Παρασκευή 9 Φεβρουαρίου 2024

ΦΕΒΡΟΥΑΡΙΟΣ 27!! ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΑΓΑΘΑΓΓΕΛΟΣ ΜΟΝΑΣΤΗΡΙΟΥ ΑΚΟΛΟΥΘΙΑ

 

ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΖ!!

ΑΓΑΘΑΓΓΕΛΟΣ ΝΕΟΜΑΡΤΥΣ ΜΟΝΑΣΤΗΡΙΟΥ

ΑΚΟΛΟΥΘΙΑ

(Ἀθανασίου ἱερομοναχοῦ Σιμωνοπετρίτου)

 

ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους καὶ ψάλλομεν τὰ ἀκόλουθα προσόμοια . Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ἐν τῆς δουλείας τῷ σκότει, ἥλιος ἔλαμψας, πιστοὺς καταλαμπρύνας, καὶ ἀπίστους αἰσχύνας, μεγάλῃ παῤῥησίᾳ Υἱὸν Θεοῦ, τὸν Χριστὸν Ἀγαθάγγελε, ὁμολογήσας ἐνώπιον ἀσεβῶν, καὶ λουσθεὶς ἰδίῳ αἵματι.

 

Τὴν σκοτεινόμορφον πλάνην, ἀγαρηνῶν ἀθλητά, καιρίως ἀπελέγξας, καὶ τὴν τούτων μανίαν, μὴ φέρων ἀνηνέχθης πάσῃ χαρᾷ, ὡς Χριστοῦ θεῖον σφάγιον, καὶ Ἐκκλησίας τὸ κλῆμα αἵματι σῷ, Ἀγαθάγγελε ἐπότισας.

 

Φιλαδελφίαν γνησίαν, ἐπιδεικνὺς ἐν Χριστῷ, οὐκ ἔφερες τοῦ βλέπειν, χριστωνύμους ἐν βίᾳ, ἀσπάσασθαι θρησκείαν Ἄγαρ γραός,γαθάγγελε ἔνδοξε, ἐνδίκως πᾶσαν ἐκίνησας μηχανήν, ἀσεβῶν λύσας κακόνοιαν.

 

Ἐν οὐδενὶ ἄλλῳ ἔστιν, ἢ ἐν Χριστῷ Ἰησοῦ, ἡ σωτηρία ἔφης, Ἀγαθάγγελε μάκαρ, πιστοῖς Μωάμεθ πλάνου, οἳ ἐν ὀργῇ, σὲ σφαγῇ καθυπέβαλον, δι᾿ ἧς ἀνῆλθες εἰς πλάτη τοῦ οὐρανοῦ, πρὸς Χριστὸν Ὃν κατηγάπησας.

 

Δυναμωθεὶς τοῦ Κυρίου, τοῖς θείοις ῥήμασι, οὐδόλως ἐφοβήθης, ἀποκτείνοντας σῶμα, καὶ Πνεύματος Ἁγίου τῷ φωτισμῷ, πλάνης σύστημα ἔῤῥηξας, ὥσπερ ἱστὸν τῆς ἀράχνης, λόγοις σοφοῖς, Ἀγαθάγγελε χριστόψυχε.

 

Τὴν τῶν σεπτῶν σου λειψάνων, θήκην πλουτίσαντες, ὡς θησαυρὸν τρισμάκαρ, Ἀγαθάγγελε μάρτυς, ἐξ ἧς ἀντλοῦμεν χάριν τὴν ἐκ Θεοῦ, καὶ ἀφώνως ἀκούομεν· ἀντιδοξάζει ὁ Κύριος θαυμαστῶς, τοὺς Αὐτὸν καλῶς δοξάζοντας.

 

Δόξα. Ἦχος δ΄.

Τῇ τοῦ Ἁγίου Πνεύματος δυνάμει, ὡς σίδηρος ἐκπυρωθείς, καὶ ζήλου θείου ἐμπλησθείς, τῆς Ἄγαρ τὴν πλάνην κατεμυκτήρισας· ὅθεν καὶ ἀποτμήσεως βαστάσας τὸν σταυρόν, νῦν εὐφραίνῃ ἐν Χριστῷ, τῷ ποθητῷ σοι Νυμφίῳ. Αὐτὸν ἱκέτευε, Ἀγαθάγγελε Νεομάρτυς ἔνδοξε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.

Ὁ διὰ σὲ Θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρὼν πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τό Ἀνάγνωσμα (Ἠσ. μγ΄, 9 – 14).

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; Ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε καί πιστεύσητέ μοι καί συνῆτε, ὅτι ἐγὼ εἰμί. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ οὐκ ἔσται πάρεξ ἐμοῦ ὁ σώζων. Ἐγώ ἀνήγγειλα καί ἔσωσα. Ὠνείδισα και οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός. Ὅτι ἐξ ἀρχῆς ἐγὼ εἰμί, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα (γ΄. 1 - 9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα. Οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει τῶν ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπίς αὐτῶν ἀθανασίας πλήρης. Καί ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεός ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτούς, ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καί βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν καί οἱ πιστοί, ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καί ἐπισκοπή ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα (ζ´. 7).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος α’.

Ἀγγελικὴν ἐπωνυμίαν κληρωσάμενος, ἰσάγγελον τὴν πολιτείαν σου ἔδειξας, Νεομάρτυς Ἀγαθάγγελε· πλάνην γὰρ τῆς Ἄγαρ ὀργῶσαν βλέπων, ταύτης μηχανήμασι σοφοῖς ἀπήλλαξας, τοὺς ἀδελφούς σου ἐν Χριστῷ· ὅθεν εἴληφας τὸ στέφος τῶν Μαρτύρων, τῆς ἀφθάρτου ζωῆς μέτοχος γενόμενος.

 

Ἦχος β΄.

Ἀγαθή σου ἡ κλῆσις, ἀλλὰ καὶ ἡ πρᾶξίς σου ὑπεράγαθος, Νεομάρτυς Ἀγαθάγγελε. Τὰ γὰρ ἡδέα τοῦ κόσμου ἀρνησάμενος, καὶ ἀπελέγξας τοῦ Μωάμεθ τὴν ψυχρολογίαν, τῶν ἀγαθῶν τοῦ Παραδείσου μετέσχηκας, ὑπὲρ Χριστοῦ ἀθλήσας προθυμότατα.

 

Ἦχος γ΄.

Τὸ δεινὸν τῆς δουλείας ἐπιτείνουσα ἡ βία, ζυγὸς ἐπαχθέστατος τοῖς χριστωνύμοις ἐδείκνυτο· τὸ γὰρ μέγιστον, τὴν πίστιν, κινδυνεύοντες, ἄγγελον ἐξ οὐρανοῦ, σὲ ἐφεῦρον Ἀγαθάγγελε. Τῇ σοφία γὰρ τοῦ Πνεύματος ἀνελὼν τὰς ἐχθροῦ μηχανάς, ἀντείληφας τοῦ μίσους αὐτοῦ μισθόν, τὸ ὑπὲρ Χριστοῦ τερπνὸν μαρτύριον, καὶ χορεύεις γηθόμενος, σὺν Ἀσωμάτοις ἀείποτε.

 

Ἦχος δ΄.

Στερέμνιον τεῖχος καὶ βράχον ἀσάλευτον, τὰ ἐπαφρίζοντα κύματα τῆς ἀγαρηνῶν δυσσεβείας, εὗρόν σε, γενναῖε Ἀγαθάγγελε. Οὕτω γὰρ ὁ πήλινος ἄνθρωπος δείκνυται, πυρούμενος τῷ θείῳ ἔρωτι τοῦ Κυρίου, ὑπὲρ Οὗ καὶ σὺ ἀθλήσας, καὶ ὁμολογήσας Αὐτοῦ τὴν θεότητα, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν τιμώντων σε, δεόμεθα.

 

 

Δόξα. Ἦχος πλ. α΄.

Τῆς διπλοειδοῦς ἀγάπης πληρωτὴς γενόμενος, τῆς πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον, Νεομάρτυς Ἀγαθάγγελε, τὸν μὲν Κύριον Θεὸν ὡμολόγησας, τοὺς δὲ ἀδελφούς σου τῆς ἀρνήσεως ἀπέτρεψας, εἰληφὼς γενναιοφρόνως, τῆς διὰ Χριστὸν σφαγῆς τὸν στέφανον· ὅθεν τοὺς τιμῶντάς σε διαφύλαττε τῆς πλάνης, καὶ Παραδείσου πολίτας γενέσθαι καταξίωσον.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ· διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Ὅτε ἀσεβείας ἡ ἀχλύς, ὥσπερ δυσδιάλυτον νέφος, κατεκυρίευε, τότε Ἀγαθάγγελε, σὲ ὁ Φιλάνθρωπος, ἀθλητὴν γενναιότατον, ἀνέδειξε λόγοις, κατακεραυνώσαντα Μωάμεθ ἄνοιαν· ὅθεν ὡς ἀμνὸς χριστοφόρος, ἤχθης πρὸς τὸν θάνατον χαίρων, τὰ πεποθημένα κληρωσάμενος.

 

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Ἄγγελος ἐδείχθης τοῖς πιστοῖς, κατὰ τὴν ὁμώνυμον κλῆσιν, ὦ Ἀγαθάγγελε, τούτοις τὴν παράκλησιν, διδοὺς τῆς Χάριτος·σοῦ γὰρ πλάνην ἐλέγξαντος, καὶ πίστιν Κυρίου, ἐν δυνάμει Πνεύματος, ἀνακηρύξαντος, ὤφθης κλονουμένων ὁ στύλος, καὶ τῶν ἀμφιβόλων θεῖον στήριγμα.

 

Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν ἐξανθήσει.

Δοὺς θνητόν σου σῶμα τῷ Χριστῷ, σὺν ταῖς ἀσωμάτων χορείαις, σαφῶς ἠρίθμησαι, μάρτυς Ἀγαθάγγελε, καὶ εὗρες πλήρωσιν, μυχαιτάτων καρδίας σου, ἐν τῇ βασιλείᾳ, οὐρανῶν μακάριε, ἔνθα μνημόνευε, πάντας τοὺς τιμῶντάς σε πόθῳ, καὶ ἀσπαζομένους λειψάνων, θήκην σου πηγάζουσαν ἰάματα.

 

Δόξα. Ἦχος πλ. β΄.

Τῷ θείῳ ἔρωτι πυρωθείς σου τὴν ψυχήν, καὶ τὸν Θεσβίτου ζῆλον ἀναλαβὼν ἀνδρικῶς, τῶν ὑποδούλων ἀδελφῶν σου, ὑποστηρικτὴς γενναῖος ἀνεδείχθης, Ἀγαθάγγελε Νεομάρτυς· τὴν πλάνην δὲ ἐλέγξας τοῦ ψευδοπροφήτου Μωάμεθ, καὶ τὸν Χριστὸν Υἱὸν τοῦ Θεοῦ ἀνακηρύξας, θανάτου ἐγεύσω διὰ ξίφους πικροῦ. Νῦν δὲ εὐφραινόμενος ἐν οὐρανοῖς, πρέσβευε ὑπὲρ ἡμῶν τῶν τιμώντων σε δεόμεθα.

Καὶ νῦν. Θεοτοκίον

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. ῾Ο ὑψωθείς.

Εὐαγγελίου πληρωτὴς ἀνεδείχθης, καλῶς ἀθλήσας Ἀγαθάγγελε μάρτυς, τὴν πλάνην τὴν ψυχώλεθρον τῆς Ἄγαρ καθελών· ὅθεν καθικέτευε, τὸν Δεσπότην δοθῆναι, πᾶσι τοῖς τιμῶσί σου τὴν ὑπέρφωτον μνήμην, ἀειφλεγῆ ἀγάπην πρὸς Αὐτόν, καὶ σωτηρίαν, αἰώνιον Ἅγιε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Εἰς τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Τῶν πάλαι ἀθλητῶν, μιμησάμενος ζῆλον, προσκαίρων ἡδονῶν, οὐκ ἐθέλχθης παγίδι, κλεινὲ Ἀγαθάγγελε, ἀλλ᾿ ἐλέγξας δυσώνυμον, πλάνην εἴληφας, τῶν σῶν ἀγώνων τὸ στέφος, καὶ ὁρᾷς Χριστοῦ, τὸ ὑπερπόθητον κάλλος, σὺν ἄνω Δυνάμεσι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Ἡ μόνη τῶν πιστῶν, κραταιὰ προστασία, Ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, τὰς ψυχὰς ἡμῶν ῥύσασθαι, πάσης θλίψεως, καὶ συμφορῶν καὶ κινδύνων, Μητροπάρθενε ἁμαρτωλῶν προστασία, τοῦ κόσμου βοήθεια.

 

Εἰς τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Χριστὸν κατέχων σου, μόνον θησαύρισμα, τούτου ἠνάλωσαι, τῷ θείῳ ἔρωτι· ὅθεν θανάτου ἀπειλήν, οὐδόλως ἐδειλίασας, ἀσεβῶν τὸ φρύαγμα, θεολόγοις σου ῥήμασι, καθελὼν κατέστεψαι, ἀθλητὰ Ἀγαθάγγελε, τὴν πίστιν ὑποδούλων ὑφάψας, τῇ γενναιότητι καρδίας σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Ὁ ὑπερούσιος, Θεὸς καὶ Κύριος, ἐκ σοῦ σεσάρκωται, δι᾿ ἀγαθότητα, τὸ καθ᾿ ἡμᾶς οὐσιωθείς, καὶ μείνας ὅπερ πέφυκεν· ὅθεν καὶ Θεάνθρωπον, τοῦτον σέβοντες Πάναγνε, σὲ τὴν ἀπειρόγαμον, Θεοτόκον κηρύττομεν, δοξάζοντες τὸ μέγιστον θαῦμα, τῆς σῆς ἀσπόρου κυήσεως.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Εὐφροσύνης ᾄσμασιν, Ἀγαθαγγέλου, θείου Νεομάρτυρος, μνήμην τελοῦμεν εὐλαβῶς, καὶ γὰρ αὐτὸς τὴν θεότητα, Λόγου κηρύξας, φαιδρῶς ἐμαρτύρησεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Ἐπελεύσει Πνεύματος, τοῦ Παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, Ἁγνὴ ἀγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.

 

Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον· Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στίχος· Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς αὐτοῦ ἐξανθήσει.

Εὐαγγέλιον, τοῦ Ὄρθρου τοῦ Ἁγ. Γεωργίου.

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β. Στίχ. Ἐλεήσόν με ὁ Θεός....

Τὸ ἐν οὐρανοῖς πολίτευμα ἐπιποθήσας, τῶν κάτω σοφῶς κατεφρόνησας, Νεομάρτυς Ἀγαθάγγελε· ὅθεν πρὸ ἀσεβῶν Χριστὸν ὁμολογήσας, μαρτύρων καὶ ἀγγέλων συνόμιλος, διὰ τῆς ξιφοτμήσεως γέγονας.

 

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: γαθαγγέλῳ Νεομάρτυρι ὁ κανὼν οὗτος. Ἀ(θανάσιος).

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Ἀγαθαγγέλου τὸ τερπνὸν μαρτύριον, ἀνευφημήσωμεν, καὶ ἐν θείοις ὕμνοις, κατεγκωμιάσωμεν, ἀγῶνας καὶ τὰ σκάμματα, ἅπερ ἔτλη ὁ μέγας, ὁμολογήσας θεότητα, τοῦ Χριστοῦ τυράννων ἐνώπιον.

Γίνου πιστὸς ἄχρι θανάτου Ἅγιε, ἀκηκοὼς τὸ Θεοῦ, πάντων τῶν γηΐνων, ἄρδην κατεφρόνησας, καὶ προτιμήσας θάνατον, δι᾿ ἀγάπην Δεσπότου, τὸν ἐπινίκιον στέφανον, εἴληφας λαμπρῶς Ἀγαθάγγελε.

Ἄγαρ τὴν πλάνην τὴν σκοτώδη ἤλεγξας, ὡς θανατοῦσαν ψυχάς, καὶ τοὺς λάτρας ταύτης, θεῖε Ἀγαθάγγελε, ἐν πλείστοις παραδείγμασι, πλανωμένους ἐνδείξας, αὐτῶν τὸ μῖσος ἐξήγειρας, καὶ διὰ Χριστὸν ξίφει τέθνηκας.

Θεοτοκίον

Θεὸν τεκοῦσα ἐξ ἁγνῶν αἱμάτων σου, σῶσαι θελήσαντα, τὸ ἀνθρώπων γένος, εἴληφας ὡς ἄξιον, τὰ δευτερεῖα ἄχραντε, τῆς Ἁγίας Τριάδος, ἣν καθικέτευε πάντοτε, ὑπὲρ τῶν πιστῶς γεραιρόντων σε.

 

 

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἀληθείας Κυρίου, σωσιψυχοῦς γέγονας, ὁμολογητὴς Νεομάρτυς, ἀκαταγώνιστος, καὶ τὸ μυστήριον, Οἰκονομίας τὸ μέγα, πίστει διετράνωσας, τοῖς συλλαβοῦσί σε.

Γηραιὰν πλάνην Μάρτυς, ἰσλαμισμοῦ ἤλεγξας, ὡς γεννητικὴν ἀπωλείας, τοῖς ταύτην σέβουσι, καὶ διεκήρυξας, πρὸ τῶν τυράννων γενναίως, πίστιν τὴν Ὀρθόδοξον, ὦ Ἀγαθάγγελε.

Γνησιώτατος ὤφθης, συνεχιστὴς Ἅγιε, τῶν μαρτυρησάντων τὸ πάλαι, διὰ τὸν Κύριον· διὸ καὶ ἔτυχες, τοῦ ἰσοτίμου βραβείου, Παραδείσου οἴκησιν, τὴν ὑπερπόθητον.

Θεοτοκίον

Ἐν νυκτὶ καὶ ἡμέρᾳ, πρὸς τὸν Θεὸν ἔχοντες, πρέσβιν ἀνεπαίσχυντον Μῆτερ, πιστῶς δεόμεθα· ἀτρώτους φύλαττε, ἐκ προσβολῶν τοῦ Βελίαρ, τοὺς ὁμολογοῦντάς σε, Θεοῦ γεννήτριαν.

 

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τὰ ἡδέα τοῦ κόσμου καταπεφρόνηκας, Ἀγαθάγγελε μάρτυς, διὰ τὸν Κύριον, ὁμολογήσας κρατερῶς τὴν θεότητα,  αὐτοῦ πρὸ πλήθους ἀσεβῶν, ὧν περ διήλεγξας σοφῶς, τὴν πλάνην καὶ τὴν μανίαν· διὸ καὶ ἔτυχες στέφους, διὰ τοῦ ξίφους, ἀξιάγαστε.

Δόξα. καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Ἀπειρόγαμε Νύμφη καὶ ἀειπάρθενε, σὺν τοῖς θείοις αὐτόπταις ἀνευφημοῦμέν σε, ὅτι ἐν σοὶ ὁ Δυνατὸς μεγαλεῖα ἐποίησε, δι᾿ ἡμᾶς γὰρ καθ᾿ ἡμᾶς, ὁ πρὸ αἰώνων ἐκ Πατρός, τῇ μήτρᾳ σου ἐνοικήσας, εὐδόκησε γεννηθῆναι, ἵνα ἐκ πλάνης σώσῃ τὸ γένος ἡμῶν.

 

ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.

Λαῷ Θεοῦ ἄγγελος, Μάρτυς γεγένησαι, τῇ δουλείᾳ πλεῖστα ὑποφέροντι, καὶ μηδαμῶς ἔχοντι ἰσχύν, ἀλλὰ ὑπ᾿ ἀνόμων,  ἐπειγομένου πρὸς ἄρνησιν, τῆς πίστεως πατέρων, οὓς τρόποις ἐξαιρέτοις, ἐκ τοῦ κινδύνου σὺ ἐξήγαγες.

Ὡς Μωϋσῆς ἄλλος τις, ὦ Ἀγαθάγγελε, ὁμοπίστους δεινοτάτης θέσεως, ἐξαγαγὼν εἴληφας μισθόν, μίσους τῶν ἀθέων, τὸν ποθητὸν θάνατον, δι᾿ οὗ πρὸς Ὃν ἠγάπας, ἐν πτεροῖς κούφοις ἦλθες, ἀπολαύων ὧν πρῴην ἐπόθησας.

Νοῦν τοῦ Χριστοῦ ἔχοντα, Μάρτυς θεόψυχε, οἱ δυνάσται οὐδαμῶς ἐκλόνησαν, τεῖχος στεῤῥὸν γνώμης σου λαμπρᾶς, πλεῖστα τοῦ παρόντος, αἰῶνος καθυποσχόμενοι, μὴ γνόντες σε πλουτοῦντα, θησαυρὸν κεκρυμμένον, ἐν ἀσύλοις ταμείοις Δεσπότου σου.

Θεοτοκίον

Ἐπὶ τῆς γῆς ἄλλη τις, Κόρη Πανάμωμε, οὐχ ὑπῆρξεν ἀλλὰ οὔτε ἔσεται, ὥσπερ σὺ ἦς πάντων τῶν καλῶν, σύνταγμα ὡραῖον, καὶ πλοῦτος ἀδιασάλευτος· δι᾿ ῝Ο καὶ ὁ Δεσπότης, προελόμενος σῶσαι, τῶν ἀνθρώπων τὸ γένος σοὶ ᾤκησεν.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Ὁ σαρκόψυχος ὄχλος, ἐπιγόνων τῆς Ἄγαρ κακὰ εἰργάσαντο, κατὰ ὑποδούλων, ἀναγκάζοντες τούτους ἀρνήσασθαι, τοῦ Κυρίου πίστιν, ἀλλά σε εὗρον γωνιαῖον, λίθον μάρτυς ἐν ᾧπερ προσέκοψαν.

Μὴ λαμβάνων κρατούντων, τὴν ἀναίσχυντον δύναμιν Ἀγαθάγγελε, κατὰ νοῦν οὐδόλως, ἐπτοήθης αὐτῶν μηχανήματα, ἀλλὰ συνεργοῦντος, σοὶ οὐρανίου Βασιλέως, ὥσπερ χνοῦν ὁδιαῖον διέλυσας.

Ἀναστήσας τὸ πάλαι, Δανιὴλ ὁ Δεσπότης Σωσσάναν ἔσωσε, νῦν δὲ εὗρε ἄλλον, δι᾿ οὗ πλάνης τῆς Ἄγαρ ἐῤῥύσατο, τὸν δεδουλωμένον, πιστὸν λαὸν Μοναστηρίου, Δανιὴλ Ἀγαθάγγελε χάριτος.

Θεοτοκίον

Ῥητορεύουσα γλῶσσα, οὐ δυνήσεται Μῆτερ ἐκδιηγήσασθαι, πλῆθος ἀρετῶν σου, καὶ ἀγάπην ἣν δείκνυς ἀείποτε, πρὸς τοὺς χριστωνύμους, οὓς ὥσπερ τέκνα γνήσιά σου, ἐκ ποικίλων φυλάττεις συμπτώσεων.

 

ᾨδὴ Ϛ΄. Ἱλάσθητί μοι, Σωτήρ.

Τριάδος τὴν φωταυγῆ, πίστιν λαμπρῶς ἀνεκήρυξας, καὶ πλάνην σκοτοειδῆ, τοῦ Μωάμεθ ἤλεγξας, θεῖε Ἀγαθάγγελε, τῶν Νεομαρτύρων, ἰσοστάσιε καὶ σύμψυχε.

Ὑπέδυς ῥόλον σοφῶς, τοῦ Μωϋσέως καὶ ἤνεγκας, τὰ ἄνω κάτω καλῶς δυσσεβῶν βουλεύματα, μάρτυς Ἀγαθάγγελε, καὶ πιστοὺς ἐῤῥύσω, ἐκ κινδύνου τῆς ἀρνήσεως.

Ῥευμάτων ψυχοβλαβῶν, τοὺς ὀχετοὺς ἀνεστόμωσας, καὶ ὥσπερ ὁ Μιχαήλ, θεῖε Ἀγαθάγγελε, Ἄρχιππον διέσωσε, ἀδελφοὺς τῇ πίστει, σὺ ὡς ἄγγελος διέσωσας.

Θεοτοκίον

Ἱλάσθητι τῷ λαῷ, τῶν χριστωνύμων Πανάμωμε, πολλὰ γὰρ πταίει Θεῷ, ἄκων καὶ βουλόμενος·  ὅθεν ἀπορούμενος, ἄλλην τίνα ἕξει, εἰ μὴ Σὲ πρέσβιν εὐΐλατον;

 

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Τοῦ φωτὸς πιμπλάμενος, Ὀρθοδοξίας τρισμάκαρ, Ἄγαρ οὐχ ὑπέμεινας, ὁρᾶν δυσσέβειαν πλάνης, θέλουσαν, λαὸν Κυρίου ἀποπλανῆσαι, ἴσχυσας, ἀνακαλέσαι βουλὰς ἀνόμων, ὑφ᾿ ὧν τέτμησαι τὴν κάραν, ὑπὲρ Δεσπότου, κλεινὲ Ἀγαθάγγελε.

Ὁ Οἶκος

Φιλαδέλφου ἀγάπης τεκμήριον, τοῦτο πέφυκεν,, τὰς ψυχὰς τῶν πλησίον τιμιωτέρας λογίζεσθαι, ἢ τὰς ἑαυτῶν, τοὺς πιστεύοντας τῷ Δεσπότῃ· ὅθεν Ἅγιε, βλέπων ὀργῶσαν τὴν τοῦ καμηλίτου πλάνην, καὶ ἀπειλοῦσαν δεινῶς λαὸν χριστώνυμον, τοῦτον τῆς ἐσχάτης κακίας διέσωσας, πᾶσαν μηχανὴν σοφῶς ἐργασάμενος· διὸ καὶ τοῦ μαρτυρικοῦ θανάτου, χαίρων γευσάμενος, νῦν πρεσβεύεις ὑπὲρ τῶν σὲ τιμώντων, Νεομαρτύρων δόξα καὶ καύχημα, κλεινὲ Ἀγαθάγγελε.

Συναξάριον

Τῇ ΚΖ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου, ξίφει μαρτυρήσαντος ἐν Μοναστηρίῳ, ἐν ἔτει 1727ῳ.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.

Ὄνησιν εὗρες ὑπερτάτην, τὸ μαρτύριον τῆς σῆς φιλαδελφίας, ὡς ποτὲ ὁ Σαούλ, διερευνῶν τὰς ὄνους, τὴν βασιλείαν εὕρατο, ἐκ Θεοῦ τίμιον δῶρον.

Κάραν ὑπέθηκας Κυρίῳ, διὰ πίστεως καὶ πράξεως ἐνθέου· διὸ πάσχων σφοδρῶς, ὁρῶν κεκακωμένους, τοὺς ὁμοπίστους ἤθλησας, Ἀγαθάγγελε, γενναίως.

Ἄγγελοι ἔχουσι ψυχήν σου, Ἀγαθάγγελε ἐν θείᾳ Βασιλείᾳ, ἐξ ἧς πέμπε ἡμῖν, τὴν Χάριν τοῦ Κυρίου, ὡς τὸ εὐπαῤῥησίαστον, νῦν πλουτῶν τῷ μαρτυρίῳ.

Θεοτοκίον

Νοῦν ἁγιάζοις Θεοτόκε, τῶν τιμώντων σε τῇ μνήμῃ τοῦ Υἱοῦ σου, οὐ γὰρ ἄλλον ἐστί, γλυκύτερον τῆς τούτου, μνήμης τε καὶ αἰσθήσεως, ὡς διδάσκουσι Πατέρες.

 

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.

Ὡραιώθης ἐνώπιον Κυρίου, Ἀγαθάγγελε, καὶ ἔσπευσας τεθνάναι, δι᾿ ἀγάπην Αὐτοῦ, Ὃς δέδωκε τῷ κόσμῳ, ἀλήθειαν τὴν σῴζουσαν, ἣν ἐκήρυξας ἀπίστοις.

Νέος μάρτυς ὡς παλαιοὶ τοῖς τρόποις, Ἀγαθάγγελε, ἐδείχθης ὁμοπίστοις, ὧν στηρίξας καλῶς, ψυχὰς σοῖς θείοις λόγοις, ἐστήριξας ὑπέρτερον, τῇ τιμίᾳ σου ἀθλήσει.

Οὐ δαιμόνων παγίδες ψυχοφθόροι, σοῦ κατίσχυσαν, οὐδὲ τῶν παρανόμων, ὑποσχέσεις πολλαί, κλονῆσαι σὴν ἀγάπην, ἣν εἶχες πρὸς τὸν Κύριον, Ἀγαθάγγελε γενναῖε.

Θεοτοκίον

Ὑπὲρ πάντα τὰ κτίσματα Παρθένε, σὺ δεδόξασαι, χωρίον γενομένη, Ποιητοῦ τοῦ παντός, Ὃς δῶρον σε δεδώκει, πιστοῖς καὶ καταφύγιον, ἐν κινδύνοις καὶ ἀνάγκαις.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.

Τὸ σῶμά σου κατέλιπες ἐπὶ γῆς, ἀδελφοῖς σου γλυκεῖαν παράκλησιν, τὴν δὲ ψυχήν, ἔχουσιν Ἁγίων Πάντων χοροί, μοναὶ αἱ ἐπουράνιαι, τοῦ ἠγαπημένου σοι Ἰησοῦ, Ὃν πάντοτε δυσώπει, ὑπὲρ τῶν σὲ τιμώντων, κλέος μαρτύρων Ἀγαθάγγελε.

Ὁρῶν πλημμύραν Μάρτυς ἀγαρηνῶν, ἀντιχρίστου τὴν θέσιν κατέχουσαν, καὶ πάσης γῆς, ἀφανῖσαι θέλουσαν παντελῶς, πίστιν χριστοπαράδοτον, ἐν καυχήσει ὄντως δαιμονικῇ, Νεομαρτύρων πάντων, χορὸς φάνητε τεῖχος, ἐξασθενοῦντες ταύτης κύματα.

Σοφίᾳ ἀντηλλάξω τὰ χοϊκά, θησαυρῷ οὐρανίῳ μακάριε, καὶ τοῦ φωτός, τοῦ ἀδύτου πόθῳ κατατρυφῶν, ὡς ὢν φιλαδελφότατος, ἔτι νῦν μειζότερον ἢ τὸ πρίν, μὴ παύσῃ ἱκετεύων, ὑπὲρ ἡμῶν Δεσπότην, πιστῶν Κυπρίων Ἀγαθάγγελε.

Θεοτοκίον

Ἀγγέλων ἡδυτάτη κατατρυφή, καὶ Ἁγίων ἁπάντων ἀπόλαυσις, οὖσα Ἁγνή, ἄκουσον δεήσεων τὰς φωνάς, τῶν πόθῳ προστρεχόντων σοι, καὶ τῆς βασιλείας τοῦ Ἰησοῦ, ὑπάνοιξον τὰς πύλας, πρεσβείαις σου ἁγίαις, τοῖς σὲ ὑμνοῦσι Παναμώμητε.

 

Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.

Ἀγάπῃ ἐκκαιόμενος, τοῦ Κυρίου σου μάρτυς, πλάνην τῆς Ἄγαρ ἤλεγξας, πρὸ τυράννων ἀνόμων, καὶ τῶν πιστῶν ἐγεγόνεις, παρακλήτωρ ἐν θλίψει, κινδύνου ἐξομώσεως, ἐκλυτρούμενος τούτους, καὶ εἰς Χριστοῦ, πίστιν μένειν πάντας στεῤῥῶς διδάξας, τὸ στέφος τῆς ἀθλήσεως, Ἀγαθάγγελε, εὗρες.

Θεοτοκίον, ὅμοιον

Σὲ κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν καὶ στάμνον, καὶ ὄρος καὶ παλάτιον, θρόνον, κλίνην καὶ πύλην, τοῦ Βασιλέως τῆς δόξης, τὴν ἁγίαν Παρθένον, καὶ Θεοτόκον ἅπαντες, ἀνυμνοῦμεν ἐκ πόθου, χριστιανῶν, σκέπη γὰρ ὑπάρχεις καὶ σωτηρία, καὶ ἀῤῥαγὴς ὑπέρμαχος, καὶ προστάτις καὶ φύλαξ.

 

 

 

 

 

 

 

 

 

 

 

 

Εἰς τοὺς αἴνους. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.

Φιλομάρτυρες χαίροντες, τὴν σὴν μνήμην γεραίρουσιν, θεῖε Ἀγαθάγγελε καὶ δοξάζουσι, τὸν σὲ δοξάσαντα Κύριον, Ὃν σφόδρα ἠγάπησας, καὶ αὐχένα σεαυτοῦ, εἰς μαρτύριον δέδωκας· διὸ εἴληφας, τὴν ἀμάραντον δόξαν καὶ τὸ στέφος, ἐν Σιὼν ἐπουρανίῳ, σὺν Ἀσωμάτοις δυνάμεσι.

 

Καθορῶν πλάνης κύματα, ἀπειλοῦντα συνδούλους σου, νυσταγμὸν οὐκ ἔδωκας τοῖς βλεφάροις σου, ἕως φρονίμως ἀνέτρεψας, ἀθέων βουλεύματα, καὶ ἐῤῥύσω τοὺς πτωχούς, ἀδελφοὺς τῆς ἀρνήσεως· ὅθεν γέγονας, ἀναιρέτης τῆς πλάνης τοῦ Μωάμεθ,ὃν ἀπέδειξας ἀγύρτην, λόγοις σοφοῖς Ἀγαθάγγελε.

 

Μοναστήριον ἔλιπες, καὶ μονὰς εὗρες Ἅγιε, τὰς ἐπουρανίους, ἃς ἐπεπόθησας, καὶ δι᾿ ἃς αἷμα ἐξέχεας, γινώσκων τὴν κρείττονα, ἐν Χριστῷ διαγωγήν, ἣν οὐδεὶς αἴρειν δύναται· ὅθεν δέδειξαι, Ἐκκλησίας αἰώνιος  εὐχέτης, καὶ εἰκὼν ἔρωτος θείου, πιστοῖς σοφὲ Ἀγαθάγγελε.

 

Τῶν τιμίων λειψάνων σου, θήκην ἔχοντες Ἅγιε, τοῦ Ἁγίου Πνεύματος ποριζόμεθα, τὰς εὐλογίας ἑκάστοτε, καὶ γὰρ ἀνεκφοίτητος, ἡ ἐνέργεια αὐτοῦ, Παλαμᾶς ὥσπερ εἴρηκεν, ὁ Γρηγόριος, διὸ πόθῳ πολλῷ προσπίπτομέν σοι,γαθάγγελε αἰτοῦντες, τὰ σωτηρίᾳ συντείνοντα.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ἀγαθὴν ἐπωνυμίαν κληρωσάμενος, τοῖς ἔργοις σου ταύτην συνήρμοσας, Ἀγαθάγγελε μακάριε. Πλάνην γὰρ τῆς σκοτομόρφου ῎Αγαρ ἀπελέγξας, καὶ τοὺς ἀδελφοὺς τῆς ἀποστασίας προστατεύσας, θεολόγος ἐξἉγίου Πνεύματος γέγονας. Τοῦ πόθου σου δὲ τὸ πλήρωμα εὑρὼν διὰ τοῦ μαρτυρίου, νῦν ἐν οὐρανοῖς δεδόξασαι ὑπερβαλλόντως, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν, Νεομαρτύρων τερπνὸν ἐγκαλλώπισμα.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον

Ἄγγελος ἐδείχθης χριστιανοῖς, τῆς ἀποστασίας, προστατεύσας αὐτοὺς σοφῶς· ὅθεν μαρτυρίου, ἀπείληφας τὸ στέφος, ἐξ ἐπιγόνων Ἄγαρ, ὦ Ἀγαθάγγελε.