Κυριακή 21 Ιουλίου 2024

ΙΟΥΛΙΟΣ 28. ΟΣΙΟΣ ΙΩΑΝΝΗΣ ΧΟΖΕΒΙΤΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

 

ΙΟΥΛΙΟΣ ΚΗ!!

ΙΩΑΝΝΗΣ ΟΣΙΟΣ ΧΟΖΕΒΙΤΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Βλαστὲ Ῥουμανίας εὐθαλές, Ἰωάννη Ὅσιε, τοῦ Χοζεβᾶ νέον κόσμημα, γέρας ἀσκήσεως, ἐρημίας κρίνον, τοῦ Χοῤῥὰθ πανεύοσμον,  σαρκὸς σκληραγωγίᾳ δεήσεσι, νήψει καὶ δάκρυσι, τοῦ παρόντος βίου δόλιχον, ἰσαγγέλως, τρισμάκαρ διήνυσας.

 

Σαρκίον ἑκὼν δουλαγωγῶν, νήφων προσευχόμενος, κακοπαθῶν ταπεινούμενος, καὶ ἐκμιμούμενος, τοὺς στρουθοὺς ἐρήμου, ὡς σπηλαίων ἔνοικος, τὸν δίαυλον ὁσίων διήνυσας, πάτερ θειότατε, Ἰωάννη σὸν ἐπίγειον, καὶ εἰς πόλου, αὐλὰς κατεσκήνωσας.

 

Ποθῶν ἡσυχάζειν ἀκλινῶς, νήφειν καὶ προσεύχεσθαι, ἀδιαλείπτως ἐπόλισας, μάκαρ τὴν ἔρημον, καὶ Ἁγίας Ἄννης, Ἰωάννη γέγονας, σπηλαίου οἰκιστής πάτερ Σκήτεως, θείαν ὁ κλίμακα, ἀνελθὼν τῆς τελειώσεως, πρὸς σκηνώσεις, τοῦ πόλου ἀπάγουσαν.

 

λώβητον σκήνωμα τὸ σόν, ὁ Θεὸς ἐτήρησεν, ἐν χρόνῳ πνευματοφόρητε, ὃ ἀσπαζόμενοι, Χοζεβᾶ ἐν Μάνδρᾳ, νῦν χαρᾶς πληρούμεθα, ἀλήκτου Ἰωάννη τρισόλβιε, καὶ μεγαλύνομεν, ἐνασκήσεως συντόνου σου, τοὺς καμάτους, πρὸς θέωσιν Ὅσιε.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τὸν ἰσαγγέλως πολιτευσάμενον Χοζεβίτην νέον Ὅσιον, Ἰωάννην τὸν χαριτώνυμον τιμήσωμεν οὕτω λέγοντες· ὁ ἐκ ἔχων ᾧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητῶν δι’ ἀσκήσεως, καὶ τὰ σπήλαια τοῦ Χοζεβᾶ οὐρανοῦ λογιζόμενος ἀνακτόρια, μὴ παύσῃ Κυρίου δεόμενος πάνσοφε, ὑπὲρ τῶν τιμώντων τὰ σεπτά σου κατορθώματα, καὶ προσκυνούντων ἐν πίστει τὸ ἄφθαρτον σκῆνός σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαῖρε ὁ ἀσκητής, τοῦ Χοζεβᾶ σπηλαίων, τρισμάκαρ Ἰωάννη, μαργάροις ὁ κοσμήσας, στερήσεων τὸν βίον σου.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαῖρε οὗ ὁ Θεός, ἠφθάρτισε τὸ σκῆνος, δοξάζων σοὺς ἀγῶνας, ἀόκνου Ἰωάννη, ἀσκήσεως μακάριε.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

πηζες καλιάς, φιλέρημος ὡς ὄρνις, ἐρήμου ἐν σπηλαίοις, ποικίλοις Ἰωάννη, τοῦ Χοζεβᾶ διάκοσμε.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι ὁ Θεός, Πατὴρ ὁ πρὸ αἰώνων, ὑπάρχων σὺν τῷ Λόγῳ, καὶ Πνεύματι τῷ θείῳ, Τριὰς ἡ ὁμοούσιος.

 

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε Μῆτερ Θεοῦ, ὑπερευλογημένη, χαρὰ τῶν θλιβομένων, βοήθεια καμνόντων, καὶ κλονουμένων ἔρεισμα.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον.Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

σκητὴν σῶν σπηλαίων Χοῤῥὰθ τιμήσωμεν, θαυματουργὸν Ἰωάννην, νεολαμπῆ Χοζεβᾶ, τῆς Μονῆς φωστῆρα πόνων καταυγάσαντα , σκληραγωγίας ἀστραπαῖς, ταπεινώσεως εὐχῆς, νηστείας καὶ ἀπαθείας, πᾶσαν τὴν κτίσιν πρεσβείας, αὐτοῦ θερμὰς ἀπεκδεχόμενοι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Σκληραγωγίας σαρκίου, τὸν τύπον μέλψωμεν, τῆς ἡσυχίας κέρας, προσευχῆς ἐκμαγεῖον, καὶ πρόβολον νηστείας ὕμνοις φαιδροῖς, Ἰωάννην τὸν Ὅσιον, ἐν δυσπροσίτοις σπηλαίοις τοῦ Χοζεβᾶ, ἄρτι ζῆν τὸν ἐκμετρήσαντα.

 

Τῆς Ῥουμανίας τὸν γόνον, τὸν εὐθαλέστατον, τὸν μεταφυτευθέντα, εἰς τὰ βάθη ἐρήμου, τῶν Τόπων τῶν Ἁγίων καὶ Χοζεβᾶ, ἐν σπηλαίοις ἀνθήσαντα, εὐώδη κρίνα τιμήσωμεν ἀρετῆς, Ἰωάννην τὸν ἀοίδιμον.

 

Τὸν ἐπιῤῥίπτοντα πᾶσαν, τοῦ βίου μέριμναν, ἐπὶ Θεὸν τὸν ζῶντα, τὸν ἀεὶ μεριμνῶντα, στρουθία διὰ πάντα καὶ πετεινά, οὐρανοῦ εὐφημήσωμεν,  νῦν Ἰωάννην τὰ σπήλαια Χοζεβᾶ, ὡς στρουθίον τὸν οἰκήσαντα.

 

Δεῦτε πιστοὶ Ἰωάννου, τὸ θεῖον σκήνωμα, ἐν ἀφθαρσίᾳ Κτίστης, ὃ τηρεῖ ἐν τῷ χρόνῳ, σπηλαίων δυσπροσίτων τοῦ Χοζεβᾶ, προσκυνήσωμεν κράζοντες· Χαῖρε Ὁσίων Πατέρων ὑπογραμμέ, χαῖρε, πίστεως θησαύρισμα.

 

Τὸν ἀναβάντα ἐν χρόνοις, ἐσχάτοις κλίμακα, τῶν ἀρετῶν ἐκθύμως, θαυμαστὸν Ἰωάννην, τιμήσωμεν ἐν ὕμνοις ὡς ἀσκητῶν, νεαυγῶν ἐγκαλλώπισμα, τῶν ἀσκουμένων κοιλάδι ἐν Χοζεβᾶ, ὥσπερ μέροπα ἰσάγγελον.

 

Μνήμην τὴν σὴν ἐκτελοῦντες, τὴν πανσεβάσμιον, θεόφρον Ἰωάννη, Χοζεβᾶ κοσμιότης, αἰτούμεθα λιτάς σου πρὸς τὸν Θεόν, τὸν παρέχοντα ἔλεος, καὶ οἰκτιρμοὺς τοῖς ἐν ὕμνοις Αὐτὸν λαμπροῖς, καθ’ ἑκάστην μεγαλύνουσι.

 

Δόξα. Ἦχος πλ. β΄.

Τὸν νέον ἐν ἀσκηταῖς σπηλαίων, Ἁγίας Ἄννης τῆς ἐν Χοῤῥὰθ Σκήτεως, Ἠλιοὺ τοῦ προφήτου πόνων ὁμόζηλον, Ἰωάννην θεόσοφον, ἔρημον πολίσαντα καὶ αὐτὴν δακρύων ῥείθροις καταρδεύσαντα, ὕμνοις ἐγκωμίων καταστέψωμεν οὕτω λέγοντες· Ὁ νυχθημέροις καμάτοις, ἀσιτίᾳ καὶ σαρκὸς σκληραγωγίᾳ, τὸ πνεῦμα ζωώσας καὶ ζωὴν αἰώνιον κληρονομήσας, μὴ παύσῃ Χριστοῦ ὑπὲρ ἡμῶν δεόμενος, τῶν προσκυνούντων ἐν πίστει τὸ ἄφθαρτον σκῆνός σου.

 

 

Καὶ νῦν. Θεοτοκίον.

Τὶς μὴ μακαρίσει σε Παναγία Παρθένε, τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱός µονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν ἀφράστως σαρκωθείς, φύσει Θεός ὑπάρχων καὶ φύσει γενόµενος ἄνθρωπος δι᾿ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεµνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόµενος. Αὐτὸν ἱκέτευε, σεµνή Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχάς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα·

 

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β΄ 1 - 11 )

Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη ; Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν ; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 1 - 10 )

γαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸνἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἰδιόμελα. Ἦχος α΄.

Τὸν νεολαμπῆ Ὅσιον τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, Χοζεβᾶ τῆς Μάνδρας φωστῆρα τὸν νεόφωτον, καὶ θαυμάτων ξένων νεαυγέστατον ἐκπύρσευμα, Ἰωάννην, τὸν ἐκ Ῥουμανίας ὁρμώμενον, τιμήσωμεν, ἀξιωθέντα πρὸ πότμου, ἰδεῖν ἰδίοις ὄμμασι τὸν Ἀναστάντα Κύριον, ἐν εὐλαβείᾳ αὐτῷ κραυγάζοντες· Ὁ ἀποταξάμενος πᾶσαν κοσμικὴν μέριμναν ἐκ νεότητος, καὶ Θεῷ ἑαυτὸν ἀφιερώσας, μὴ παύσῃ Κυρίου δεόμενος ὑπὲρ τῶν τιμώντων, τὴν λαμπρὰν καὶ ἀεισέβαστον μνήμην σου.

 

Ἦχος β΄.

γωνιζόμενος κατὰ τοῦ δεινοῦ πολεμήτορος, ὅπλοις τῆς ἀσκήσεως καὶ προσευχῆς τῇ περικεφαλαίᾳ, ἐθριάμβευσας αὐτὸν ἐν τῇ ἐρήμῳ, Ἰωάννη μακάριε· νικητὴς οὖν ἐξελθὼν ἐκ τοῦ καθ’ ἡμέραν ἀγῶνος, καὶ ἀρετῆς ἐνδεδυμένος χιτῶνα, κατὰ τὴν προφητικήν σου πρόῤῥησιν, ἀπῆλθες Χριστῷ ὑπαντῆσαι ἐν τῇ ἄνω πόλει, τῷ παρέχοντι πᾶσιν ἡμῖν εὐχαῖς σου, τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Ἦχος γ΄.

ς στρουθίον μονάζον ἐπὶ δώματος, ἀσκητικὴν καλιὰν ἔπηξας ἐν δυσπροσίτῳ σπηλαίῳ, τῆς κοιλάδος τοῦ Χοῤῥάθ, Ἰωάννη θειότατε, ἐν ᾗ ὄρνεα μόνον κατῴκουν, Θεῷ νυχθημερὸν προσομιλεῖν τῷ φιλανθρώπῳ· ἀδιαλείπτως οὖν ψάλλων καὶ εὐχόμενος, κοινωνὸς θείας δόξης ἐγένου, καὶ χάριν εἴληφας πρεσβεύειν Κυρίῳ, ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.

 

Ἦχος δ΄.

Σκληραγωγούμενος καὶ νήφων τὸν βίον διῆλθες, ἐν ἐρημίαις καὶ σπηλαίοις καὶ γῆς ὀπαῖς, Ἰωάννη θειότατε· σὺ γὰρ ἡσυχίαν φιλῶν καὶ ἀρετῆς ὁλοκλήρωσιν, Θεῷ σεαυτὸν ὁλοσχερῶς ἀφιέρωσας, καὶ μονήρους βίου ἠκολούθησας τρίβοις· θεωθεὶς οὖν κατὰ μέθεξιν, καὶ Ἀγγέλοις συνευφραινόμενος, Κυρίῳ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος ὁ αὐτός.

Μακαρίζοντές σε, Ἰωάννη τρισόλβιε, ὡς ἀσκητῶν νεολαμπῆ φωστῆρα, καὶ φανὸν πίστεως καὶ ἀρετῆς νεαυγέστατον, προσκυνοῦμεν ἐν εὐλαβείᾳ τὸ ἄφθαρτον σκῆνός σου, καὶ πιστῶς σοι κραυγάζομεν· Χοζεβᾶ Μονῆς νέον θησαύρισμα, καὶ ἰατρὲ τῶν προσιόντων σοι ἀνάργυρε, δεῖξόν ἡμῖν τὴν χάριν σου, καὶ ἀπάλλαξον ἡμᾶς ἐξ ἀλγεινῶν νοσημάτων , τῶν τιμώντων ἐκθύμως τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ελπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, ὁ τοῦ Χοῤῥὰθ ἀσκητής, τῆς ταπεινώσεως φωστὴρ ὁ νεόφωτος, ὁ λύχνος τῆς ἀπαθείας, σκληραγωγίας εἰκών, μονοτρόπων εὖχος, πολυτίμητον, θεόσοφε Ὅσιε, Ἰωάννη μακάριε, ὁ ἐν σπηλαίοις κατοικήσας ὡς ὄρνεον, καὶ τὴν κλίμακα, ἀναβὰς τῆς θεώσεως, διὰ τῆς κατατήξεως, σαρκὸς τῆς βροτείου σου, καὶ δι’ εὐχῆς ἀσιγήτου, τοῦ πνεύματός σου ζωώσεως· διόπερ σὴν μνήμην, γεγηθότες νῦν τιμῶμεν, τὴν πανσεβάσμιον.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις, τῆς Ῥουμανίας βλαστός, ὁ ξενιτείαν ἀγαπήσας καὶ ἄσκησιν, νυχθήμερον ὑπὲρ πάντα, τὰ ἐν τῷ βίῳ τερπνά, πάτερ Ἰωάννη, χαριτώνυμε, συνέσεως πρότυπον, ὁ πολίσας τὴν ἔρημον, τοῦ Ἰορδάνου, καὶ Χοῤῥὰθ τὴν δυσπρόσιτον, καὶ εἰς ἄῤῥητον, καταντήσας τρισόλβιε,  ὕψος τῆς θείας γνώσεως, σοφίας τῆς κρείττονος, καὶ ἀρετῆς ψυχοτρόφου, θεοφορούμενε Ὅσιε, ὁ πᾶσι παρέχων, δι’ εὐχῶν σου εὐσεβέσι, τὸ μέγα ἔλεος.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις, ὁ τῆς Μονῆς Χοζεβᾶ, νέος διάκοσμος καὶ ὄλβος πολύτιμος, τὸ ἄμισθον ἰατρεῖον, τῶν ἀσθενούντων δεινῶς, ὁ ταχὺς ἀκέστωρ, τοῦ συστήματος, πιστῶν ἐνθεώτατε, Ἰωάννη τῆς Χάριτος, λαμπρὸν δοχεῖον, ἀσκητῶν ἐγκαλλώπισμα, καὶ θησαύρισμα, ἀρετῆς πολυτίμητον. Σοῦ γὰρ τὸ θεῖον σκήνωμα, ἠφθάρτισε Κύριος, ὁ πᾶσι νέμων τὰ γέρα, Αὐτὸν ἐκθύμως δοξάζουσι, καὶ ἄμφω παρέχων, ῥώμην δύναμιν καὶ σθένος, τοῖς εὐσεβόφροσι.

 

 

 

 

 

Δόξα. Ἦχος πλ. δ΄.

Ποθῶν σιωπὴν καὶ ἡσυχίαν ἐμάκρυνας φυγαδεύων, καὶ ηὐλίσθης ἐν τοῖς δυσπροσίτοις τοῦ Χοζεβᾶ σπηλαίοις, Ἰωάννη, νεαυγέστατε Ὅσιε· σὺ γὰρ ἰσαγγέλως ἐν αὐτοῖς πολιτευσάμενος, καὶ τῶν πάλαι ἀσκητῶν ὀφθεὶς ὁμόζηλος ἄρτι, Κυρίῳ εὐηρέστησας ἀσκήσεώς σου τρόπων τελειότητι· ὅθεν σήμερον τὴν μνήμην σου ἑορτάζοντες, καὶ τὸ ἄφθαρτόν σου σκῆνος πανευλαβῶς ἀσπαζόμενοι, τὰς ἀδιαλείπτους σου πρὸς Κύριον λιτὰς αἰτούμεθα,τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον.Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

σκητὴν σῶν σπηλαίων Χοῤῥὰθ τιμήσωμεν, θαυματουργὸν Ἰωάννην, νεολαμπῆ Χοζεβᾶ, τῆς Μονῆς φωστῆρα πόνων καταυγάσαντα , σκληραγωγίας ἀστραπαῖς, ταπεινώσεως εὐχῆς, νηστείας καὶ ἀπαθείας, πᾶσαν τὴν κτίσιν πρεσβείας, αὐτοῦ θερμὰς ἀπεκδεχόμενοι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.

 

Ε Ν Τ ῼ Ο Ρ Θ Ρ ῼ

 

Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Σπηλαίων Χοζεβᾶ, ἀσκητὴν τὸν θεόπνουν, Χριστὸς ὁ Λυτρωτής, οὗ ἠφθάρτισε σκῆνος, ἐκθύμως τιμήσωμεν, Ἰωάννην τὸν Ὅσιον, τὸν ὁρμώμενον, ἐκ Ῥουμανίας καὶ πίστιν, τὴν Ὀρθόδοξον, ἄρτι ἀσκήσεως πόνοις, λαμπροῖς μεγαλύναντα.

Δόξα.

καταξιωθείς, Ἰησοῦν ἀναστάντα, ἰδεῖν τοῖς σοῖς σεπτοῖς, Ἰωάννη βλεφάροις, θεόσοφε Ὅσιε, ἐν πατρίδι ὀλβίᾳ σου, καὶ τὸ τέλος σου, προβλέψαι ῥύου ἱκέτας, σοὺς στενώσεων, καὶ πειρασμῶν καὶ κινδύνων, τοὺς σὲ μακαρίζοντας.

Καὶ νῦν. Θεοτοκίον.

Διάσωσμα πιστῶν, Παναγία Παρθένε, ἀζύγων χαρμονή, καὶ θερμὴ προστασία, τῶν καταφευγόντων σοι, Μῆτερ Χοζοβιώτισσα, ῥῦσαι θλίψεων, καὶ πειρασμῶν σοὺς οἰκέτας, τοὺς ἐν ᾄσμασι, σὲ μεγαλύνοντας πόθῳ, εὐτάκτοις ἀείποτε.

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τὴν χάριν ἰάσεων, λαβόντα τῶν γηγενῶν, λαμπρῶς εὐφημήσωμεν, νῦν Ἰωάννην σεπτόν, οὗ σκῆνος ἠφθάρτισε, Λόγος Θεοῦ Ὑψίστου, καὶ ἀνέδειξε πᾶσιν, ἄμισθον ἰατρεῖον, τῶν δεινῶς τρυχομένων, ἐκ νόσων ἀνιάτων Χοῤῥάθ, ἔνθεον νέοικον.

Δόξα.

σίων καλλώπισμα, νεοφανῶν Χοζεβᾶ, Σεμνείου προείρηκας, τὴν σὴν σεπτὴν τελευτήν, μονάζοντι φέροντι, ἄρτους ἐν τῷ σπηλαίῳ, τῶν σεπτῶν σου ἀγώνων, ἄγαν τῷ δυσπροσίτῳ, καὶ ἀνίκμῳ τρισμάκαρ, χαρίτων Ἰωάννη κρουνέ, ὄντως ἀείῤῥυτε.

Καὶ νῦν. Θεοτοκίον.

Χριστὸν Ὃν ἐκύησας, ἄνευ σπορᾶς ὑπὲρ νοῦν, καὶ λόγον Μητρόθεε,   ἀεὶ δυσώπει θερμῶς, ὑπὲρ τῶν προσφύγων σου, ὕμνοις μεγαλυνόντων, σὴν πληθὺν θαυμασίων, καὶ ἀκλινῶς αἰνούντων, σὸν πανίερον Τόκον, τὸν σῴζοντα πιστοὺς ἐκ φθορᾶς, Χοζοβιώτισσα.

 

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὸν νέον Ὅσιον καὶ χαριτόβρυτον, σπηλαίων ἔνοικον Χοῤῥὰθ τῆς φάραγγος, τὸν ἐκ νεότητος ὁδοὺς βαδίσαντα θεαρέστους, ἀκραιφνοῦς ἀσκήσεως προσευχῆς ταπεινώσεως,  ἀκτησίας νήψεως καὶ σαρκὸς κατατήξεως, τιμήσωμεν ἐν ὕμνοις βοῶντες· Χαῖρε, τρισμάκαρ Ἰωάννη.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς Χάριτος, τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

 

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον· Ὁσιακόν (Λουκ. στ΄ 17 - 23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ζήτει τῇ Παρασκευῇ τῆς Β΄ Ἑβδομάδος.

Ὁ Ν΄ Ψαλμός.

Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον,...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον....

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός..

Τὸν θεόσοφον ἐρημίτην καὶ ἀσκητήν ἐνθεώτατον, Ἰωάννην τὸν τῆν ξενιτείαν βιώσαντα, καὶ Χοζεβᾶ τὰ σπήλαια ἁγιάσαντα δακρύων χεύμασιν, ἐν εὐλαβείᾳ μακαρίσωμεν κράζοντες· Ὁ ἀναζωγραφίσας ἄρτι τὰ παλαίσματα τῶν πάλαι πατέρων, καὶ διακοσμήσας ἀγῶσί σου τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, διακόσμησον καὶ τὸν βίον ἡμῶν εὐχαῖς σου ἀδιαλείπτοις, καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς τῶν τελούντων τὴν μνήμην σου.

Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς· Ἰωάννην, Χοζεβίτην νέον, ὕμνοις στέφω. Χ.  

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

σχὺν χαριτώνυμε, λαβὼν θεόθεν διήνυσας, τοῦ βίου τὸν δόλιχον, ἐν ταπεινώσει πολλῇ, καὶ ἀσκήσεσι, συντόνοις Ἰωάννη, ἐρήμου νεόφωτον, αὔγασμα Ὅσιε.

κύπους ὡς ἔλαφος, ἐκ Ῥουμανίας πατρίδος σου, ταχὺ πάτερ ἔδραμες, εἰς τὴν κοιλάδα Χοῤῥάθ, ἔνθα ἔπιες, ἐκ πέτρας Ἰωάννη, ἀσκήσεως βλύζοντα, νάματα Ὅσιε.

σκήσας ὡς ἄσαρκος, ἐν ἐρημίαις ἰσάγγελε, τὴν σάρκα ἐνέκρωσας, καὶ πρὸς Θεὸν τὸν σὸν νοῦν, ἀνεπτέρωσας, ἀρτίως Ἰωάννη, Ὁσίων πανεύοσμον, ὄντως μυράλειπτρον.

Θεοτοκίον.

Ναὲ ἀχειρότευκτε, καὶ πύργε χρυσοπλοκώτατε, τοῦ πάντων δεσπόζοντος, Λόγου Ὑψίστου Θεοῦ, καθαγίαζε, σοὺς δούλους Θεοτόκε,  λαμποῖς μελῳδήμασι, σὲ μεγαλύνοντας.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Νεκρώσας τὰ πάθη Ἰωάννη, σαρκὸς τὰ χαμαίζηλα ψυχήν, ἐζώωσας τὴν θείαν σου, σκληραγωγίᾳ δάκρυσι, νηστείᾳ καὶ ταῖς κλίσεσι, τῶν σῶν γονάτων πανίερε.

ἔρημος ὑπεδέξατό σε, σεπτὲ Ἰωάννη ἐν χαρᾷ, τοῦ Ἰορδάνου Ὅσιε, καὶ τοῦ Χοῤῥὰθ θεσπέσιε, ὡς ἔνοικον ἰσάγγελον, καὶ ἀσκητὴν ἐνθεώτατον.

Νικήσας ἐχθρὸν τὸν παλαμναῖον, συντόνῳ ἀσκήσει προσευχῇ, κακοπαθείᾳ δάκρυσι, καὶ νήψει χαριτώνυμε, Κυρίῳ εὐηρέστησας, σὲ Ἰωάννη δοξάσαντι.

Θεοτοκίον.

Νικήτορας δεῖξον ἐν ἀγῶσιν, ἡμᾶς τῆς προσκαίρου βιοτῆς, λαμπρῶς σε μεγαλύνοντας, ἑκάστοτε Μητρόθεε, μητέρα ὡς φιλόστοργον, τοῦ Νικητοῦ τῆς φθαρτότητος.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Δεῦτε μέλψωμεν, τὸν σπηλαιώτην, ὕμνοις πάνσεπτον νῦν Ἰωάννην, τῶν σπηλαίων Χοζεβᾶ ὥσπερ νέοικον, οὗ ἀφθαρσίᾳ Χριστὸς ἐπεβράβευσε, τὸ θεῖον σκῆνος, πίστως ἀνακράζοντες· Πάτερ Ὅσιε ἀσκήσεως σάλπιγξ εὔλαλε, ἐκ βλάβης ῥύου πλάνου τοὺς τιμῶντάς σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Φύλαξ ἔφορε, καὶ ἀντιλῆπτορ, πανσεβάσμιε Θεοκυῆτορ, Χοζεβᾶ Σεμνείου Χοζοβιώτισσα, τοὺς μοναστάς σου κατεύθυνον ἄριστα, πρὸς ἀτραποὺς θεαρέστους ἀσκήσεως, καὶ προσάγαγε ἡμῶν τὰς λιτὰς ὡς εὔσπλαγχνος, Υἱῷ σου τῷ πανάγνῳ Μητροπάρθενε.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

ντολῆς τοῦ Θεανθρώπου, τηρητὴς ἀκριβέστατος, μάκαρ Ἰωάννη, τῆς ψυχωφελοῦς ἀγαπήσεως, Θεῷ καὶ πᾶσιν ἀνθρώποις εὐηρέστησας,  πολιτείᾳ σου, τῇ ἀκραιφνεῖ πανσεβάσμιε.

Οὐρανοῦ στρουθία ἔσχες, Ἰωάννη μακάριε, φίλους ὁ μονάζον, ἐν Χοῤῥὰθ σπηλαίοις ὡς ἄσαρκος, ἃ ἐκ ψυχίων διέτρεφες τοῦ ἄρτου σου, ὅν σοι ἔστελλε, τοῦ Χοζεβᾶ ὁ Ἡγούμενος.

Νῦν ᾠδαῖς σε ἀνυμνοῦμεν, Ἰωάννη ἀοίδιμε, σέμνωμα Ὁσίων, καὶ τοῦ Χοζεβᾶ ἴον εὔοσμον, οὗ θεῖον σκῆνος ἠφθάρτισεν ὁ Κύριος, σοῦ τὰ τίμια, ἀντιδοξάζων παλαίσματα.

Θεοτοκίον.

Χαῖρε Μῆτερ τοῦ Ὑψίστου, ὑπερύμνητε Δέσποινα, Κεχαριτωμένη, τῶν χειμαζομένων διάσωσμα, καὶ καταφύγιον θεῖον τῶν ἑκάστοτε, προσφευγόντων σοι, ἐν ἀλγειναῖς περιστάσεσι.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Οἱ δῆμοι ἀείποτε, τῶν εὐσεβῶν σὸν ἄφθαρτον, σκῆνος προσκυνοῦντες Ἰωάννη, ἐν τῷ πανσέπτῳ, Σεμνείῳ τοῦ Χοζεβᾶ, πληρούμεθα χάριτος τῆς σῆς, καὶ Θεὸν δοξάζομεν, σὲ ἀξίως δοξάσαντα.

Ζοφώδη σκοτόμαιναν, ἐνύλου πάσης σχέσεως, ἔλυσας ἀκτῖσιν, Ἰωάννη, ἀσκήσεώς σου, τῆς ἀκραιφνοῦς, προσευχῆς, καὶ νήψεως, Ὅσιε Χριστοῦ, Χοζεβᾶ διάκοσμε, τῆς Μονῆς πολυτίμητε.

κθύμως τιμῶμέν σε, τὸν πολιστὴν τὸν ἔνθεον, ἄρτι τῆς ἐρήμου Ἰορδάνου, καὶ τῶν σπηλαίων, τῶν δυσπροσίτων Χοῤῥάθ, χειμάῤῥου τρισμάκαρ ἀσκητά, Ἰωάννη πίστεως, νεαυγέστατον πύρσευμα.

Θεοτοκίον.

Βοήθει τοῖς δούλοις σου, ἐν πάσαις περιστάσεσι, Κεχαριτωμένη Θεοτόκε, καὶ ἐν κινδύνοις, καὶ ἀλγειναῖς συμφοραῖς, προσφεύγουσι χάριτι τῇ σῇ, ἀρωγῇ ἑτοίμῃ σου, καὶ φρουρᾷ, Θεονύμφευτε.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

σχὺν θεόθεν κτησάμενος, ἐχθρὸν κατετροπώσω τὸν δόλιον, σοῖς ὑπὲρ ἔννοιαν, ἐν Χοζεβᾶ ἀγωνίσμασι, σπηλαίοις Ἰωάννη, σοφίας σκήνωμα.

Τῶν σῶν δακρύων τοῖς χεύμασιν, κατέβρεξας ἀσκήσεως τρίβωνα, σὸν εὐτελέστατον, καὶ καθηγίασας ἔρημον, τρισμάκαρ Ἰωάννη, χαρίτων τέμενος.

γίασέ σε ὁ Ὕψιστος, καὶ σκῆνός σου τὸ θεῖον ἠφθάρτισεν, ἀντιδοξάζων σε, ᾯ εὐηρέστησας μόχθοις σου, παννύχοις Ἰωάννη, πνευματοφόρητε.

Θεοτοκίον.

Νικῆσαι πάντας ἀξίωσον, ἐχθρὸν τὸν δυσμενῆ Μητροπάρθενε,  Θεογεννήτρια, οὗ ὁ Υἱός σου συνέτριψε, τὸ κράτος καὶ θανάτου, φθορὰν ἐξήλειψε.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τῆς ἡσυχίας, προσευχῆς καὶ ταπεινώσεως, λαμπρὸν φωστῆρα Χοζεβᾶ σπηλαίων νέοικον, Ἰωάννην ἀνυμνήσωμεν εὐσχημόνως, ἀσκητῶν νεοθαλῶν βλαστὸν νεόφυτον, καὶ λευκάνθεμον ἐρήμου εὐωδέστατον, πόθῳ κράζοντες· Χαίροις, ἄφθαρτε Ὅσιε.

Ὁ Οἶκος.

γγελε σαρκοφόρε, Χοζεβᾶ τῶν σπηλαίων, ὁ νέοικος σεπτὲ Ἰωάννη, οὗ ἠφθάρτισε σκῆνος Χριστός, ἣν θεόθεν χάριν δαψιλῶς εἴληφας, κατάδειξον τοῖς στέφουσι, σὲ ὕμνοις καὶ τρανῶς βοῶσι·

Χαῖρε, ὁ γόνος τῆς Ῥουμανίας·

χαῖρε, ὁ φάρος τῆς ἀπαθείας.

Χαῖρε, μαργαρίτης ἀτίμητος νήψεως·

χαῖρε, στρατιώτης συντόνου ἀσκήσεως.

Χαῖρε, κλίμακα θεώσεως ὁ ἀσκήσει ἀναβάς·

χαῖρε, ἄγαλμα σεμνότητος καὶ χρηστότητος λαμπάς.

Χαῖρε, ὁ κατοικήσας ἐν ἐρήμου σπηλαίοις·

χαῖρε, ὁ θριαμβεύσας τὸν ἐχθρὸν τοῖς σοῖς πόνοις.

Χαῖρε, στρουθίον εὔλαλον νήψεως·

χαῖρε, πυξίον πάνσεπτον Χάριτος.

Χαῖρε, θαυμάτων κρουνὸς πολυχεύμων·

χαῖρε, καμάτων ταμεῖον ἀρίστων·

Χαίροις, ἄφθαρτε Ὅσιε.

 

Συναξάριον.

Τῇ ΚΗ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ἰωάννου, τοῦ νέου Χοζεβίτου, τοῦ ἐκ Ῥουμανίας.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

μνοις πρέπουσι, σὲ Ἰωάννη μέλπομεν, τὸν Καθηγούμενον,σεπτῆς Ῥουμάνων Μονῆς, Προδρόμου καὶ νέοικον, σπηλαίου πάντιμε, τῆς Προμήτορος, Ἁγίας Ἄννης Ὅσιε, ἐν Χοῤῥὰθ κοιλάδι μάκαρ.

Μένων ἄγρυπνος, ἐν ταῖς νυξὶν ἀνέτεινας, πνεῦμά σου Ὅσιε, πρὸς τὸν Σωτῆρα Χριστόν, πανάγιον ὄνομα, Οὗ ἐμεγάλυνας, ἐνασκήσει σου , συντόνῳ καὶ δακρύων σου, ῥείθροις, μάκαρ Ἰωάννη.

Νύκτα ἔλυσας, παθῶν φωτὶ ἀγάπης σου, πάτερ θεσπέσιε, πρὸς βίον μοναδικόν, ὃν πόθῳ διήνυσας, σεμνῶς ἀσκούμενος, χαριτώνυμε, ὡς Ἄγγελος ἐπίγειος, ἐν ἐρήμῳ Ἰωάννη.

Θεοτοκίον.

Οἱ Χριστώνυμοι, ἀπαύστως Μητροπάρθενε, σὲ μακαρίζομεν, τὴν ἀνηρότως Χριστόν, τὸν εὔσπλαγχνον τέξασα, ἡμῖν δωρούμενον, ἱκεσίαις σου, ταῖς διαθέρμοις Δέσποινα, πᾶσι πλούσια ἐλέη.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

ασμε ἐρήμου Ἰορδάνου, τῆς Λαύρας Ὁσίου Σάββα καὶ τῆς Σκήτεως Ἄννης τῆς Προμήτορος, εὐωδίᾳ πόνων σου, ἀσκήσεως κατηύφρανας, ἀζύγων σύλλογον, ἐν Μάνδρᾳ Χοζεβᾶ Ἰωάννη, κατασπαζομένων, τὸ ἄφθαρτόν σου σκῆνος.

Σέμνωμα ἐρημιτῶν πατέρων, ὁ Ὕψιστος σκῆνος θεῖόν σου ἠφθάρτισε, καὶ πηγὴν κατέδειξε, ἰαμάτων ἄφθονον, καὶ χείμαῤρον πολύῤῥυτον, θαυμάτων Ὅσιε, Σεμνείου Χοζεβᾶ Ἰωάννη, ἰατρὲ καὶ πάντων, προσφύγων σου ἀκέστορ.

Στῦλος παραδόσεων πατρῴων, ὑπάρχων καὶ ἀδιάσειστον κρηπίδωμα, ψυχοτρόφου Ὅσιε, ἀρετῆς πρεσβείαις σου, στηρίζεις πρὸς τὸν Κύριον, τοὺς καταφεύγοντας, ἐν Μάνδρᾳ Χοζεβᾶ προσκυνῆσαι, τὸ ἀλώβητόν σου, καὶ ἀειζῶον σκῆνος.

Θεοτοκίον.

Τείχισον ἡμᾶς σῇ προστασίᾳ, καὶ σκέπῃ καὶ ἀντιλήψει Μητροπάρθενε, Παναγία Δέσποινα, τοὺς ἐν βίου κλύδωσι, προσφεύγοντας σῇ χάριτι, Θεογεννήτρια, φιλόστοργε τῶν δούλων σου Μῆτερ, νεαυγοῦς Ὁσίου, πρεσβείαις Ἰωάννου.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

χει Χοζεβᾶ, ἡ Μάνδρα συλλήπτορα, ἐν περιστάσεσι, σὲ φρουρὸν καὶ ἔφορον, σὺν Γεωργίῳ, καὶ ὁμωνύμῳ σου, Ἀρχιερεῖ καὶ τάγματι, Μονῆς Μαρτύρων σου, Ἰωάννη, πάτερ χαριτόβρυτε,  ἐρημίας μυρίπνουν ἐκβλάστημα.

Φώτισον τὸν νοῦν, τῶν πίστει τιμώντων σε, καὶ λῦσον ζόφωσιν, τῶν παθῶν προσφύγων σου, σημειοφόρε, πάτερ ἐν ᾄσμασιν, ὑμνούντων τοὺς ἀγῶνάς σου, πρὸς ὁλοκλήρωσιν, Ἰωάννη, ἀρετῆς καὶ θέωσιν, πολιστὰ τῆς ἐρήμου νεώτατε.

ς θεοειδῶν, μερόπων ἀκρώρειαν, σὲ μεγαλύνομεν, Ἰωάννη Ὅσιε, καὶ προσκυνοῦμεν, τὸ θεῖον σκῆνός σου, ὃ ἄρτι ἀνεκόμισε, καθυποδείξει σου, τῇ κατ’ ὄναρ, ἱερεὺς σεμνότατος, πάλαι συνασκητής σου μακάριε.

Θεοτοκίον.

Χάριτος πηγή, καὶ κρήνη ἀκένωτε, Θεογεννήτρια, προστασίας δούλων σου, παραμυθίας, καὶ ἀντιλήψεως, κιρνῶσα ὕδωρ ἄφθονον  αἰωνιότητος, μὴ ἐλλείπῃς, τοὺς πιστῶς ὑμνοῦντάς σε, καὶ Υἱόν σου τὸν θεῖον δοξάζοντας.

 

 

 

 

 

 

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Στρουθίον τὸ φιλέρημον, μονάζον ἐπὶ δώματος, Ἁγίας Σκήτεως Ἄννης, τῆς ἐν Χοῤρὰθ τῷ σπηλαίῳ, τὸν εὐλαβῶς ἀσκήσαντα, ἀρτίως εὐφημήσωμεν, ὡς ἀληθῶς ἰσάγγελον, οὗπερ ἠφθάρτισε σκῆνος, Χριστὸς σεπτὸν Ἰωάννην.

Θεοτοκίον.

κούων τῶν δεήσεων, ἐνθέων γεννητόρων σου, Ἰωακεὶμ καὶ τῆς Ἄννης, Χοζοβιώτισσα Μῆτερ, ὡς δώρημα οὐράνιον, τοῖς ἐν τῇ γῇ σὲ ἔδωκε, πρὸς θέωσιν συστήματος, αὐτῶν νῦν μεγαλυνόντων, σὲ ὡς διάσωσμα θεῖον.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος!

Χαῖρε, ἀσκητῶν ἀπαύγασμα, νεολαμπῶν καὶ φωστήρ, ἐν ἐρήμῳ νεόφωτος, τῶν οἰκούντων Ὅσιε, Ἰωάννη θειότατε, ὁ ταπεινώσει, εὐχῇ καὶ δάκρυσι, κακοπαθίᾳ, γονάτων κλίσεσι, νήψει καὶ τήξεσι, τοῦ σαρκίου ζόφωσιν τὴν χοϊκήν, ἐν ἐσχάτοις ἔτεσι, σκεδάσας πάνσοφε.

 

Χαῖρε, Ῥουμανίας βλάστημα, Νέαμτς εὐῶδες Μονῆς, ἴον ἔνθα τριβώνιον, ἐνεδύσω ὄλβιε, θεαρέστου ἀσκήσεως, χαῖρε πατέρων, Λαύρας λευκάνθεμον, Ὁσίου Σάββα, καὶ κρίνον εὔοσμον, Ἄννης Προμήτορος, ἐν κοιλάδι Σκήτεως σεπτῆς Χοῤῥάθ, Ἰωάννη σέμνωμα, τὸ νέον πίστεως.

 

Σκῆνος, Ἰωάννη Ὅσιε, ἐν Χοζεβᾶ τῇ Μονῇ, ἄγαν τὸ χαριτόβρυτον, καὶ ἀδιαλώβητον, εὐλαβῶς ἀσπαζόμενοι, ἀνευφημοῦμεν, τὰς ἀριστείας σου, καὶ σοὺς ἀγῶνας, πρὸς ὁλοκλήρωσιν, καὶ ἐκδεχόμεθα, χάριν σου τὴν ἄφθονον τὴν ἐξ αὐτοῦ, θαυμαστῶς ἐκβλύζουσαν, πάτερ ἀοίδιμε.

 

Μνήμην τὴν σεπτήν σου ἄγοντες, τῶν Χριστωνύμων χοροί, καὶ καμάτους σου στέφοντες, ἀκλινοῦς ἀσκήσεως, λευκανθέμων μελίσμασι, σὸν θεῖον σκῆνος, κατασπαζόμεθα, ὃ ἐν τῷ χρόνῳ, τηρεῖ ἀλώβητον, πάντων ὁ Κύριος, καὶ Θεὸς φιλάνθρωπος θεοειδές, Ἰωάννη Πνεύματος, Ἁγίου σκήνωμα.

 

Δόξα. Ἦχος πλ. α΄.

γιασμένε τῆς ἐρήμου νέοικε, ὁ ἔχων σύνοικον ἐν βίῳ τὴν κακοπάθειαν, καὶ πολίσας τὴν ἐνδοτέραν, τῆς Ἰουδαίας τοῦ Ἰορδάνου καὶ τοῦ Χοῤῥὰθ ἔρημον, κληρονόμος τῶν ἡτοιμασμένων ἀγαθῶν ἐγένου, Ἰωάννη θειότατε· ὅθεν Χριστὸς ἀμείβων τοὺς ἐπὶ γῆς ἀγῶνάς σου  ἐδόξασέ σε ἀφθαρσίᾳ τοῦ σοῦ σκηνώματος, τοῦ ἀναβλύζοντος ὡς ἐκ φρέατος ἀκεδωσύνου πᾶσιν ἰάματα.

 

 

 

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις Ἰωάννη νεολαμπές, ἄστρον τῶν σπηλαίων, τῆς κοιλάδος τοῦ Χοζεβᾶ· χαίροις, ἀπαθείας, τὸ καύχημα τὸ μέγα, οὗ Κύριος ἀρτίως, σκῆνος ἠφθάρτισε.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

                                        

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν ἐν σπηλαίῳ τοῦ Χοῤῥὰθ τοῦ χειμάῤῥου, τῷ δυσπροσίτῳ ἐνασκήσαντα ἄρτι, καὶ ἀναβάντα κλίμακα σεπτῶς ἀρετῆς, Ἰωάννην μέλψωμεν ἀσκητὴν θεοφόρον, σκῆνος οὗ τὸ ἄφθαρτον Χοζεβᾶ ἐν Σεμνείῳ, νῦν προσκυνοῦμεν, πόθῳ προσευχάς, αὐτοῦ ζητοῦντες πρὸς Κτίστην τὸν εὔσπλαγχνον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ  ἡ ἀκροστιχίς: Ἰωάννη μάκαρ, ἀφθίτου ζωῆς ἀξίωσόν με. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

σχύσας πατῆσαι τοῦ πονηροῦ, ὀφρὺν ἐπηρμένην, ταπεινώσει καὶ προσευχῇ, ἐνίσχυσον πάντας Ἰωάννη, ἀκολουθῆσαι ὁδοῖς τῆς θεώσεως.

κύπους ὡς ἔλαφος ἀσκητά, δραμὼν Ἰωάννη, ἐπὶ σπήλαια Χοζεβᾶ, ἀσκήσεως ἔπιες τὸ ὕδωρ, τὸ διειδὲς πρεσβευτὰ ἡμῶν ἔνθερμε.

ξίωσον πάντας τοὺς εὐσεβεῖς, τυχεῖν τοῦ ἐλέους, Ἰωάννη τοῦ Λυτρωτοῦ, Οὗ κάλλους μορφῆς ἐπαπολαύεις, τοῦ ἀμηχάνου τρισόλβιε Ὅσιε.

Θεοτοκίον.

Ναὲ ἀχειρότευκτε τοῦ Χριστοῦ, Κεχαριτωμένη, δεῖξον δούλους σου τοὺς σεμνούς, ναοὺς ἐπιγνώσεως ἁγνείας, ἀδιαλείπτου εὐχῆς καὶ συνέσεως.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Νέκταρ ἐν τῇ ἐρήμῳ, τοῦ Χοζεβᾶ Ὅσιε, ὁ τῆς σωστικῆς ἡσυχίας, πόθῳ γευσάμενος, δὸς Ἰωάννη ἡμῖν, γεύσασθαι μέλι ἐκ πέτρας, ἀρετῆς τὸ ἥδυστον, πάτερ θειότατε.

ἀζύγων χορεία, τοῦ Χοζεβᾶ ἄθλους σου, μέλπουσα λαμπρῶς Ἰωάννη, καὶ σοῦ τὸ σκήνωμα, ἀσπαζομένη πιστῶς, τὸ ἀδιάφθορον πάτερ, χάριν σου ἐκδέχεται, τὴν οὐρανόσδοτον.

Μοναστῶν κοσμιότης, τοῦ Χοζεβᾶ πρόσδεξαι, τὰς ἡμῶν θερμὰς ἱκεσίας, τῶν εὐφημούντων σε, ὡς Παρακλήτου πυρσόν, καὶ τοῦ Χοῤῥὰθ τῆς κοιλάδος, ἀρετῆς καὶ νήψεως, ἴον νεόφυτον.

Θεοτοκίον.

ειπάρθενε Μῆτερ, Χριστιανῶν στήριγμα, καὶ καταφυγὴ ἐν κινδύνοις, Θεογεννήτρια, ῥῦσαι ἡμᾶς συμφορῶν τοῦ Ἰωάννου πρεσβείαις, Χοζεβᾶ τὰ σπήλαια, καθαγιάσαντος.

Κατάστειλον, ἡμῶν τὰ πάθη πρεσβείαις σου Ἰωάννη, πρὸς τὸν Κύριον Χοζεβᾶ Μονῆς νέον καύχημα, ὁ πάθη νεκρώσας συντόνοις πόνοις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Εὐχῆς νοερᾶς κοσμῆτορ χαριτώνυμε, φωστὴρ παμφαὲς πατρῴων παραδόσεων, καὶ κρηπὶς ἀσκήσεως, Ἰωάννη Χοῤῥὰθ νέον σέμνωμα, κοιλάδος σκέπε πάντας ἀκλινῶς, τὸ ἄφθαρτον σκῆνος προσκυνοῦντάς σου.

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.

Καλιὰν τῶν ἀγώνων σου, ἐν Χοῤῥὰθ ὁ πήξας χειμάῤῥου σπήλαια, Ἰωάννη ὡς φιλέρημος, ὄρνις ἴσθι φύλαξ τῶν τιμώντων σε.

σκητῶν νέον κλέϊσμα, Χοζεβᾶ τῆς Μάνδρας ἡμῶν ἐπάκουσον, Ἰωάννη τῶν δεήσεων, καὶ ταχὺ ἐκπλήρου τὰ αἰτήματα.

αντισμῷ προστασίας σου, Ἰωάννη πρόσφυγας τῆς σῆς χάριτος, καθαγίασον καὶ δίωξον, πνεῦμα ἐξ αὐτῶν ταχὺ ἀκάθαρτον.

Θεοτοκίον.

ρετῆς δεῖξον δούλους σου, μεγαλύνοντάς σε ἐνδιαιτήματα, Θεοτόκε κατευθύντειρα, πάντων οἰκετῶν σου πρὸς τελείωσιν.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Φέγγος παμφαές, μετανοίας μοι ἀνάτειλον, Ἰωάννη ὁ δακρύων ὀχετοῖς, καταρδεύσας τοῦ Χοῤῥὰθ κοιλάδος σπήλαια.

Θραῦσον σαῖς εὐχαῖς, καθ’ ἡμῶν ἐχθροῦ τὰ βέλεμνα, Ἰωάννη ὁ παγίδας τὰς αὐτοῦ, καταστρέψας σοῖς συντόνοις ἀγωνίσμασιν.

ασαι ἡμῶν, Ἰωάννη τὴν ἀσθένειαν, προσκυνούντων σου τὸ σκῆνος εὐλαβῶς, τὸ ἀλώβητον ἐν χρόνῳ χαριτώνυμε.

Θεοτοκίον.

Τείχισον ἡμᾶς, προστασίᾳ σου Μητρόθεε, σὲ ὑμνοῦντας ὡς πιστῶν καταφυγήν, κατωδύνοις ἐν δεινοῖς καὶ περιστάσεσι.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Οἰκήτορα τῶν σπηλαίων πάνσεπτον, Χοζεβᾶ ἐγκωμιάσωμεν πόθῳ, νῦν Ἰωάννην πυρσὸν ἡσυχίας, καὶ σιωπῆς καὶ εὐχῆς παμφαέστατον, χάριν εὑρόντα τῶν παθῶν, διαλύειν ἡμῶν τὴν σκοτόμαιναν.

πέρμαχε θείων παραδόσεων, Ἰωάννη ταπεινώσεως κέρας, σκληραγωγίας σαρκίου ἀκρότης, καὶ προσευχῆς ἱερὸν καταγώγιον, μὴ διαλείπῃς τὸν Χριστόν, ἱκετεύων ὑπὲρ τῶν τιμώντων σε.

Ζοφώδους με Ἰωάννη λύτρωσαι, κατακρίσεως παθῶν καὶ κακίας, τὸν προσκυνοῦντα τὸ θεῖόν σου σκῆνος, καὶ ἀνυμνοῦντα πληθὺν θαυμασίων σου, σημειοφόρε ἀσκητά, ἀπαθείας καὶ νήψεως πρόβολε.

Θεοτοκίον.

ς δούλων σου ἐναργῆ βοήθειαν, καὶ ἀντίληψιν ἐν δίναις καὶ σκέπην, σὲ μελῳδοῦμεν Κυρία Παρθένε, Θεογεννῆτορ ψυχῶν ἀγαλλίαμα, καὶ μεγαλύνομεν τρανῶς, θαυμασίων σου πλῆθος τὸ ἄμετρον.

Κατάστειλον, ἡμῶν τὰ πάθη πρεσβείαις σου Ἰωάννη, πρὸς τὸν Κύριον Χοζεβᾶ Μονῆς νέον καύχημα, ὁ πάθη νεκρώσας συντόνοις πόνοις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

ἀναβὰς ἀρετῆς θείαν κλίμακα, δι’ ἀσφαλοῦς φυλακῆς τῶν αἰσθήσεων, καὶ κακουχίας πολλῆς χαριτώνυμε, τοῦ Χοζεβᾶ ἐρημῖτα ἐπάκουσον, ἡμῶν θερμῶν Ἰωάννη δεήσεων.

 

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον κατὰ Λουκᾶν (Κεφ. στ΄ 17 - 33 ).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον,...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεῆμον,...

Ἰδιόμελον. Ἦχ. πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με...

Πάτερ ἀκατάκριτε, ὁ ἐποφθεὶς χαρισμάτων, Παρακλήτου Πνεύματος, σκήνωμα πανίερον, καὶ παλάτιον, τῆς προοράσεως, ἀσκητὰ χειμάῤῥου, τοῦ Χοῤῥὰθ οὗ τὴν μετάστασιν, πρὸς πόλου δώματα, οὐρανοῦ ἐτίμησαν ὄρνεα, καὶ οὗ Θεὸς ἠφθάρτισε, σκῆνος μετὰ πότμον ἱκέτευε, Τοῦτον δοῦναι πᾶσι, ὑγίειαν καὶ ῥῶσιν καὶ ἰσχύν, τοῖς εὐλαβῶς μακαρίζουσι, βίου σου τὰ σκάμματα.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

πληθὺς μονοτρόπων, Χοζεβᾶ Ἰωάννη, σὺν ὁμηγύρεσι, προσκυνητῶν σοῦ σκήνους, τὴν σὴν ὑμνοῦσα χάριν, ἀσκητὰ θεοείκελε, αἰτεῖται σὴν ἀρωγήν, ἀντίληψιν καὶ σκέπην.

Σωφροσύνης πυξίον, ἀσκητὰ Ἰωάννη, πιστοὺς ἀξίωσον, σωφρόνως καὶ δικαίως, καὶ εὐλαβῶς ἀνῦσαι, τὸν ἐπίγειον δόλιχον, ἀόκνοις ὃν προσευχαῖς, διήνυσας ἀρτίως.

σωμάτοις χορείαις, ἐν τῇ πόλει τῇ ἄνω, συναγαλλώμενος, καὶ τῆς μορφῆς Κυρίου, θεώμενος τὸ κάλλος, Ἰωάννη μνημόνευε, τῶν σῶν θερμῶν ἱκετῶν, τρισμάκαρ Χοζεβῖτα.

Θεοτοκίον.

Ξένων κρήνη θαυμάτων, Παναγία Παρθένε, Θεογεννήτρια, ἡμῖν ἡ καθ’ ἑκάστην, ἐκβλύζουσα ἀφθόνως, τῆς σῆς χάριτος νάματα, δός μοι πιεῖν ὕδωρ ζῶν, σῆς θείας προστασίας.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

σχὺν παράσχου, πιστῶν χοροῖς Ἰωάννη, πτερνιστὴν θριαβεῦσαι ἀρχαῖον, ὃν συντόνοις πόνοις, ἐνίκησας ἀρτίως.

ς ἐρημίτην, σεπτὸν Χοῤῥὰθ τῆς κοιλάδος, σὲ τιμῶντες λαμπρῶς, Ἰωάννη, σὰς θερμὰς πρεσβείας, αἰτούμεθα πρὸς Κτίστην.

Σκῆνός σου θεῖον, τὸ ἀδιάφθορον πάτερ, προσκυνοῦντες πιστῶς Ἰωάννη, Χοζεβῖτα μάκαρ, σὴν χάριν ἐκζητοῦμεν.

Θεοτοκίον.

Οὐρανοδρόμον, ὑπόδειξόν μοι πορείαν, Θεοτόκε σοφὸς Ἰωάνης, ἣν καλῶς ἀρτίως, διήνυσε Παρθένε.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Νεκρώσας τὸ σαρκίον, καὶ ζωώσας πνεῦμα, σὸν Ἰωάννη συντόνοις ἀσκήσεσιν, χάριν νεκρῶσαι τὰ πάθη ἡμῶν ἀπείληφας.

Μονήρους πολιτείας, καύχημα τὸ νέον, ἐξιλεοῦσθαι ἡμῖν τὸν Παντάνακτα, τοῦ Χοζεβᾶ Ἰωάννη μὴ παύσῃ Ὅσιε.

Εὐκλείας σου ἐξ ὕψους, σκέπε ὑμνητάς σου, θαυματουργὲ Ἰωάννη, τοὺς σπεύδοντας, τὸ σκήνωμά σου τὸ θεῖον σεμνῶς ἀσπάσασθαι.

Θεοτοκίον.

Χριστοῦ τοῦ Ζωοδότου, Μῆτερ γλυκυτάτη, τοῦ Ἰωάννου ἐνθέρμοις ἐντεύξεσιν, ἡμῶν τὸν πρόσκαιρον βίον ἁγνὴ καθήδυνον.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις Ἰωάννη νεολαμπές, ἄστρον τῶν σπηλαίων, τῆς κοιλάδος τοῦ Χοζεβᾶ· χαίροις Ἰωάννη, Ὁσίων νέον εὖχος, οὗ Κύριος ἀρτίως, σκῆνος ἠφθάρτισε.

Δεῦτε προσκυνήσωμεν εὐλαβῶς, σκῆνος Ἰωάννου, τοῦ Ὁσίου ἐν Χοζεβᾷ, Μάνδρᾳ ὃ ἡ χάρις, ἠφθάρτισε Κυρίου, ἐκ Ῥουμανίας ἄρτι, τοῦ οὐρανόφρονος.

τὴν ὀρφανίαν ἀπὸ παιδός, Ἰωάννη μάκαρ, καὶ τὴν στέρησιν ταπεινῶς, ὑπομείνας δεῖξον, ἡμᾶς υἱοὺς Κυρίου, τοὺς πίστει ἐκβοῶντας· Πάτερ ἡμάρτομεν.

συντόνοις πόνοις καὶ προσευχῇ, νήψει καὶ ἀσκήσει, κατὰ μέθεξιν θεωθείς, μάκαρ Ἰωάννη, τοῦ Χοζεβᾶ κοσμῆτορ, ἱλέωσαι τὸν Κτίστην, τοῖς εὐφημοῦσί σε.

ρνις ὡς φιλέρημος ἀσκητά, ἔπηξας ἀγώνων, θεαρέστων σου καλιάν, ἐν Χοῤῥὰθ κοιλάδος, σπηλαίοις Ἰωάννη, Χοζεβιτῶν Ὁσίων, νέων θησαύρισμα.

ῦσαι Ἰωάννη παντοδαπῶν, θλίψεων κινδύνων, ἐπωδύνων καὶ συμφορῶν, τοὺς ἀσπαζομένους, ἐν Χοζεβᾷ Σεμνείῳ, τὸ πάνσεπτόν σου σκῆνος, καὶ χαριτόβρυτον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάτερ Ἰωάννη νεαυγές, ἄστρον ἐν Χοῤῥὰθ ἀνατεῖλαν, ἐν τοῖς ἐσχάτοις καιροῖς, καὶ φωτίσαν ἅπαντας, αὐγαῖς χρηστότητος, ἀρετῆς ταπεινώσεως, καὶ σκληραγωγίας, Χοζεβᾶ φρυκτώρημα, φωτολαμπέστατον, σκέδασον ἡμῶν σκοτομήνην, τῶν παθῶν καὶ ζόφον μανίας, τοῦ δεινοῦ καὶ πλάνου πολεμήτορος.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

                                             

Δι’ εὐχῶν