθης ἐν μοναῖς, τοῦ Πατρὸς τοῦ Υἱοῦ σου, καὶ γάννυνται οἱ ἄγγελοι, καθορῶντες τὸν Κύριον, τὸν βαστάζοντα, υἱοπρεπῶς τὴν ψυχήν σου, ὃν ἱκέτευε, διηνεκῶς ταῖς λιταῖς σου, ὑπὲρ τῶν ὑμνούντων σε.
Μετὰ τὴν β´ Στιχολογία, Κάθισμα. Ἦχος γ´. Θείας πίστεως.
Ἐκ νεότητος ἀφιερώθης, τῷ Κυρίῳ σου ἀεὶ σχολάζων, ἐν προσευχαῖς καὶ γονάτων ταῖς κάμψεσι, ἀγγελικὴν πολιτείαν μιμούμενος, ὡς τῶν ἀρχαίων Πατέρων ἐπίγονος, Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀειπάρθενε Φανερωμένη, κατεπλάγησαν ἀγγέλων τάξεις, ἐν ταῖς χερσὶ καθορῶσαι βαστάζοντα, τὴν σὴν ψυχὴν τὸν Υἱόν σου καὶ Κύριον, τὸν ὑπὲρ φύσιν τεχθέντα τῷ Πνεύματι, ὃν ἱκέτευε, ἁγνὴ Μαριὰμ πρεσβείαις σου, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Μετὰ τὸν Πολυέλαιον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἡ μονή σου σήμερον, τὴν σὴν θεόφρον, ἑορτάζει κοίμησιν, ἀναβοῶσα ταπεινῶς, ταῖς σαῖς πρεσβείαις λυτρούμενος, μὴ διαλίπῃς, αὐτὴν Ἀθανάσιος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Θεοτόκε Δέσποινα, ἐν δεξιᾷ τοῦ Υἱοῦ σου, ἱσταμένη ἔκτεινον, ὑπὲρ ἡμῶν τῶν ἱκετῶν, τὰς δύο χεῖράς σου Πάναγνε, ἵνα ῥυσθῶμεν, πυρὸς τῆς κολάσεως.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον τὸ ἐν τῷ Ὄρθρῳ. Τοῦ Ὁσίου Ἀντωνίου (17 Ἰανουαρίου).
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου.
Ἰδιόμελον. Ἦχος πλ.β΄. Στίχ. Ἐλέησόν με ὁ Θεός...
Ἀσκητικῶς ἐπὶ τῆς γῆς βιώσας, ἐν οὐρανοῖς ἠριθμήθης, τοῖς ὁσίοις πατράσι, πάτερ Ἀθανάσιε, καὶ βλέπων τὸ τοῦ Χριστοῦ, πάμφωτον θεῖον Πρόσωπον, ἐκλάμπεις ὡς ἥλιος, κατὰ τὸ αὐτοῦ λόγιον· ὃν δυσώπησον ταῖς ἱκετηρίαις σου, ἵνα τύχωμεν καὶ ἡμεῖς, τῆς οὐρανίου λαμπρότητος.
Εἶτα οἱ Κανόνες· ὁ β’ Κανὼν τῆς Ἑορτῆς, καὶ τοῦ Ὁσίου δύο.
Κανὼν πρῶτος τοῦ Ὁσίου οὗ ἡ Ἀκροστιχίς: Ἀθανάσιον ἱεροθύτην ὕμνοις τιμῶ. Ἰωήλ.
ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
Αἰτοῦμαι τὴν χάριν σου, Χριστὲ Σωτὴρ πολυέλεε, κἀγὼ ὁ ἀνάξιος, ὅπως ὑμνήσω καλῶς, Ἀθανάσιον, τὸν σὸν ἱεροθύτην, τὸν λόγοις καὶ πράξεσιν, Ὁσίως ζήσαντα.
Θεοῦ τὰ ἐντάλματα, ὡς μειρακίσκος ἐτήρησας, καὶ εἶτα ὡς τέλειος, εἰς κορυφὴν ἀρετῶν, τῆς θεώσεως, ἀνῆλθες θεοφόρε, σεμνὲ Ἀθανάσιε, Τουρλάδος βλάστημα.
Ἀσμένως τὴν μνήμην σου, τὴν ἀεισέβαστον ὅσιε, γεραίρομεν σήμερον, ἐν τῇ σεπτῇ σου Μονῇ, καὶ αἰτούμεθα, ὡς ἔκγονά σου πάτερ, ἡμῖν Ἀθανάσιε, θερμῶς τὴν ῥώμην σου.
Θεοτοκίον.
Νῦν πᾶσαι Πανάχραντε, αἱ γενεαὶ μακαρίζουσιν, ὡς πάλαι προείρηκας, σὲ τὴν τεκοῦσαν Υἱόν, τὸν ποιήσαντα, τῷ λόγῳ πᾶσαν κτίσιν, Πατρὸς δὲ καὶ Πνεύματος, Λόγον Συνάναρχον.
Τοῦ ῾Οσίου δεύτερος, οὗ ἡ Ἀκροστιχίς· Τῶν ὀστέων σου τὴν χάριν αἰτοῦμαι. Ἰωήλ
ᾨδὴ α΄. Ἦχος πλ.δ´. ῾Υγρὰν διοδεύσας.
Τῶν θείων λειψάνων σου κομιδήν, ὁμοῦ δὲ καὶ μνήμην, ἑορτάζοντες ἐν Μονῇ, τῇ σῇ Ἀθανάσιε παράσχου, ἡμῖν τοῖς τέκνοις σου, ῥῶσιν τὴν ἄφθονον.
Ὡς μέγα θησαύρισμα ἀληθῶς, κατέχει ἐν Μπάλλᾳ, τὰ σὰ λείψανα ἡ Μονή, ἀρύουσα πάτερ ἰατρείας, τῶν νοσημάτων, ψυχῆς καὶ τοῦ σώματος.
Ναμάτων παρέχει τὸν γλυκασμόν, ἡ κάρα σου ὄντως, καὶ ἡ θήκη τῶν σῶν ὀστῶν, τοῖς πίστει καὶ πόθῳ προσκυνοῦσι,ταῦτα θεόφρον, κλεινὲ Ἀθανάσιε.
Θεοτοκίον.
Ὀστράκινον κάλυμμα τῆς σαρκός, ἀπέθου Παρθένε, ὥσπερ πάντες ἐν τῇ χθονί, τὴν δὲ σὴν ψυχὴν παραλαμβάνει, ἐν οὐρανοῖς, ὁ Υἱός σου ἀμόλυντε.
Τοῦ Ὁσίου πρῶτος. ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους.
Ἀκόπως παράλυτον γυναῖκα, ὡς ἄγγελος πάτερ φροντιστής, εὐσπλάγχνως ᾠκονόμησας, παρέχων Ἀθανάσιε, Νερατζιωτίσσης κόσμημα, τὰ πρὸς τὸ ζῆν ἀπαραίτητα.
Σωθεῖσα ἐκ νόσου τῶν σπονδύλων, κατ' ὄναρ ἐδέχθη ὑπὸ σοῦ, τὸ ἄκος Ἀθανάσιε, γυνὴ εὐγνώμων κράζουσα, τὰ σὰ πολλὰ χαρίσματα, ὑπὲρ ἡμῶν τῶν οἰκείων σου.
Ἰδόντες τὸ τέλος τοῦ σοῦ βίου, ὑμνοῦμεν τὸν ἅγιον Θεόν, ἐπεὶ κατηξιώθημεν, γνωρίσαι Ἀθανάσιε, σὲ τὸν ἱερομόναχον, καὶ τῶν ὁσίων ὁμότροπον.
Θεοτοκίον.
Ὁ τάφος σου Μῆτερ Θεοτόκε, θησαύρισμα μέγα τοῖς πιστοῖς, ὑπάρχει τὸ ἀδάπανον, παρέχων τοῖς αἰτοῦσί σου, τὴν ἰατρείαν Δέσποινα, ἐξ ἀνιάτων παθήσεων.
Κανὼν δεύτερος τοῦ Ὁσίου. Οὐρανίας ἁψῖδος.
Σοφισθεὶς οὐρανόθεν, τοῦ δυσμενοῦς δράκοντος, τὰς ψυχοβλαβεῖς ἐπηρείας, πάτερ διέλυσας· διὸ καὶ ἔσωσας, δαιμονοφόρητον νέον, ἐξ ἀρκύων ὅσιε, τοῦ πολεμήτορος.
Τὰ σὰ τέκνα παιδεύεις, πολυειδῶς ἅγιε, τούτοις πατρικῶς ἐπιστέλλων, Χριστοῦ ἐντάλματα, ὅπως βιώσωσιν, ἐπὶ τῆς γῆς θεαρέστως, καὶ κληρονομήσωσι, ζωὴν αἰώνον.
Ἐπιγνῶναι ἐπόθεις, τὸ τοῦ Θεοῦ θέλημα, ἐπὶ βακτηρίας ἐστάθης, τῆς ταπεινώσεως, καὶ Ἀθανάσιε, τῶν ἀποῤῥήτων τὴν γνῶσιν, εἴληφας μακάριε, καθάπερ ἄγγελος.
Θεοτοκίον.
Ὡς τιμίαν ὑμνοῦμεν, οἱ γηγενεῖς Ἄχραντε, τὴν ἀπὸ τῆς γῆς πρὸς τὰ ἄνω, θείαν σου ἄνοδον, ἐπεὶ ἐλπίζομεν, ὡς ἡ τεκοῦσα τὸν Κτίστην, ὑπὲρ τῶν ὑμνούντων σε, πρεσβεύειν πάντοτε.
Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ἐξόδιον μήνυμα, ἐκ τῆς ματαίας ζωῆς, ὁ θύτης Φιλόθεος, ὁ κατὰ πνεῦμα πατήρ, προείρηκεν ὅσιε, σοὶ τῷ ἡτοιμασμένῳ, Ἀθανάσιε πάτερ· ὅθεν καὶ ἐγκαρδίως, τὸν Χριστὸν διὰ τοῦτο, προσμένων ἐδοξολόγεις, κλεινὲ ἱερομόναχε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Χριστῷ ἠκολούθησας, τῷ σῷ Υἱῷ ἐν παντί, καὶ ὤφθης Πανάμωμε, τῶν Ἀποστόλων αὐτοῦ, ἰσχὺς καὶ παράκλησις· ὅθεν καὶ εὐγνωμόνως, ἐκ περάτων τοῦ κόσμου, ἦλθον θεογεννῆτορ, τὸ σὸν σῶμα κηδεῦσαι, αἰνοῦντες τῶν σῶν χαρίτων, τὸ πλῆθος Παναμώμητε.
ᾨδὴ δ´. Τοῦ Ὁσίου πρῶτος. Ὁ καθήμενος ἐν δόξῃ.
Νερατζιώτισσα καυχᾶται, καὶ Ροδόπολις γάννυται, καὶ Ἀμαρουσίου, πάτερ ὁ λαὸς ἐπαγάλλεται, ἐπὶ τῇ θείᾳ σου μνήμῃ Ἀθανάσιε· σὺ γὰρ γέγονας, αὐτῶν ποιμὴν θεοδίδακτος.
Ἱερέως ἀμπεχόνην, ἐπαξίως ἠμφίεσαι, τῶν πρὸ σοῦ ἁγίων, φόβον πρὸς Θεὸν καὶ εὐλάβειαν, ἐπακριβῶς Ἀθανάσιε μιμούμενος, καὶ ἐτίμησας, τῶν ἱερέων παράταξιν.
Ἐπιστήμων ἦσο πάτερ, καὶ ψυχῶν ὁ ἀρχίατρος, τῶν προσερχομένων, καὶ ἐξαιτουμένων τὴν ἄφεσιν, ἀμπλακημάτων ποικίλων Ἀθανάσιε, καὶ νευρώσεων, τὴν θεραπείαν καὶ ἴασιν.
Θεοτοκίον.
Ῥῦσαι Δέσποινα Παρθένε, ἐκ χειρὸς κοσμοκράτορος, ταῖς σαῖς ἱκεσίαις, πρὸς τὸν σὸν Υἱὸν τοὺς οἰκέτας σου, τοὺς προσκυνοῦντας ἐν Μπάλλᾳ τὸ εἰκόνισμα, ἐν τῇ Μάνδρᾳ σου, τὸ φωτοφόρον σου Δέσποινα.
Τοῦ Ὁσίου δεύτερος. Εἰσακήκοα Κύριε.
Nικητήριον στέφανον, κατὰ τῶν παθῶν σου λαβὼν μακάριε, τοὺς συνόντας σοι ὡδήγησας, ἀσφαλῶς εἰς τρίβον τὴν σωτήριον.
Σωστικαῖς ἐνεργείαις σου, ἐν τοῖς χρόνοις μάκαρ φρικτῆς δουλώσεως, τῆς Ἑλλάδος Ἀθανάσιε, τοὺς ἐν πείνῃ ὄντας σὺ διέθρεψας.
Ὅλως πάτερ τοὺς πάσχοντας, ἐκ πτωχείας δοῦλε Χριστοῦ ἠγάπησας, καθορῶν εἰς ἕνα ἕκαστον, Κύριον Θεόν σου Ἀθανάσιε.
Θεοτοκίον.
Ὕμνους δέχθητι Πάναγνε, ἐκ τῶν προσκυνούντων τὸ σὸν εἰκόνισμα, καὶ παράσχου τὴν εἰρήνευσιν, ἐκ τῶν λογισμῶν τῆς ἀπογνώσεως.
ᾨδὴ ε΄. Τοῦ Ὁσίου πρῶτος. Ἐξέστη τὰ σύμπαντα.
Ὁλόθυμον βούλησιν, καὶ ζῆλον ὄντως εὐσχήμονα, ταπεινοφροσύνην τὴν γνησίαν, καὶ φλογοφόρον ἀγάπην ἔδειξας, πρὸς τὸν σὸν Δεσπότην καὶ Θεόν· διὸ Ἀθανάσιε, ὡς ἀστὴρ πάτερ ἤστραψας.
Θεῷ εὐηρέστησας, ἐπὶ γῆς Ἀθανάσιε, πράττων καθ’ ἑκάστην τὴν ἡμέραν, τὰ ζωηφόρα τούτου ἐντάλματα, καὶ τῶν μοναστῶν καὶ κοσμικῶν, τύπος καὶ τὸ πρότυπον, ἐν τῷ βίῳ γεγένησαι.
Ὑψώθης πανάριστε, εὐχαῖς σου καὶ ἀσκήσεσι, πρὸς τὴν κορυφὴν τῶν χαρισμάτων, τῆς θεοπτίας καὶ τῆς θεώσεως, ὥσπερ οἱ πρὸ σοῦ συνασκηταί, πάτερ Ἀθανάσιε, τῆς σῆς μάνδρας τὸ στήριγμα.
Θεοτοκίον.
Τὴν σὴν θείαν κοίμησιν, ἐν τῇ Σιὼν Πανάμωμε, ὁ σεπτὸς χορὸς τῶν Ἀποστόλων, ἐκ τῶν περάτων ἐλθὼν ἐξύμνησε, σὲ τὴν ὑπὲρ φύσιν τὸν Υἱόν, τοῦ Πατρὸς κυήσασαν, Θεοτόκε ἀπείρανδρε.
Τοῦ Ὁσίου δεύτερος. Φώτισον ἡμᾶς.
Τύραννον ἐχθρόν, τῆς ψυχῆς σου τὸν φιλόπλουτον, κατενίκησας πτωχείαν Ἰησοῦ, ἀγαπήσας ὑπὲρ πάντα Ἀθανάσιε.
Ἡ θεοειδής, πρὸς τοὺς πένητας ἀγάπη σου, ἐκ θανάτου τοῦ λιμοῦ ἐν κατοχῇ, Ἀθανάσιε πανόλβιε ἐῤῥύσατο.
Νῦν ἐν σοὶ ἡμεῖς, οἱ τιμῶντες σὴν πανήγυριν, ἐγκαυχώμενοι δεόμεθα τυχεῖν, τῆς σῆς ῥώμης Ἀθανάσιε καὶ χάριτος.
Θεοτοκίον.
Χάριν εὑρηκώς, μνημονεύων τῆς σῆς κλήσεως, καὶ εἰρήνην τῆς καρδίας μου Ἁγνή, πρὸ σὲ ψάλλω εὐγνωμόνως τὰς αἰνέσεις μου.
ᾨδὴ στ´. Τοῦ Ὁσίου πρῶτος. Τὴν θείαν ταύτην καὶ πάντιμον.
Ἡσύχως πάτερ παρέδωκας, εἰς χεῖρας τοῦ Κυρίου τὸ πνεῦμά σου, καὶ εἰς τὰ μένοντα, καὶ σταθηρὰ μεταβέβηκας, πολίτης Παραδείσου, μάκαρ γενόμενος.
Ναὸς δειχθεὶς θείου Πνεύματος, εἰς ἕτερον Ναὸν Ἀθανάσιε, συνελειτούργησας, τῷ Ἀρχιθύτῃ Δεσπότῃ σου, ἐν τῇ Σιὼν τῇ ἄνω, ἱερομόναχε.
Ὑψῶν τὰς χεῖράς σου ὅσιε, ἐν στάσει προσευχῆς πρὸς τὸν Κύριον, ὑπὲρ τῶν φίλων σου, τῶν ἐπαινούντων τὴν κλῆσίν σου, μὴ διαλίπῃς πάτερ, ἀξιοτίμητε.
Θεοτοκίον.
Μαρία Μῆτερ τοῦ Κτίσαντος, τὸ γένος τῶν ἀνθρώπων καὶ ἅπαντα, τῷ λόγῳ Δέσποινα, τὰ ὁρατὰ καὶ νοούμενα, διηνεκῶς προσεύχου, ὑπὲρ τῶν δούλων σου.
Τοῦ Ὁσίου δεύτερος. Ἱλάσθητί μοι Σωτήρ.
Ἀπαύστως ὡς λειτουργός, παρακαλεῖς Ἀθανάσιε, ὑπὲρ τῶν μοναζουσῶν, τῆς μάνδρας σου ὅσιε, καὶ τῶν δεομένων σου, ὅπως τοῦ Βελίαρ, τὰς ἐπινοίας διαφύγωσι.
Ῥωσθεὶς ἐξ ἄνω κρατεῖς, τὰ ἀσθενήματα πάνσεπτε, τῶν ἀδυνάτων πιστῶν, ὡς γέγραπται ὅσιε· πατὴρ γὰρ φιλόστοργος, καὶ πευματοφόρος, ὤφθης πάτερ Ἀθανάσιε.
Ἰάσας τῆς γυναικός, τῆς χήρας πάτερ τὰ τραύματα, τῆς ἀπωλείας υἱοῦ, αὐτὴν παρεκίνησας, ἵνα τὸν φονεύσαντα, συγχωρήσῃ πάτερ, Ἀθανάσιε πανεύφημε.
Θεοτοκίον.
Νῦν πάντες σεμνοπρεπῶς, θεοχαρίτωτε Δέσποινα, πρεσβείαν σου ἰσχυράν, αἰτοῦντές σου κράτυνον, ὡς ἔχουσα δύναμιν, τὴν Ἑλλάδα πᾶσαν, ἐκ συμπτώσεων τοῦ δράκοντος.
Κοντάκιον. Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Ἑορτάζει χαίρουσα, ἐν Ροδοπόλει ἡ ποίμνη, τὴν ἁγίαν μνήμην σου, καὶ κομιδὴν σῶν λειψάνων, βίον γὰρ καὶ τὴν πληθώραν τῶν σῶν σημείων, βλέποντες οἱ σὲ τιμῶντες δοξολογοῦσι, Ἀθανάσιε παμμάκαρ, τὸν σοὶ διδόντα, Χριστὸν χαρίσματα.
Ὁ Οἶκος.
Κλῆσιν σχὼν ἐκ παιδός, ὡς οἱ πρὸ σοῦ διαλάμψαντες ὅσιοι, ἐν προσευχαῖς θεαρέστοις, καὶ πολλαῖς ἀσκήσεσι πάτερ ἐσχόλαζες. Εἶτα τὸ σεπτὸν τριβώνιον, τῶν μονοτρόπων ἐνδυθείς, καὶ τὴν ἱερὰν τῶν ἱερέων, ἀμφιασθεὶς στολήν, ἐν μοναῖς καὶ τῷ κόσμῳ πανόσιε, παιδαγωγὸς θεῖος, καὶ κατὰ πνεῦμα πατὴρ ἐχρημάτισας, μοναζόντων καὶ ἄλλων μερόπων πιστῶν, ὄργανον γενόμενος, τοῦ Παρακλήτου ἅγιε. Ταῦτα πάντα βλέποντες οἱ σὲ τιμῶντες, Ἀθανάσιε παμμάκαρ δοξολογοῦσι, τὸν δόντα σοι ταῦτα, Χριστὸν χαρίσματα.
Συναξάριον.
Τῇ ΙΖ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ἀθανασίου τοῦ ἐπιλεγομένου Χαμακιώτου, τοῦ ἱδρύσαντος ἐν Ῥοδοπόλει Ἀττικῆς, τὴν τῆς Φανερωμένης Θεοτόκου Μονῆς.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Κανὼν τοῦ Ὁσίου πρῶτος. Οὐκ ἐλάτρευσαν.
Νέον Ὅσιον, τῶν παλαιῶν ἰσότιμον, τὸν Ἀθανάσιον, ἡ ἐκκλησία τιμᾷ, αὐτοῦ δὲ τὰ θαύματα, καὶ βίον ἅγιον, τὸν πανθαύμαστον, φαιδρῶς πανηγυρίζουσα, ἐξαιτεῖται τούτου χάριν.
Ὀλεσίθηρα, σὲ ἔγνωμεν πανόσιε, τῇ ἐγκρατείᾳ σου, καὶ ταῖς πυκναῖς προσευχαῖς· διὸ καὶ τὸ χάρισμα, λαβὼν ἰάσεως, Ἀθανάσιε, ἐνεργουμένοις γέγονας, καθαιρέτης πτερνοσκόπου.
Ἱκετήριον, παράκλησιν ποιούμεθα, πρὸ τῆς εἰκόνος σου, τῆς σεβασμίας κλεινέ, ταῖς σαῖς πρὸς τὸν Κύριον, πάτερ ἐντεύξεσιν, ἐξ ἰῶν πολλῶν, θανατηφόρων λύτρωσαι, τοὺς φιλοῦντάς σε θεόφρον.
Θεοτοκίον.
Σοὶ Πανάχραντε, οἱ δοῦλοί σου κραυγάζουσιν, ἀτύφῳ πνεύματι,τοὺς βροτοκτόνους ἰούς, ἀπέλασον τάχιστα, ἀμάχῳ κράτει σου, καὶ θεράπευσον, τὴν τῆς ψυχῆς κατάθλιψιν, τῶν πληγέντων ἀνηκέστως.
Κανὼν τοῦ Ὁσίου δεύτερος. Οἱ ἐκ τῆς ᾽Ιουδαίας.
Ἀκαμάτως συντρέχεις, τοῖς ἐν περιστάσεσιν Ἀθανάσιε, καὶ πᾶσι τοῖς τελοῦσιν, ἐν θλίψει καὶ ὀδύνῃ, ἐκ πολλῶν παραβάσεων, καὶ νοσημάτων δεινῶν, ἀδιακρίτως μάκαρ.
Ἱερά σου ὀστέα, ἐκ τοῦ τάφου ἐξάγει, ὡς καὶ τὴν κάραν σου, χερσὶν ὁ Ἀρχιθύτης, Χριστοῦ τῆς Ἐκκλησίας, Κηφισίας ὁ Κύριλλος, καὶ ἐγκαρδίως ὑμνεῖ, αὐτῶν τὴν θείαν χάριν.
Τοὺς σοφοὺς ἐν τῷ κόσμῳ, καὶ ἀνοήτους πάτερ πολλοὺς ἠλέησας, ὡς ὀφειλέτης πάντων, κατὰ τοῦ Παύλου λόγον, τὸν φιλάνθρωπον ὅσιε· διὸ Χριστοῦ μιμητής, τοῖς μέροψιν ἐδείχθης.
Θεοτοκίον.
Ὁ χορὸς τῶν ἀγγέλων, κατεπλάγη Παρθένε ἐν τῇ κοιμήσει τῇ σῇ, ὁρῶντες τὸν Δεσπότην, βαστάζοντα ἐν κόλποις, τὴν ψυχήν σου Ἀμόλυντε, σεμνοπρεπῶς ὡς Υἱός, πρὸς τὴν αὐτοῦ μητέρα.
ᾨδὴ η´. Τοῦ Ὁσίου πρῶτος. Παῖδας Εὐαγεῖς.
Τύπῳ τοῦ Σταυροῦ σὺν τῇ εὐχῇ σου, τὸ ὕδωρ ἐκ τῆς πηγῆς ἐκ νέου ἔβλυσεν, πάτερ Ἀθανάσιε, σὺ γὰρ μετὰ θάνατον, εὐεργετεῖς τοὺς ψάλλοντας, ἐν πίστει ἅγιε· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἴαμα ὀστέα σου παρέχει, νοσοῦσι τοῖς προσκυνοῦσι μετὰ πίστεως, ταῦτα Ἀθανάσιε, μέλη δὲ κραυγάζουσι, τῷ δόντι μετὰ θάνατον, θαυμάτων χάρισμα, σωμάτων καὶ ψυχῶν θεραπείας, σοὶ τῷ δεομένῳ, ὑπὲρ ἡμῶν παμμάκαρ.
Μνήσθητι ὡς ἔχων παῤῥησίαν, τοῦ πλήθους τῶν ἀλγουμένων ἐκ τῆς θλίψεως, φοβιῶν καὶ πάρεχε, ἄκος ταῖς πρεσβείαις σου, τούτοις τοῖς κραυγάζουσι, τὸν αἶνον ὅσιε· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὥσπερ βρύσις Ἄχραντε καὶ ῥεῦμα, πηγάζεις τοῖς προσκυνοῦσι μετὰ πίστεως, τὴν σεπτὴν εἰκόνα σου, καὶ τὴν σὴν ἐμφέρειαν, τὴν γλυκυτάτην βλέπουσι, καὶ πάντες ψάλλουσι· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Κανὼν τοῦ Ὁσίου δεύτερος. Τὸν Βασιλέα.
Ὑπὲρ τῆς μάνδρας, τῆς εὐαγοῦς σου μὴ παύσῃ, Ἀθανάσιε πρεσβεύων ταῖς λιταῖς σου, ἵνα ἐκ μανίας, ῥυσθῇ τοῦ ἀντιδίκου.
Μὴ διαλίπῃς, τὰς μοναζούσας φυλάττων, τῆς μονῆς σου ἐν τῇ Μπάλλᾳ θεοφόρε, τὰ πρὸς ζῆν κατ' ἄμφω, διδοὺς αὐταῖς θεόφρον.
Ἀπὸ σκανδάλων, καὶ κακοτρόπων ἀνθρώπων, περιφρούρησον μοναζουσῶν χορείαν, τὴν ἀεὶ τιμῶσαν, τὴν σὴν ἁγίαν μνήμην.
Θεοτοκίον.
Ἰᾶσαι Κόρη, τῇ μητρικῇ σου πρεσβείᾳ, λογισμοὺς καὶ ἐννοήματα καρδίας, τὰ δυσώδη θέλω, Πανάμωμε Παρθένε.
ᾨδὴ θ´. Τοῦ Ὁσίου πρῶτος. Ἅπας γηγενής.
Ἵνα τοῦ ἐχθροῦ, ὀφρὺν τὴν μισόθεον, καὶ τὴν ἀναίδειαν, πάτερ Ἀθανάσιε, κατασυντρίψῃς, τὸ θεῖον ἔνδυμα, ἀμφιασθεὶς ὡς ἄγγελος, ἐν γῇ ἐβίωσας, καὶ ὁ τύπος, τοῦ Χριστοῦ γεγένησαι, τοῖς συνοῦσί σοι τέκνοις ἀοίδιμε.
Ὥσπερ ἰατρός, ὁμοῦ καὶ διδάσκαλος, πατὴρ φιλόστοργος, ὁδηγὸς θεόσοφος, καὶ θύτης πάτερ ὁ συμπαθέστατος, ὁ ἐλεήμων ἅπασι τοῖς σοὶ προστρέχουσιν, ἀνεδείχθης, ἐν ἐσχάτοις ἔτεσι, τοῦ Χριστοῦ ἀσκητὰ Ἀθανάσιε.
Ἡ σεπτὴ Μονή, ἐν Μπάλλᾳ ἀγάλλεται, καὶ χαίρει ὅσιε, τὴν σεμνὴν ἐπέτειον, ἐπιτελοῦσα τὴν σὴν πανόλβιε, καὶ συμφρονοῦσα ἅπασα, θεοχαρίτωτε, Ἐκκλησία, γάννυται τὰ ᾄσματα, καὶ τὰ μέλη τὰ σὰ ἀναπέμπουσα.
Θεοτοκίον.
Λύτρωσαι ἡμῶν, πατρίδα Πανάμωμε, Ἐλευθερώτρια, τῷ σῷ κράτει πάντοτε, ἐκ τῶν τῆς Ἄγαρ κακῶν καὶ θλίψεων· ὡς γὰρ θηρία τρέχουσιν, ὄντως ἀνήμερα, ἀπωλέσαι γένος τὸ ἡμέτερον, τοῦ Υἱοῦ σου βαστάζον τὸ ὄνομα.
Κανὼν τοῦ Ὁσίου δεύτερος. Κυρίως Θεοτόκον.
Ἰᾶσαί με ἐθέλω, ἐκ τῶν ἁμαρτάδων, ἱκετηρίαις ταῖς σαῖς Ἀθανάσιε· σὺ γὰρ πολλοὺς ἐλυτρώσω, ἐκ τῆς κολάσεως.
Ὡσεὶ Θεόφρον σκέπην, τὴν σεπτὴν μονήν σου, ἐν Ῥοδοπόλει ἀεὶ περισκέπαζε, ὅπως σωθῇ ἐξ ὀνύχων του πολεμήτορος.
Ἡδέως τοὺς σοὺς ὕμνους, ἔπλεξα ὁ τάλας, ἐπιζητῶν τὴν ἰσχύν σου πανόσιε, ὡς ἂν μετάνοιαν κτήσω ὄντως σωτήριον.
Θεοτοκίον.
Λαῶν τῶν Ὀρθοδόξων, καὶ Ἑλλάδος πάσης, καὶ Δεσποτείας Χριστοῦ τὸ ἐγκαύχημα, καὶ φυλακτήριον ὤφθης, Κόρη Πανάμωμε.
Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.
Ἐπὶ τῆς γῆς ὡς ἄγγελος, Ἀθανάσιε ὤφθης, τῇ ταπεινώσει ὅσιε, καὶ ἀσκήσεσι πλείσταις· διὸ βοῶμέν σοι χαῖρε, μοναζόντων τὸ κλέος, χαῖρε ταμεῖον χρύσεον, τῆς ἀγάπης Κυρίου, πρὸς τοὺς πτωχούς, καὶ πατὴρ ἐν Πνεύματι τῶν μερόπων, ζητούντων τὴν συγχώρησιν, ψυχικῶν ἁμαρτάδων.
Τῆς ἑορτῆς.
Ὕμνον χαρᾶς σοι ᾄδομεν, τῇ Μητρὶ τοῦ Κυρίου, καὶ γεγηθότες μέλπομεν, τὸ ἐξόδιον ᾆσμα, τῆς ἀπὸ γῆς πρὸς τὰς ἄνω, μεταστάσεως Μῆτερ· διὸ ἡμᾶς βοήθησον, ὅπως εὕρωμεν χάριν ταῖς σαῖς λιταῖς, καὶ χαρὰν καὶ λύσιν τῶν ὀφλημάτων, καὶ λογισμῶν εἰρήνευσιν, Θεοτόκε Παρθένε.
Εἰς τοὺς Αἴνους. Ἦχος πλ.δ´. Ὦ τοῦ παραδόξου θαύματος.
Πάτερ σεμνὲ Ἀθανάσιε, ἐξ ἡλικίας μικρᾶς, τὸ σὸν ὄμμα ἐστήριξας, πρὸς τὰ μὴ φθειρόμενα, θεολήπτῳ φρονήματι, καὶ ἀγαπήσας Χριστὸν πανόσιε, πρὸς τὸν μονότροπον δρόμον ὥδευσας, ἕως θανάτου σου· διό σε ἠξίωσε, πολλῶν τιμῶν, ὁ τῶν ὅλων Κύριος, θεομακάριστε.
Πάτερ σοφὲ Ἀθανάσιε, ταῖς συμβουλίαις ταῖς σαῖς, τὰ σὰ τέκνα ἐφώτισας, ὡς ἀλείπτης ἄριστος, καὶ ἀνὴρ θεοδίδακτος, τηρεῖν ἀμέμπτως Χριστοῦ διδάγματα, καὶ τὰ ἐντάλματα τὰ σωτήρια· διὸ καὶ ἔσωσας, ἐκ θανάτου ἅγιε πνευματικοῦ, πάντας τοὺς ἐθέλοντας, σωθῆναι ὅσιε.
Πάτερ κλεινὲ Ἀθανάσιε, τῶν σῶν λειψάνων σορός, καὶ ἡ πάνσεπτος κάρα σου, ἰατρείας χάρισμα, τοῖς νοσοῦσι παρέχουσι, καὶ ἀλγουμένοις ὑπὸ τῶν θλίψεων, χαρὰν ὁμοῦ τε καὶ ἀγαλλίασιν,πᾶσι διδόασι, σὺ γὰρ ὤφθης ὅσιε θαυματουργός, ἐν ἐσχάτοις ἔτεσι, τῆς καθ᾽ ἡμᾶς γενεᾶς.
Πάτερ λαμπρὲ Ἀθανάσιε, τὴν ἱδρυθεῖσαν Μονήν, ὑπὸ σοῦ δυσωπείαις σου, μὴ ἐλλείπῃς πάντοτε, προστατεύων θεόληπτε, καὶ τὴν σεμνὴν συνοδίαν φύλαττε, ἐκ κακουργίας τοῦ πολεμήτορος, ἵνα τὴν μνήμην σου, τὴν κατ' ἔτος μέλπωσι περιχαρῶς, καὶ ἐγκωμιάζωσι, τὰ σὰ θαυμάσια.
Δόξα. Ἦχος πλ.α´.
Πάτερ πανόλβιε, ἐν ταῖς μοναῖς τῶν ὁσίων κατοικῶν, καὶ τῶν ἀγγέλων ἀντίφωνον, ἐν τῇ δοξολογίᾳ τοῦ Δεσπότου ὑπάρχων, καὶ παῤῥησίαν μεγίστην εὑρών, μὴ ὀκνήσῃς δεόμενος ἐκτενῶς, ὑπὲρ τῆς πατρίδος, ὑπὲρ τῆς ἁγίας σου μάνδρας, ὑπὲρ μοναστῶν καὶ κοσμικῶν σου τέκνων, ὑπὲρ τῶν ἐκζητούντων τὴν σὴν ἀντίληψιν, καὶ ὑπὲρ πάντων τῶν σὲ ὑμνούντων, ὅπως εὕρωσιν ἕκαστος, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς.
ᾌσατε λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὐτῆς, εἰς τὰς ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν, ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις τῶν ὁσίων ὁ μιμητής, τῆς Μονῆς ἐν Μπάλλᾳ, θεοφώτιστος ἱδρυτής· χαίροις Ὀρθοδόξων, ὁ ἀπλανὴς διδάχος, καὶ θύτης θεοῤῥῆμον, ὦ Ἀθανάσιε.