ΑΥΓΟΥΣΤΟΣ ΙΘ!!
ΔΑΝΙΗΛ ΟΣΙΟΣ ΖΑΓΟΡΑΣ ΠΗΛΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ὁσίων Πατέρων κορωνίς, Δανιὴλ πανθαύμαστε, τῆς Ζαγορᾶς θεῖον βλάστημα, ἄνθος μυρίπνοον, Ὄρους τοῦ Ἁγίου, ταῖς ὀδμαῖς σῆς χάριτος, Φολέγανδρον ἡδύνας ἠξίωσαι, δόξης τῆς κρείττονος, καὶ Ἀγγέλων συνηρίθμησαι, δήμοις πάτερ, αἰνοῦσι τὸν Ὕψιστον.
Θειότατε πάτερ Δανιήλ, Κολλυβάδων σέμνωμα, Ἀθωνιτῶν ἐγκαλλώπισμα, σκεῦος τῆς Χάριτος, τοῦ Πηλίου γόνε, ἀσκητῶν ὡράϊσμα, πατρῴας παραδόσεως ἔρεισμα, τεῖχος ἀκράδαντον, εὐσεβείας καὶ χρηστότητος, Ἐκκλησίαν, Ὀρθόδοξον ηὔφρανας.
Διδάσκαλε πάνσοφε σεπτοῦ, Ἀρσενίου ἴθυνας, αὐτὸν σοῖς λόγοις πρὸς Κύριον, καὶ παραδείγματι, βίου σου ἀμέμπτου, χρόνων ἐκ νεότητος, θεόφρον Δανιὴλ ἀξιάγαστε, ὃν Πάρος κέκτηται, ἀντιλήπτορα θερμότατον καὶ προστάτην, ταχὺν καὶ ἀνύστακτον.
Σεμνύνεται, πάτερ Δανιήλ, Ζαγορὰ σπαργάνοις σου, τῇ τελευτῇ σου Φολέγανδρος, νῆσος ἡ ἄγονος, ἧς ὁ μαθητής σου, ὁ σεμνὸς Ἀρσένιος, τοὺς παῖδας τοῦ Κυρίου ἀλήθειαν, πᾶσαν ἐδίδαξε, καὶ ἡ Πάρος ἐπαγάλλεται, ὥσπερ ὄλβον, σὴν κάραν κατέχουσα.
Δόξα. Ἦχος πλ. δ΄.
Τὸν ὑπερμαχοῦντα πατρῴων δογμάτων, καὶ ἀγωνιζόμενον ὑπὲρ τῆς ὀρθῆς ἡμῶν πίστεως, Ἀθωνίτην πατέρα Δανιὴλ τὸν θειότατον τιμήσωμεν, ὡς νεόφωτον εὐσεβείας φωστῆρα, ὁλοθύμως ψάλλοντες· Ὁ ἐξ Ἁγίου Ὄρους φωτίσας , Πεντέλης Μάνδραν καὶ Κυκλάδων νήσους, ἀστραπαῖς θεοσόφων διδαχῶν σου, δίδαξον ἡμᾶς ποιεῖν τὸ θέλημα τοῦ Ὑψίστου, καὶ σῶσον ἐκ θανάτου εὐχαῖς σου τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ'
Πιστούμενος
Ἰησοῦς, ὁ Υἱός σου Θεοτόκε καὶ Θεὸς ἡμῶν, τὰς δύο φύσεις αὐτοῦ, ὡς μὲν ἄνθρωπος
θνῄσκει, ὡς δὲ Θεὸς ἐξανίσταται, καὶ σὲ Θεομῆτορ, νόμῳ φύσεως θανεῖν εὐδόκησεν,
ἵνα μὴ τοῖς ἀπίστοις, φαντασία νομισθῇ ἢ οἰκονομία. Μετέβης δὲ πρὸς οὐρανοὺς ἡ
ἐπουράνιος νύμφη, ὡς ἐκ παστοῦ τοῦ σκήνους σου, γῆθεν ἀπάρασα. Ἡγιάσθη ὁ αἰθὴρ
ἐν τῇ ἀνόδῳ σου, ὡς ἐφωτίσθη ἡ γῆ ἐν τῷ τόκῳ σου. Προπέμπουσιν Ἀπόστολοι, καὶ
Ἄγγελοι ὑποδέχονται· ὅθεν κηδεύσαντες τὸ πανάχραντον σῶμά σου, καὶ ἐπιτάφιον
ὕμνον ἐξᾴδοντες, μετάρσιον ἔβλεπον, καὶ φόβῳ ἔλεγον· Αὕτη ἡ ἀλλοίωσις τῆς
δεξιᾶς τοῦ Ὑψίστου· αὐτὸς γὰρ ἐν μέσῳ σου, καὶ οὐ σαλευθήσῃ. Ἀλλ' ὧ πολυΰμνητε
Κόρη, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα· ἡμεῖς γὰρ λαός σου, καὶ πρόβατα νομῆς σου,
καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα, αἰτούμενοι διὰ σοῦ σωτηρίαν, καὶ μέγα ἔλεος.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὅσιε Δανιήλ, ὁ κατιδὼν ἡλίου, ἐν Ζαγορᾷ τὸ φέγγος, ἀμέμπτῳ ἀγωγῇ σου, ἐφώτισας τὰ σύμπαντα.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Πάνσοφε Δανιήλ, Ὁσίου Ἀρσενίου, διδάσκαλε Παρίων, τοῦ κλέους, δίδαξόν με, ποιεῖν Θεοῦ τὸ θέλημα.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Κλέϊσμα, Δανιήλ, Πατέρων Κολλυβάδων, σαρκὸς σκληραγωγίᾳ, εὐχῇ καὶ ταπεινώσει, τὴν ἀρετὴν κατέκτησας.
Δόξα. Τριαδικόν.
Δόξα Σοι, ὁ Θεός, ὁ θέλων πάντας σῶσαι, τοὺς Σὲ δοξολογοῦντας, Τριὰς ὑπεραγία, σεπτὴ καὶ ὁμοούσιε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Πύλαι τὸν οὐρανῶν, ἐπάρθητε ὁρῶσαι, τὴν πύλην τοῦ ὑψίστου, χωροῦσαν μετὰ δόξης, πρὸς τὸν Υἱὸν καὶ Κύριον.
Νῦν ἀπολύεις.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Κολλυβάδων Ὁσίων Πατέρων σέμνωμα, φῶς κατιδόντα ἀρτίως, ἡλίου ἐν Ζαγορᾷ, Δανιὴλ πνευματοφόρον εὐφημήσωμεν, σκεῦος ὡς Χάριτος σεπτόν, εὐσεβείας ἐραστήν, καὶ στῦλον ὀρθοπραξίας, ὑπὲρ ἡμῶν δυσωποῦντα, θερμῶς Θεὸν τὸν πανευΐλατον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Προσόμοια γ’ τῆς Ἑορτής. Ἦχος πλ. β' Τριήμερος ἀνέστης Χριστέ.
Ῥημάτων
τοῦ σεπτοῦ Γαβριήλ, τὸ Χαῖρέ σοι βοῶμεν ἁγνή, μεμνημένοι· ἀλλ' ὦ ἄχραντε σεμνή,
καὶ Μήτηρ τοῦ Κυρίου, πρὸς τοῦτον μεταστᾶσα, μνείαν ποιοῦ τῶν ἀνυμνούντων σε.
Ἡ
ἄπειρος Σοφία Θεοῦ, τὸν οἶκον ἑαυτῆς ὑπὲρ νοῦν, Θεοτόκε, ᾠκοδόμησεν ἐκ σοῦ, ἐν
Πνεύματι Ἁγίῳ, καὶ νῦν σε πρὸς ἀΰλους, σκηνὰς μετέθηκε πανύμνητε.
Ἱκέτης νῦν προσέρχομαι, σοὶ τῇ Μητρὶ τοῦ πάντων Θεοῦ, λυτρωθῆναι, ἐκ παντοίων πειρασμῶν· ἀλλ' ὦ Θεογεννῆτορ, συνοῦσα τῷ Υἱῷ σου, Χριστιανῶν τὸ γένος φύλαττε.
Καὶ γ’ τοῦ Ὁσίου. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Φιλοκαλίας τὸ ὗψος, τὸ δυσαντίβλεπτον, Πατέρων Κολλυβάδων, τὴν ἀκρώρειαν πάντες, τιμήσωμεν εὐτάκτως νῦν Δανιήλ, Λογγοβάρδας ὡς ἔνοικον, σεπτοῦ ἐν Πάρῳ Σεμνείου καὶ θεαυγῆ, Φολεγάνδρου ὑφηγήτορα.
Τὸν ἁγιάσαντα νήσους, Κυκλάδων μέλψωμεν, ῥοαῖς αὐτοῦ δακρύων, Δανιὴλ εὐσχημόνως, Σικίνου Φολεγάνδρου ὡς οἰκιστήν, καὶ τῆς Πάρου κοσμήτορα, καθιλεούμενον πᾶσιν ἡμῖν Χριστόν, τοῖς αὐτὸν ἐγκωμιάζουσι.
Τῇ σεβασμίᾳ σου κάρᾳ, λαμπρῶς σεμνύνεται, Μονὴ Χριστοῦ ἐν Δάσει, Δανιὴλ νήσου Πάρου, Ἀρσένιος ἣν ἄρτι ὁ μαθητής, ὁ σεπτός σου κατῴκησε, καὶ ἣν ἐδόμησε Κύριλλος πρὸ αὐτοῦ, ὁ ὁμόφρων σου πανόσιος.
Δόξα. Ἦχος πλ. β΄.
Ἀπλανῆ Ὁσίου Ἀρσενίου τοῦ ἐν Πάρῳ ποδηγέτην πρὸς θέωσιν, Δανιὴλ τὸν ἐξ εὐάνδρου Ζαγορᾶς ὁρμώμενον, καὶ ἐν Φολεγάνδρῳ τὸ ζῇν ἐκμετρήσαντα, ὡς ταπεινώσεως καὶ ἡσυχίας εὐφημήσωμεν πρόβολον, ἐν κατανύξει ψάλλοντες· Ὁ ἀγωνισάμενος ὑπὲρ τῶν πατρῴων παραδόσεων, καὶ διδάξας πάντας τὴν εἰς αὐτὰς προσήλωσιν, ἴσθι καὶ ἡμῶν ἰθύντωρ πρὸς σωτηρίαν, εὐχαῖς σου ἀδιαλείπτοις, πρὸς τὸν μόνον σῴζειν δυνάμενον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος Πλ. β´.
Δεῦτε τὴν παγκόσμιον κοίμησιν, τῆς Παναμώμου Θεοτόκου ἑορτάσωμεν, σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν μετάστασιν τῆς θεομήτορος, καὶ πρὸς εὐωχίαν ἡμᾶς τοὺς ἐπὶ γῆς συγκαλοῦσι τοῦ βοᾶν, ἀσιγήτῳ φωνῇ· Χαῖρε ἡ μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς οὐρανίους σκηνὰς μετοικήσασα. Χαῖρε ἡ τῶν μαθητῶν τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἓν συναγαγοῦσα. Χαῖρε ἡ ἐλπὶς καὶ σωτηρία ἡμῶν, σὲ γὰρ χριστιανῶν τὸ γένος ἀπαύστως μακαρίζομεν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα·
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β΄ 1 - 11 )
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη ; Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν ; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 1 - 10 )
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδ’ οὐ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄.
Δεῦτε φιλοσίων συστήματα Δανιὴλ ἐπαινέσωμεν, τὸν εὐάρεστον Θεῷ γενόμενον Ἀθωνίτην πατέρα, ἀσκήσει συντόνῳ τῶν ἀρετῶν ἀναβάντα κλίμακα, καὶ καταντήσαντα εἰς ἐπάλξεις πόλου παμφώτους, ἐν εὐλαβείᾳ κραυγάζοντες· Ἀρσενίου τοῦ ἐν Πάρῳ Ὁσίου, διδάσκαλε θεόπνευστε, ὁ στηρίξας πολλοὺς ἐν τῇ ὀρθῇ πίστει σῷ παραδείγματι, στήριξον ἡμᾶς ἐν τῇ εὐσεβείᾳ, εὐχαῖς σου πρὸς Κύριον τὸν φιλάγαθον.
Ἦχος β΄.
Ἡγιασμένον τῆς Ζαγορᾶς ἐκβλάστημα, Ἀθωνιτῶν Πατέρων σεμνολόγημα, καὶ τιμαλφὲς τῆς εὐσεβείας διάδημα, Δανιὴλ πανθαύμαστον τιμήσωμεν, ὡς νεολαμπῶν Ὁσίων φρυκτώρημα οὕτω λέγοντες· Πατρῴων παραδόσεων ὑπέρμαχε, ὁ ἀπλανῶς ποδηγετήσας Ἀρσένιον πρὸς θέωσιν, καὶ τοὺς σοὶ προστρέχοντας πρὸς ἀρετῆς ὁλοκλήρωσιν, ἴθυνον ἡμᾶς πρὸς ἐπίγνωσιν καὶ μετάνοιαν, τοὺς εὐλαβῶς τιμῶντας τὴν μνήμην σου.
Ἦχος γ΄.
Τὸν πεφωτισμένον καὶ ἡγιασμένον ἀσκητὴν τοῦ Ἄθωνος, μεταλαμπαδεύσαντα ἐν Πεντέλῃ καὶ Κυκλάδας, τὸ φῶς τῆς τῶν πατρικῶν παραδόσεων τηρήσεως, Δανιὴλ εὐφημήσωμεν, ὡς εὐσεβείας φωστῆρα ψάλλοντες· Ὁ τηρήσας ἀνόθευτον τὴν παρακαταθήκην τῆς πίστεως,καὶ διδάξας πάντας ἄχρι τέλους ἐμπράκτως τὴν ἀλήθειαν, ἐπόπτευε οὐρανόθεν τοὺς ἀνυμνοῦντάς σε, καὶ τιμῶντας ἐκθύμως τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος δ΄.
Εὐλογημένε καὶ ἀπλανέστατε ὁδηγὲ Ἀρσενίου τοῦ Ὁσίου, ὁ αὐτὸν ἐκ τῆς Σχολῆς τῆς Σμύρνης σὺν σοὶ εἰς Ἄθωνα ὁδηγήσας, καὶ ἐξ αὐτοῦ εἰς ὄρος τῶν Ἀμώμων καὶ Κυκλάδας νήσους, ἀξίως δεδόξασαι ὡς σοφίας σκεῦος πολυτίμητον· ὅθεν τὴν μνήμην σου σήμερον ἑορτάζοντες, καὶ ὡς ἰσάγγελον βροτόν σε μεγαλύνοντες, τὰς θεοπειθεῖς εὐχάς σου ἀπεκδεχόμεθα.
Δόξα. Ἦχος ὁ αὐτός.
Ὡς ποιήσαντα καὶ διδάξαντα, Δανιὴλ τὸν ἐκ Ζαγορᾶς ὁρμώμενον ὁσιώτατον Ἀθωνίτην, ὀφείλομεν πάντες ὡς μέγαν ὑμνῆσαι, καὶ τοῖς ἄνθεσι τῶν ὕμνων καταστέψαι, αὐτοῦ μνήμην τὴν ἀεισέβαστον λέγοντες· Ὁ τοῦ Ἀρσενίου τοῦ ἐν Πάρῳ θαυματουργοῦ Ὁσίου ὑφηγήτωρ, καὶ τῶν πατρῴων παραδόσεων τηρητὴς καὶ διδάσκαλος, ἕλκυσον εὐχαῖς σου πρὸς σωτηρίας ἐπάλξεις, τοὺς τιμῶντας ἀγωγήν σου τὴν ἄσπιλον καὶ θεάρεστον.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν Παναγίαν Παρθένον ἁγνήν, ἐξ ἧς ἀῤῥήτως προῆλθε, σαρκωθεὶς ὁ Λόγος τοῦ Πατρός, κράζοντες καὶ λέγοντες· Εὐλογημένη σὺ ἐν γυναιξί, μακαρία ἡ γαστήρ, ἡ χωρήσασα Χριστόν. Αὐτοῦ ταῖς ἁγίαις χερσί, τὴν ψυχὴν παραθεμένη, πρέσβευε ἄχραντε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις, πανευλαβὲς Δανιήλ, φιλοκαλίας τιμαλφὲς ἐνδιαίτημα, Ὁσίων Πατέρων εὖχος, Ἀθωνιτῶν καὶ λαμπρόν, Ἐκκλησίας γέρας, παναοίδιμε, κινήματος στήριγμα, Κολλυβάδων ἀσάλευτον, εὐχῆς ἀόκνου, ἐργαστήριον πάνσεπτον, ἐγκαλλώπισμα, ἱερώτατον νήψεως, σκεῦος τῆς Θείας Χάριτος, διδάσκαλε πάνσοφε, τοῦ θεαυγοῦς Ἀρσενίου, καὶ πάντων τῶν προσιόντων σοι, ἐν Πάρῳ Πεντέλῃ, Φολεγάνδρῳ καὶ Σικίνῳ, θεοφορούμενε.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, θεοειδὲς Δανιήλ, τῆς Ζαγορᾶς Πηλίου πάνσεπτον βλάστημα, κιννάμωμον πανευῶδες, Ἄθωνος ὄρους σεπτοῦ, ὁ τῇ εὐωδίᾳ, σοῦ φρονήματος, ὀρθοῦ πάτερ Ὅσιε, καθηδύνας τὰ σύμπαντα, καὶ δυσωδίαν , ἀπελάσας σοῖς ῥήμασι, τῶν ἑκάστοτε, προστρεχόντων σῇ χάριτι· χαίροις, ὁ νουθεσίαις σου, Ἀρσένιον Ὅσιον, ἰθύνας πρὸς ἀπαθείας, σκηνὰς καὶ γνῶσιν τὴν σῴζουσαν, τῆς Πάρου προστάτην, θεῖον φύλακα καὶ ῥύστην, ἐν περιστάσεσι.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Μνήμην τὴν σὴν σεπτὴν Δανιήλ, ἐν Ζαγορᾷ ἐπιτελοῦντες πανόσιε, ἐν ᾗ φῶς ἡλίου εἶδες, καὶ ἐν πανσέπτῳ Μονῇ, τοῦ Χριστοῦ ἐν Δάσει, Πάρου κάραν σου, ἐχούσῃ ὡς πάντιμον, θησαυρὸν εὐφημοῦμέν σου, τὰς ἀριστείας, καὶ τὰς σὰς ἐκδεχόμενοι, πρὸς τὸν Ὕψιστον, ἱκεσίας κραυγάζομεν· Πέμψον ἡμῖν τὴν χάριν σου, τοῖς σὲ μεγαλύνουσι, καὶ ἐν τῇ πίστει ἱκέτας, τοὺς διαθέρμους σου στήριξον, ἡμῶν τῶν Πατέρων,, τῇ ὀρθῇ δι’ ἣν προθύμως, πάτερ ἠγώνισαι.
Δόξα. Ἦχος πλ. δ΄.
Ἱεροπρεπέστατε Δανιὴλ ἀξιομακάριστε, ὁ τὸν δόλιχον καλῶς διανύσας τοῦ παρόντος βίου, καὶ δι’ ἀγῶνος συντόνου καταντήσας εἰς θέωσιν, λαμπρῶν ἔτυχες δωμάτων ἐν πόλῳ δόξης ὡς ἰσάγγελος· ὅθεν χάριν εὑρὼν ὡς διδάσκαλος τῆς εὐσεβείας, ἄχρι τέλους ὑπὲρ αὐτῆς ἀγωνισάμενος, Κυρίῳ ἀδιαλείπτως πρεσβεύειν, μὴ παύσῃ Αὐτὸν ἱκετεύων, ὑπὲρ τῶν ἐκθύμως τιμώντων, τὴν μακαρίαν σου κοίμησιν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ'
Πιστούμενος Ἰησοῦς, ὁ Υἱός σου Θεοτόκε καὶ Θεὸς ἡμῶν, τὰς δύο φύσεις αὐτοῦ, ὡς μὲν ἄνθρωπος θνῄσκει, ὡς δὲ Θεὸς ἐξανίσταται, καὶ σὲ Θεομῆτορ, νόμῳ φύσεως θανεῖν εὐδόκησεν, ἵνα μὴ τοῖς ἀπίστοις, φαντασία νομισθῇ ἢ οἰκονομία. Μετέβης δὲ πρὸς οὐρανοὺς ἡ ἐπουράνιος νύμφη, ὡς ἐκ παστοῦ τοῦ σκήνους σου, γῆθεν ἀπάρασα. Ἡγιάσθη ὁ αἰθὴρ ἐν τῇ ἀνόδῳ σου, ὡς ἐφωτίσθη ἡ γῆ ἐν τῷ τόκῳ σου. Προπέμπουσιν Ἀπόστολοι, καὶ Ἄγγελοι ὑποδέχονται· ὅθεν κηδεύσαντες τὸ πανάχραντον σῶμά σου, καὶ ἐπιτάφιον ὕμνον ἐξᾴδοντες, μετάρσιον ἔβλεπον, καὶ φόβῳ ἔλεγον· Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου· αὐτὸς γὰρ ἐν μέσῳ σου, καὶ οὐ σαλευθήσῃ. Ἀλλ' ὧ πολυΰμνητε Κόρη, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα· ἡμεῖς γὰρ λαός σου, καὶ πρόβατα νομῆς σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα, αἰτούμενοι διὰ σοῦ σωτηρίαν, καὶ μέγα ἔλεος.
Νῦν ἀπολύεις.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Κολλυβάδων Ὁσίων Πατέρων σέμνωμα, φῶς κατιδόντα ἀρτίως, ἡλίου ἐν Ζαγορᾷ, Δανιὴλ πνευματοφόρον εὐφημήσωμεν, σκεῦος ὡς Χάριτος σεπτόν, εὐσεβείας ἐραστήν, καὶ στῦλον ὀρθοπραξίας, ὑπὲρ ἡμῶν δυσωποῦντα, θερμῶς Θεὸν τὸν πανευΐλατον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α΄ Στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ὁσίων ἀσκητῶν, Δανιὴλ κοσμιότης, σεπτῶν Ἀθωνιτῶν, νεοπύρσευτον φέγγος, ἀστὴρ παμφαέστατε, Ζαγορᾶς καὶ θεόφωτον, Πάρου αὔγασμα, ἀσκητικῆς ἀγωγῆς σου, κατεφώτισας, καὶ φιλοκάλου σου βίου, τοῦ κόσμου τὰ πέρατα.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.
Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Διδάσκαλε πάνσοφε, θεοειδὲς Δανιήλ, Πηλίου ἐκβλάστημα, καὶ Ζαγορᾶς καλλονή, τοῦ κλέους ἀσκήσεως, ἔμφρονος Ἀρσενίου, τοῦ ἐν Πάρῳ ἀρτίως, λάμψαντος θαυμασίων, ξενοτρόπων ἀκτῖσιν, ἐφώτισας τὸν κόσμον βολαῖς, φιλοκαλίας σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Κελεύσει τοῦ Κτίστου σου, τοῦ γεννηθέντος ἐκ σοῦ, νεφέλῃ συνήθροισας τοὺς Ἀποστόλους τὴν σήν, ἰδέσθαι Μετάστασιν· ὅθεν καὶ μετὰ δόξης, καὶ πολλῆς εὐφροσύνης, ἐκήδευσαν ἀνυμνοῦντες, τὸ πανάχραντον σῶμα, τῆς σῆς μακαριότητος, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.
Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Σοφίας σκήνωμα, εὐχῆς καὶ νήψεως, ἔμπνουν θησαύρισμα, ἐγκωμιάσωμεν, ὡς ταπεινώσεως πυρσὸν καὶ φάρον Ὀρθοδοξίας, Δανιὴλ φιλόκαλον ἀσκητὴν τὸν διδάσκαλον, Ἀρσενίου μάκαρος τοῦ ἐν Πάρῳ ἐκλάμψαντος, τοῖς θαύμασι βλαστοῦ τῆς εὐάνδρου κώμης τῆς Ζαγορᾶς Πηλίου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν τῇ Γεννήσει σου, σύλληψις ἄσπορος, ἐν τῇ Κοιμήσει σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα; πῶς δὲ ἡ μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Εἶτα, τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον· Ὁσιακόν (Λουκ. στ΄ 17 - 23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ζήτει τῇ Παρασκευῇ τῆς Β΄ Ἑβδομάδος.
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον,...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον....
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Δεῦτε φιλοσίων οἱ δῆμοι, εὐλαβῶς συνελθόντες τιμήσωμεν σήμερον, Δανιὴλ τῆς ἐνδόξου τῶν Κολλυβάδων Πατέρων χορείας γέρας, ὡς νομίμως ἀγωνισάμενον καὶ ἀξίως θεόθεν στεφανωθέντα, ἐν κατανύξει λέγοντες· Πανσεβάσμιε πάτερ ὁ εὐχαῖς σου γῆν καὶ οὐρανὸν συνενώσας, δεήθητι ὡς οὐρανοπολίτης τοῦ Κυρίου, ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.
Εἶτα ὁ Κανὼν τῆς Ἑορτῆς, καὶ τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς: Δανιὴλ Ὁσίου, Ζαγορᾶς γόνου, ἐγκώμιον. Χ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Δρομέα τὸν τάχιστον, τῆς ἀρετῆς κατακτήσεως, ἐκθύμως τιμήσωμεν, νῦν Δανιὴλ Ζαγορᾶς, τὸ ἐκβλάστημα, καὶ Φολεγάνδρου κρίνον, ἡδὺ προερχόμενον, ὄρους ἐξ Ἄθωνος.
Ἀξίως ὑμνοῦμέν σε, ὡς τοῦ Χριστοῦ φίλον γνήσιον, κονίστραν ποιήσαντα, ἀσκητικῶν Δανιήλ, πόνων Ἄθωνα, ἐν ᾧ τὸν παλαμναῖον, συντόνοις παλαίσμασιν, ἄρτι ἐπύκτευσας.
Ναὲ ταπεινώσεως, καὶ ἐγρηγόρσεως τέμενος, ἐκόσμησας Ἄθωνα τὸν ἱερὸν Δανιήλ, καὶ ὡράϊσας, λαμπρῶς Ὀρθοδοξίαν, πατρῴων ὑπέρμαχος, ὡς παραδόσεων.
Θεοτοκίον.
Ἱκάνωσον δούλους σου, εὖ ἐσαεὶ ἀγωνίζεσθαι, τοὺς σὲ μακαρίζοντας, Θεογεννῆτορ σεμνή, καὶ δοξάζοντας, τὸν ἄχραντόν σου Τόκον, εὐτάκτοις μελίσμασι, Μῆτερ πανάχραντε.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ἡγίασεν Ὕψιστος τὰς τρίβους, τῆς σῆς ἀκραιφνοῦς διαγωγῆς, ἡσυχαστῶν καλλώπισμα, Ὀρθοδοξίας σέμνωμα, ὦ Δανιὴλ, καὶ πρόμαχε, τῶν ἱερῶν παραδόσεων.
Λαμπρύνεις ἀγωνιστῶν χορείας, θεόσοφε πάτερ Δανιήλ, ἀκτῖσιν ἐνασκήσεως, στεῤῥᾶς σου ταπεινώσεως, σοφίας καὶ συνέσεως, Ἁγιορείτης ὡς πάντιμος.
Ὁδὸν ὑποδείξας Ἀρσενίῳ, ἀπάγουσαν πάτερ Δανιήλ, πρὸς οὐρανῶν σκηνώματα, τῷ εὐπειθεῖ καὶ σώφρονι, χειραγωγὸς ὡς ἄριστος, αὐτῷ συγχαίρεις ἀείποτε.
Θεοτοκίον.
Σὴν χάριν αἰτούμεθα Παρθένε, ἁπάντων βροτῶν καταφυγή, καὶ προστασίαν ἄγρυπνον, Θεογεννῆτορ Δέσποινα, ἡ δυσωποῦσα Τόκον σου, ὑπὲρ ἡμῶν τὸν πανάγιον.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ὑφηγήτορα τῆς ἐγκρατείας, ταπεινώσεως εὐχῆς ἀόκνου, καὶ δογμάτων τῶν πατρῴων τηρήσεως, ἡσυχαστὴν Δανιὴλ εὐφημήσωμεν, ὡς Ἀρσενίου Ὁσίου διδάσκαλον, καὶ ἀπύθμενον σοφίας ἐνθέου πέλαγος αὐτοῦ θεοπειθεῖς εὐχὰς αἰτούμενοι.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός. Τὴν ὡραιότητα.
Νεοφανέντος σου, τῇ οἰκουμένῃ σοφέ, καὶ πλουτισθέντος σου, ταῖς θεϊκαῖς ἀρεταῖς, λελαμπρυσμένος φωστὴρ ἀναπεφάνθης· ὅθεν ὡς στερέωμα, Ἐκκλησίας τεθέντα σε, ᾄσμασι γεραίρομεν, ὡς ἀστράπτοντα χάρισι· διὸ καὶ σὲ προστάτην πλουτοῦντες, ὕμνοις τὴν σὴν τιμῶμεν μνήμην.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἰθυντὴρ Ὁσίου πέλων, Ἀρσενίου θεόσοφος, Δανιὴλ πρὸς τρίβους, ἀρετῆς σεπτὲ τελειώσεως, μοναδικῆς ἀγωγῆς αὐτὸν ἀνέδειξας, λύχνον πάμφωτον, διὰ συντόνου ἀσκήσεως.
Ὁσιότητος πυξίον, Δανιὴλ καθωράϊσας, βίῳ σου ἀμέμπτῳ, καὶ ὀρθῷ φρονήματι πίστεως, τῶν Κολλυβάδων Πατέρων τὴν ὁμήγυριν, ὧν ἐζήλωσας, ἀγῶνα τὸν ἱερώτατον.
Ὑμνῳδίαις σε τιμῶμεν, Δανιὴλ ἀξιάγαστε, οἰκιστὴν Πεντέλης, Μάνδρας ἱερὸν χρηματίσαντα, καὶ ἁγιάσαντα Σίκινον, Φολέγανδρον, θείοις πόνοις σου, καὶ Πάρον, πάτερ θειότατε.
Θεοτοκίον.
Ζόφον τάχος ἀγνωσίας, καὶ παθῶν ἀποδίωξον, ἐκ τῶν σὲ τιμώντων, Κεχαριτωμένη θεόνυμφε, καὶ ἐξανάτειλον πᾶσι φέγγος γνώσεως, τοῦ Παντάνακτος, Θεοῦ καὶ Τόκου πανσέπτου σου.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἀσκήσει τὴν κλίμακα, ἀνῆλθες πάτερ Ὅσιε, ἀρετῆς ἀπάγουσαν πρὸς πόλου, λαμπρὰς ἐπάλξεις, θεοειδὲς Δανιήλ, σοφῶς ἡσυχίαν ὁ φιλῶν, νήφων προσευχόμενος, καὶ τὴν σάρκα τηκόμενος.
Γαυρίαμα ὄφεως, τοῦ βδελυροῦ ἐπάτησας, πόνοις Δανιὴλ σεπτέ, συντόνοις, χαμαικοιτίᾳ, νηστείᾳ τε σιωπῇ, εὐχῇ ἀσιγήτῳ καὶ Χριστοῦ, ἀκριβείᾳ πίστεως, καὶ τῶν νόμων τηρήσεως.
Ὁρόσημον τίμιον, πατρῴων παραδόσεων, Δανιὴλ Ὁσίου Ἀρσενίου, τοῦ ἐν τῇ Πάρῳ, ὁ ἀπλανὴς ὁδηγός, κατέλιπες Ἄθωνα ταχύ, μετ’ αὐτοῦ πρὸς ἔριδος, ψυχοφθόρου κατάπαυσιν.
Θεοτοκίον.
Ῥανίδας ἀπόσμηξον, ἡμῶν δακρύων Δέσποινα, μάκτρῳ ἀντιλήψεώς σου θείας, Θεογεννῆτορ, ἡ συμπαθοῦσα ἀεί, τὸ γένος ἡμῶν, τῶν εἰς Χριστόν, πιστευόντων ἄχραντε, τὸν πανίερον Τόκον σου.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἀῤῥεύστων πάντων ἐζήλωσας, θεόφρον Δανιήλ, καὶ ἐμίσησας, βίου τὰ πρόσκαιρα· διὸ καὶ ὤφθης ἰσότιμος, Ἀγγέλων ἀσωμάτων, καὶ ἰσοστάσιος.
Σοφίας πέλων ἀνάπλεως, τῆς θείας Δανιὴλ μάκαρ πέφηνας, ἄριστος Ὅσιε, τοῦ Ἀρσενίου διδάσκαλος, ἐν Πάρῳ θαυμασίοις, ἄρτι ἐκλάμψαντος.
Γλυκὺς ὁ φθόγγος χειλέων σου, καθήδυνε πιστοὺς προσιόντας σοι, πάτερ ἰσάγγελε, ὦ Δανιήλ εἰς Φολέγανδρον, καὶ Σίκινον καὶ Πάρον, πανοσιώτατε.
Θεοτοκίον.
Ὁδήγει πάντας ἱκέτας σου, σεμνὴ πρὸς ἀρετῆς ὁλοκλήρωσιν, Θεογεννήτρια, τοῦ Δανιὴλ ἀναμέλποντας, ἀσκήσεως καμάτους, τοῦ οὐρανόφρονος.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Πνευματοφόρον Δανιὴλ ἐγκωμιάσωμεν, ὡς ἀσκητὴν Ἁγίου Ὄρους τὸν φιλόκαλον, ἀτραποῖς ἀκολουθήσαντα Κολλυβάδων, καὶ Πεντέλης Μάνδραν Σίκινον Φολέγανδρον, ἅμα Πάρον ἁγιάσαντα ἀσκήσεσι θείοις κράζοντες· Χαίροις Πάτερ θεόσοφε.
Ὁ Οἶκος.
Ἄγγελος ἀνεδείχθης, Δανιὴλ Ἀθωνῖτα, φωτόλαμπρος ἀσκήσει συντόνῳ, καὶ ἀγῶσιν ὑπὲρ τῆς ὀρθῆς, πάτερ δοξασίας, ἱερὸν σέμνωμα, εὐχῆς καὶ ταπεινώσεως· διό σοι εὐλαβῶς βοῶμεν·
Χαῖρε, τὸ βλάστημα τοῦ Πηλίου·
χαῖρε, τὸ σύντριμμα τοῦ δολίου.
Χαῖρε, Ζαγορᾶς πανευώδης ὑάκινθος·
χαῖρε, γεραρᾶς ἐνασκήσεως πρόβολος.
Χαῖρε, γέρας πολυτίμητον ἐγκρατείας καὶ εὐχῆς·
χαῖρε, κέρας ὑπερθαύμαστον θεαρέστου ἀγωγῆς.
Χαῖρε, τοῦ Ἀρσενίου ὁδηγὸς τοῦ Ὁσίου·
χαῖρε, τοῦ εὐϊλάτου μιμητὴς Θεοῦ Λόγου.
Χαῖρε, Κυκλάδων νήσων διδάσκαλος·
χαῖρε, πατρῴων νόμων ὑπέρμαχος·
Χαῖρε, λαμπὰς νεαυγὴς εὐσεβείας·
χαῖρε, ψεκὰς ἄκρας σκληραγωγίας·
Χαίροις, Πάτερ θεόσοφε.
Συναξάριον.
Τῇ ΙΘ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Δανιὴλ τοῦ Ἁγιορείτου, ἐκ Ζαγορᾶς Πηλίου.
Ὁ Ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν Δανιὴλ ὡς ἀστὴρ νεόφωτος ἀνέτειλεν ἐν τῷ τῆς Ὀρθοδοξίας στερεώματι. Σεμνύνεται διὰ τὰ σπάργανα αὐτοῦ ἡ περίβλεπτος τῆς Ζαγορᾶς τοῦ Πηλίου κώμη καὶ ἡ Ἐκκλησία τοῦ Χριστοῦ διὰ τοὺς σεπτοὺς αὐτοῦ ἀγῶνας πρὸς τήρησιν τῶν πατρῴων δογμάτων καὶ παραδόσεων.
Διακριθεὶς ὁ Ὅσιος ὡς πνευματικὸς πατὴρ ἐν Ἄθωνι μετεκλήθη εἰς Σμύρνην ὑπὸ τοῦ ἐκεῖ Σχολάρχου, ἱερομονάχου Γρηγορίου Σαράφη, πρὸς πνευματικὴν τῶν μαθητῶν στήριξιν καὶ ποδηγεσίαν. Γνωρίσας ἐν Σμύρνῃ τὸν ἐξ Ἠπείρου μαθητὴν Ἀθανάσιον, μετέπειτα ὁσιώτατον Ἀρσένιον, εἵλκυσεν αὐτὸν εἰς Ἄθωνα. Φιλόκαλος ὢν καὶ ὑπέρμαχος τοῦ κινήματος τῶν Κολλυβάδων ὑπέστη ἀνελέητον διωγμὸν καὶ μετὰ τοῦ ὑποτακτικοῦ αὐτοῦ Ἀρσενίου κατέφυγεν εἰς τὴν Μονὴν τῆς Πεντέλης καὶ χάριν περισσοτέρας ἡσυχίας εἰς τὴν Μονὴν Λογγοβάρδας, τῆς ἐν Πάρῳ, πρῶτον καὶ εἶτα εἰς Σίκινον καὶ Φολέγανδρον, ἐν ᾗ καὶ ὁσιακῶς τὸ ζῇν ἐξεμέτρησε. Τὴν τιμίαν αὐτοῦ κάραν μετὰ τὴν γενομένην ἀνακομιδὴν τῶν πανσέπτων αὐτοῦ λεψάνων ὁ Ὅσιος Ἀρσένιος μετεκόμισεν εἰς τὴν Μονὴν τοῦ Χριστοῦ ἐν Δάσει τῆς Πάρου, ἐν ᾗ αὐτὸς θεοφιλῶς ἠσκεῖτο. Ἐν αὐτῇ ἄχρι τοῦδε αὕτη θησαυρίζεται πρόξενος οὖσα πολλῶν θαυμασίων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Νέος πίστεως, κοσμήτωρ ἀναδέδειξαι, πάτερ παγκόσμιε, θεοειδὲς Δανιήλ, προφήτου ὁμώνυμε, τοῦ δι’ εὐσέβειαν, ὑπομείναντος, ἀνόσιον ἀπόῤῥιψιν, εἰς τὸν λάκκον τῶν λεόντων.
Ὄλβε πίστεως, καὶ θησαυρὲ ἀσύλητε, σεπτῆς τηρήσεως νόμων ὀρθῶν Δανιήλ, ἐν ἔτεσιν ἔριδος, πικρᾶς κατέλιπες, ὄρος Ἄθωνος, καὶ σὺν Ὁσίῳ ᾤκησας, Ἀρσενίῳ εἰς Κυκλάδας.
Ὕμνοις ἅπαντες, τῆς Ζαγορᾶς οἰκήτορες, τὴν θείαν μνήμην σου καὶ ἱερὰν Δανιήλ, τελοῦντες ὡς πρόμαχον, ἐγκωμιάζομεν, τοῦ κινήματος, τῶν Κολλυβάδων Ὅσιε, πνευματέμφορε Πατέρων.
Θεοτοκίον.
Εὐσυμπάθητε, Παρθένε μακαρίζομεν, σὲ ὡς ἀχείμαστον, λιμένα καὶ γαληνόν, ἐν βίου τοῖς κλύδωσι, Θεογεννήτρια, Μῆτερ ἄχραντε, καὶ ὅρμον ὡς πανεύδιον, ἐν ταῖς ζάλαις Παναγία.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Γέρας ἐναρέτου πολιτείας, ἀκρότης τῶν Ὀρθοδόξων παραδόσεων, εὐλαβοῦς τηρήσεως, Δανιὴλ πανθαύμαστε, Κυκλάδων νήσων πέφηνας, καθαγιάσεως, κρουνὸς καὶ ἐξαιρέτως τῆς Πάρου, κάραν σου τὴν θείαν, ὡς ὄλβον κατεχούσης.
Κύμινον εὐῶδες ἀπαθείας, καθήδυνας Δανιὴλ ὀδμαῖς ῥημάτων σου, τοὺς οἰκοῦντας Ὅσιε, Σίκινον Φολέγανδρον, καὶ Πάρον, πνευματέμφορε, ὄντως διδάσκαλε, ἐνθέου Ἀρσενίου οὗ θήκη, ἔχει τῶν λειψάνων, Σεμνεῖον ἐν τῷ Δάσει.
Ὤφθης μονοτρόπων κοσμιότης, Κυρίλλου τοῦ ἐν τῇ Πάρῳ ἰσοστάσιος, καὶ ὁμόφρων Ὅσιε, Δανιὴλ διάκοσμε, τῶν φιλοκάλων πάντιμε, Πατέρων ἅπασαν, τὴν κτίσιν ἄρτι ὡραϊσάντων, λόγοις τε καὶ τρόποις, διαγωγῆς ἀμέμπτου.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ Ὑψίστου Λόγου, ὡς ὅρμον θαλαττευόντων ἀκλυδώνιστον, ἐν πελάγει ἄχραντε, βίου ἀνυμνοῦντές σε, ἐν πίστει καταφεύγομεν, ταῖς ἱκεσίαις σου, πρὸς Τόκον σου τὸν θεῖον Παρθένε, Κεχαριτωμένη, λιμὴν πιστῶν εἰρήνης.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἴθυνας σοφῶς, Ἀρσένιον Ὅσιον, ὅνπερ παρέλαβες, ἔφηβον πρὸς θέωσιν, ἐκ τοῦ σχολείου, τῆς Σμύρνης πάνσοφε, ὃν Πάρος ἔχει φύλακα, καὶ ἀντιλήπτορα, θεῖον πάτερ, Δανιὴλ πανθαύμαστε, Κολλυβάδων Πατέρων καλλώπισμα.
Ὅσιε Χριστοῦ, εὐχῆς ἐνδιαίτημα, καὶ ταπεινώσεως, μέλαθρον φωτόλαμπρον, σεμνοῦ ἀγῶνος, κανὼν εὐθύτατε, διὰ τῆς θείας πίστεως ἡμῶν ἀκρίβειαν, τῷ Κυρίῳ, ἀγωγῇ ἀμέμπτῳ σου, Δανιὴλ ἱερὲ εὐηρέστησας.
Νέος Δανιήλ, διάκοσμος πίστεως, ἀρτίως πέφηνας, ὡραΐσας Ἄθωνα, Πεντέλην Πάρον, θεόφρον Σίκινον, καὶ εὐκλεῆ Φολέγανδρον, ἣν καθηγίασας, σοῦ τῷ τάφῳ, τῷ σεπτῷ διδάσκαλε, Ἀρσενίου πελάγους τῆς χάριτος.
Θεοτοκίον.
Χαῖρε ἀρωγέ, πιστῶς προστρεχόντων σοι, Θεογεννήτρια, βοηθὲ ἀνύστακτε, καὶ ἀντιλῆπτορ, πιστῶν ἀείποτε, εὐλογημένη Δέσποινα, τοῦ κόσμου στήριγμα, ἐν κινδύνοις, Μῆτερ ἀδιάσειστον, καὶ θερμὸν ἐν δεινοῖς καταφύγιον.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Φιλοκαλίας ἔρεισμα, πατρῴων παραδόσεων, στῦλε ἀσάλευτε πάτερ, καὶ θεαρέστου ἀγῶνος, θεμέλιον ἠγώνισαι, ὑπὲρ σεπτῆς τηρήσεως, τῶν νόμων θεοτίμητε, Ὁσίων νέων Πατέρων, ὦ Δανιὴλ κοσμιότης.
Καὶ τῆς Ἑορτῆς. Ἦχος γ'
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος!
Ἄστρον προσευχῆς νεόφωτον, θεοειδὲς Δανιήλ, Ζαγορᾶς θεῖον βλάστημα, Ἐκκλησίας σέμνωμα, καὶ πατέρων ὡράϊσμα, τῶν φιλοκάλων, ὄντως ηὐτρέπισας, τῇ ἀγωγῇ σου, ὄρος τοῦ Ἄθωνος, καὶ νήσου Ὅσιε, τῶν Κυκλάδων πάνσοφος, ὑφηγητής, ἀρετῆς ὧν πέφηνας, φρουρὸς καὶ ἔφορος.
Πάτερ Δανιὴλ σεμνύνεται, σπαργάνοις σοῖς Ζαγορά, Ἄθως τῇ ἐνασκήσει σου, Κολλυβάδων ὅμιλος, νυχθημέροις ἀγῶσί σου, καὶ Ἐκκλησία, Χριστοῦ ἀμέμπτῳ σου, βίῳ τρισμάκαρ, πατέρων σέμνωμα, ὁ τὴν ἀκρίβειαν, ἀμωμήτου πίστεως ἡμῶν καλῶς, ἐν ἐσχάτοις ἔτεσι, τηρήσας ἄριστα.
Πάτερ Δανιὴλ διδάσκαλε, καὶ ὑφηγῆτορ σοφέ, Ἀρσενίου τοῦ μάκαρος, Πάρου ἀντιλήπτορος, καὶ ταχέος ἀκέστορος, τιμίαν κάραν, κατασπαζόμενοι, τὴν σὴν ἐν Μάνδρᾳ, Μεταμορφώσεως, τοῦ Παντοκράτορος, Ἰησοῦ πληρούμεθα χαρᾶς πολλῆς, ῥώμης καὶ δυνάμεως, ἄμφω πανύμνητε.
Μνήμην Δανιὴλ τὴν θείαν σου, καὶ ἱερὰν εὐλαβῶς, ἑορτάζοντες σήμερον, ἐν κλεινῇ πατρίδι σου, Ζαγορᾷ πάτερ Ὅσιε, ἐπευφημοῦμεν, σεπτοὺς καμάτους σου, τοὺς νυχθημέρους, διὰ τὴν τήρησιν, νόμων τῆς πίστεως, τῶν ὀρθῶν καὶ ψάλλομεν, ᾠδαῖς λαμπραῖς, σοῦ τὰ κατορθώματα, τὰ ὑπὲρ ἔννοιαν.
Δόξα. Ἦχος πλ. α΄.
Τὸν τοῦ Ὁσίου Ἀρσενίου ἀλείπτην καὶ διδάσκαλον, δι’ οὗ Ζαγορὰ σεμνύνεται σπαργάνοις, Ἄθως ἀγωγῇ ἰσαγγέλῳ, ὁσιακῇ τελευτῇ Φολέγανδρος, καὶ Πάρος τῇ αὐτοῦ χαριτοβρύτῳ κάρᾳ, ἐν κατανύξει τιμήσωμεν κράζοντες· Ὁ κανὼν τῆς ἀκριβείας τῆς πίστεως, καὶ ὁ γνώμων τῆς εὐσεβείας, τηρητὰς ἡμᾶς ἀνάδειξον τοῦ πατρῴου δόγματος, καὶ σῶσον ἐκ θανάτου εὐχαῖς σου , τὰς ψυχὰς τῶν σπευδόντων σῇ χάριτι.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾌσατε
λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὐτῆς, εἰς
τὰς ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν, ᾧ καὶ
πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Xαίροις πάτερ Ὅσιε Δανιήλ, Ζαγορᾶς εὐάνδρου, θεῖον βλάστημα καὶ σεπτόν, εὐσεβείας γέρας, ὑπὲρ αὐτῆς προθύμως, ὁ ἐν ἐσχάτοις χρόνοις, ἀγωνισάμενος.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Φιλοκαλίας ἐραστὴν εὐσχημόνως, καὶ παραδόσεων πατρῴων πυξίον,
ἀσκήσεως καλλώπισμα λαμπρὸν Δανιήλ, ἔνθεον διδάσκαλον Ἀρσενίου Ὁσίου, νήσους ἁγιάσαντα τῶν Κυκλάδων ἀρτίως, ὡς Ζαγορᾶς θειότατον βλαστόν, καὶ θεῖον πρέσβυν πιστῶν εὐφημήσωμεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Δανιήλ, εὐσεβείας κέρας, εὐλόγει με. Χ.Μ.Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυνάμει δεήσεων Δανιήλ, τῶν σῶν ἀσιγήτων, πρὸς τὸν Ὕψιστον ἀσκητά, θεράπευσον πάσας ἀσθενείας, σαρκὸς ἡμῶν σε τιμώντων καὶ πνεύματος.
Ἀσκήσας ὡς ἄγγελος Δανιήλ,, διώξεις ὑπέστης, δι’ εὐσέβειαν ἐν καιροῖς, ἐσχάτοις ὁ χάριν οὐρανόθεν, εὑρὼν πιστοὺς περισκέπειν ἀείποτε.
Νικήτορας δεῖξον κατὰ παθῶν, τοὺς σὲ ἀνυμνοῦντας, πνευματέμφορε Δανιήλ, τὸν πλάνον νικήσαντα ἀσκήσει, καὶ ἀγωγῇ ἀμωμήτῳ, πανόσιε.
Θεοτοκίον.
Ἱλέωσαι Κύριον καὶ Θεόν, ἡμῖν Θεοτόκε, καταφεύγουσιν ἐν δεινοῖς, σῇ χάριτι Κεχαριτωμένη, Χριστιανῶν καταφύγιον Δέσποινα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡλιόφωτε πάτερ, τῆς Ζαγορᾶς αὔγασμα, Δανιὴλ τοῦ Ἄθωνος φέγγος, φωτολαμπέστατον, ζόφον ἡμῶν τῶν παθῶν, καὶ λογισμῶν τῶν ἀτάκτων, ἀστραπαῖς διάλυσον, σῶν παρακλήσεων.
Λυπηρῶν τὴν ὁμίχλην, καὶ συμφορῶν τάραχον, Δανιὴλ ἀπέλασον τάχος, θείαις πρεσβείαις σου, πρὸς τὸν Σωτῆρα Χριστόν, Αὐτοῦ ἐν τῷ Θαβωρίῳ, Ἀποστόλοις δείξαντα, δόξαν τὴν ἄῤῥητον.
Ἐκδυσώπει ἀπαύστως, τὸν Λυτρωτὴν Ὅσιε, δοῦναι Δανιὴλ σοῖς ἱκέταις, ἄμφω ὑγίειαν, θεοειδὲς ἀσκητά, τοῦ Ἀρσενίου ἀλεῖπτα, ἐν τῇ Πάρῳ λάμψαντος, ἄρτι τοῖς θαύμασι.
Θεοτοκίον.
Ὑμνηπόλων σου φύλαξ, Μῆτερ Θεοῦ ἄχραντε, Κεχαριτωμένη Παρθένε, θείαις ἐντεύξεσι, τοῦ θεαυγοῦς Δανιήλ, ῥῦσαι ἡμᾶς ἐπωδύνων, λυπηρῶν καὶ θλίψεων, σὲ μεγαλύνοντας.
Διάσωσον, ἐκ τῶν παγίδων τοῦ ὄφεως σοὺς ἱκέτας, πνευματέμφορε Δανιὴλ αὐτοῦ ὁ τὰ ἔνεδρα, πατήσας ἀσκήσει, εὐχῇ καὶ νήψει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Εὐχῆς νοερᾶς καὶ νήψεως ἀκρώρεια, σοφίας Θεοῦ παλάτιον ἱκέτευε, Δανιὴλ πανθαύμαστε, τὸν εὐΐλατον Κτίστην καὶ Κύριον, δοῦναι ἡμῖν τιμῶσί σε λαμπρῶς, ἰσχὺν ἄμφω, Ὅσιε, καὶ δύναμιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σῶσον πάντας ἐκ θλίψεων, Δανιὴλ τοὺς σπεύδοντας τῇ σῇ χάριτι, καὶ ὑμνοῦντας κατορθώματα, σοῦ τὰ ὑπὲρ λόγον τε καὶ ἔννοιαν.
Ἐπευλόγει ἱκέτας σου, Δανιὴλ ἐν Πάρῳ θεόφρον Ὅσιε, Φολεγάνδρῳ προσπιπτούσῃ σε, καὶ Σικίνῳ πάντοτε ἰσάγγελε.
Βοηθὸς ἴσθι τάχιστος, Δανιὴλ τοῖς πίστει ἀνευφημοῦσί σε, Ἀρσενίου ὡς διδάσκαλον, ἀπλανῆ Ὁσίου τοῦ παμμάκαρος.
Θεοτοκίον.
Ἐν τοῦ βίου στενώσεσι, πίστει καταφεύγομεν τῇ σῇ χάριτι, Θεοτόκε ἀειπάρθενε, Κεχαριτωμένη παμμακάριστε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἵλεων ἡμῖν, Δανιὴλ Χριστὸν ἀπέργασαι, τοῖς τιμῶσί σε ὡς μέγαν τηρητήν, παραδόσεων πατρῴων πάτερ Ὅσιε.
Αἴρων τὸν ζυγόν, τῶν διώξεων κατέλιπες, ὄρος Ἄθωνος ταχέως Δανιήλ, ἀρωγὲ ἡμῶν ἐν βίου ταῖς στενώσεσι.
Σκέδασον ἡμῶν, Δανιὴλ ἀχλὺν τῶν θλίψεων, καὶ πρὸς φέγγος καθοδήγησον χαρᾶς, τοὺς ἐκθύμως σε τιμῶντας ἐνθεώτατε.
Θεοτοκίον.
Κόπασον ἡμῶν, τῶν παθῶν Παρθένε τάραχον, ἱκεσίαις σου θερμαῖς πρὸς σὸν Υἱόν, Θεοῦ Λόγον τὸν φιλάνθρωπον καὶ εὔσπλαγχνον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Εὐκλείας με οὐρανῶν ἀξίωσον, Δανιὴλ τὸν ἀκλινῶς σε ὑμνοῦντα, ὡς Ζαγορᾶς εὐθαλέστατον γόνον, Ἁγίου Ὄρους στρουθίον φιλέρημον, καὶ Φολεγάνδρου οἰκιστήν, Ἀρσενίου Ὁσίου διδάσκαλε.
Ῥωννύμεθα πάντες ἱκεσίαις σου, Δανιὴλ πρὸς τὸν Θεοῦ Θεὸν Λόγον, τὸν διὰ σοῦ χριστωνύμων χορείαις, πάσαις δωρούμενον ἄμετρον ἔλεος, πνευματοφόρε ἀσκητά, φιλοκάλων πατέρων ὑπόδειγμα.
Ἀξίωσον, Δανιὴλ ἱκέτας σου, ἀπολαῦσαι χαρμονῆς οὐρανίου, τοὺς σὲ τιμῶντας ἀλείπτην ὡς θεῖον, τοῦ νεαυγοῦς Ἀρσενίου πρὸς θέωσιν,, καὶ ἐν τοῦ Δάσους τῇ Μονῇ, προσκυνοῦντας τὴν πάνσεπτον κάραν σου.
Θεοτοκίον.
Στενώσεων ἀλγεινῶν καὶ θλίψεων, ἀπολύτρωσαι τοὺς σὲ μελῳδοῦντας, Θεογεννῆτορ εἰς πάντας αἰῶνας, τοῦ Δανιὴλ ἱεραῖς παρακλήσεσι, καὶ ῥῦσαι πάντας συμφορῶν, ἀναγκῶν καὶ δεινῶν περιστάσεων.
Διάσωσον, ἐκ τῶν παγίδων τοῦ ὄφεως σοὺς ἱκέτας, πνευματέμφορε Δανιὴλ αὐτοῦ ὁ τὰ ἔνεδρα, πατήσας ἀσκήσει, εὐχῇ καὶ νήψει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῆς ταπεινώσεως ἔμψυχον σκήνωμα, καὶ προσευχῆς νοερᾶς ἐργαστήριον, ἐκ Ζαγορᾶς ἀσκητὴν τὸν ὁρμώμενον, πανευλαβῶς Δανιὴλ εὐφημήσωμεν, ὡς ἐν δεινοῖς εὐσεβῶν ἀντιλήπτορα.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με...
Ὅσιε πανθαύμαστε, τῆς ταπεινώσεως στῦλε, Δανιὴλ ἐκβλάστημα, Ζαγορᾶς θειότατον, ὄρους Ἄθωνος, ἀσκητὰ πάνσοφε, θεῖε ὑφηγῆτορ, Ἀρσενίου τοῦ παμμάκαρος, πρὸς ὁλοκλήρωσιν, ἀρετῆς ἐν Πάρῳ ἀσκήσαντος, καὶ σκήνωμα περίβλεπτον, ἀγωγῆς ἀμέμπτου ἱκέτευε, τὸν Θεὸν τῶν ὅλων, ὑψόθεν καταπέμψαι ὑετόν, ἡμῖν τοῖς σὲ μεγαλύνουσι, δαψιλῶς τῆς Χάριτος.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Εὐσυμπάθητε πάτερ, Δανιὴλ Φολεγάνδρου, οἰκῆτορ ἔνθεε, Σικίνου ἀντιλῆπτορ, καὶ Πάρου θεῖε φύλαξ, ἐκτενῶς καθικέτευε, σὺν Ἀρσενίῳ Χριστόν, ὑπὲρ τῶν ὑμνητῶν σου.
Ὑπερεύχου τῶν πίστει, Δανιὴλ εὐφημούντων, τὰ σὰ παλαίσματα, καὶ κόπους καὶ διώξεις, πρὸς τήρησιν πατρῴων, παραδόσεων Ὅσιε, ἄκμον στεῤῥὲ τοῦ χοροῦ, πατέρων Κολλυβάδων.
Λαμπηδὼν ἀπαθείας, ταπεινώσεως φάρε, φωστὴρ συνέσεως, καὶ προσευχῆς ἀόκνου, νεόφωτε λυχνία, Δανιὴλ ἀποδίωξον, χαμαιζηλίας παθῶν, ἡμῶν τὴν σκοτομήνην.
Θεοτοκίον.
Οὐρανῶν ὑπερτέρα, ὑπερόπτας προσύλων, ἡμᾶς ἀνάδειξον, τοὺς μεγαλύνοντάς σε, Κυρία Θεοτόκε, παρθενίας ὡς σκήνωμα, καὶ θρόνον πυριφλεγῆ, τοῦ πάντων Βασιλέως.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γῆθεν ὁδήγει, πρὸς οὐρανίους σκηνώσεις, Δανιὴλ σοὺς πιστοὺς ὑμνηπόλους, ἔνθεε ἀλεῖπτα, Ὁσίου Ἀρσενίου.
Ἔμπλησον θάῤῥους, ἡμῶν καρδίας θεόφρον, Δανιὴλ πάγας πλάνου πατῆσαι, πτερνιστοῦ ἀρχαίου, τοῦ γένους τῶν ἀνθρώπων.
Ἱκετηρίας, ἡμῶν προσδέχου τρισμάκαρ, Δανιὴλ ὡς θυμίαμα θεῖον, τῶν τιμώντων μνήμην, τὴν ἀεισέβαστόν σου.
Θεοτοκίον.
Μῆτερ ἁγία, Θεογεννῆτορ πολίτην, οὐρανῶν τὸν οἰκέτην σου δεῖξον, Κεχαριτωμένη, τὸν σὲ ὑμνολογοῦντα.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εὐλόγει οὐρανόθεν, καὶ συντήρει πάντας, τοὺς εὐσεβεῖς Δανιὴλ ἀξιάγαστε, ἀεὶ ἀπήμονας πλάνου ἐχθίστου μήνιδος.
Χαρίτωσον τοὺς πίστει, Δανιὴλ οἰκοῦντας, ἐν Ζαγορᾷ σῇ πατρίδι, καὶ στήριξον, τοὺς κλονουμένους ἐν βίῳ σαῖς παρακλήσεσι.
Μετὰ τοῦ μαθητοῦ σου, θείου Ἀρσενίου, τὸν Ἰησοῦν Δανιὴλ καθικέτευε, ὑπὲρ ἡμῶν εὐφημούντων τὰ σὰ παλαίσματα.
Θεοτοκίον.
Μὴ παύσῃ δυσωποῦσα, σὸν Υἱὸν Παρθένε, μόνον εὐΐλατον Κτίστην καὶ Κύριον, ὑπὲρ τῶν πίστει καὶ πόθῳ μακαριζόντων σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Xαίροις, πάτερ Ὅσιε Δανιήλ, Ζαγορᾶς εὐάνδρου, θεῖον βλάστημα καὶ σεπτόν, εὐσεβείας γέρας, ὑπὲρ αὐτῆς προθύμως, ὁ ἐν ἐσχάτοις χρόνοις, ἀγωνισάμενος.
Χαίροις, ταπεινώσεως ὁ κανών, ὕψος ἀπαθείας, πάτερ Ὅσιε Δανιήλ· χαίροις Ἀρσενίου, διδάσκαλος Ὁσίου, ἐν Πάρῳ θαυμασίοις, ἄρτι ἐκλάμψαντος.
Χαίροις, ἐνδιαίτημα προσευχῆς, ὁ ὑπερμαχήσας παραδόσεων Δανιήλ, τῶν πατρῴων ἄχρι, διώξεων ἀρτίως, Ἀθωνιτῶν Πατέρων τίμιον σέμνωμα.
Σκέπε καὶ ἁγίαζε Ζαγοράν, ἐν Πηλίῳ κώμην τὴν πατρῴαν σου Δανιήλ, καὶ τὴν νῆσον Πάρον, κατέχουσαν ὡς ὄλβον, πολύτιμον σὴν κάραν, τὴν χαριτόβρυτον.
Χαίροις, ὁ θεόπνευστος ἀσκητής, Πάρου Φολεγάνδρου καὶ Σικίνου πάτερ σεπτέ, Δανιὴλ ἀλεῖπτα, Ὁσίου Ἀρσενίου, πρὸς θέωσιν Σεμνείου, Δάσους οἰκήτορος.
Τήρει τοὺς ἱκέτας σου Δανιήλ, τῆς φιλοκαλίας, ἐνθεώτατε ζηλωτά, ἀσινεῖς μανίας, τοῦ πτερνιστοῦ τοῦ γένους, μερόπων Ἀρσενίου, θείου διδάσκαλε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Κέρας Κολλυβάδων Δανιήλ, ἀσκητῶν καὶ νόμων πατρῴων, ἐν δυσχειμέροις καιροῖς, τηρητὰ πανόσιε, βλαστὲ θειότατε, Ζαγορᾶς καὶ ὑάκινθε, Χριστοῦ Ἐκκλησίας, εὔοσμε καθήδυνον, ἡμᾶς πρεσβείαις σου, θείαις πρὸς τὸν Κύριον πάντων, Ἰησοῦν παρέχοντα πᾶσι, πλῆθος οἰκτιρμῶν καὶ μέγα ἔλεος.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.