Πέμπτη 3 Μαρτίου 2022

ΜΑΡΤΙΟΣ 27. ΑΓΙΟΣ ΠΑΤΡΙΚΙΟΣ ΙΡΛΑΝΔΙΑΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

 

ΜΑΡΤΙΟΣ ΙΖ΄

ΠΑΤΡΙΚΙΟΣ ΙΡΛΑΝΔΙΑΣ

ΑΚΟΛΟΥΘΙΑ

(ἀρχιμ. Νικοδήμου Ἀεράκη)

 


ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

 

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τὸν Ἰρλανδίας φωστῆρα ᾠδαῖς ὑμνήσωμεν, Πατρίκιον τὸν θεῖον, τῆς Σκωτίας τὸν γόνον, κήρυκα Κυρίου ἐν ἐθνικοῖς, τοῖς ἐν σκότει καθεύδουσι, καὶ τοπικῆς Ἐκκλησίας τὸν ἱδρυτήν, ἀληθῆ ἱεραπόστολον.

 

Τῆς Βρεττανίας τὸν κόσμον ἐγκωμιάσωμεν, Πατρίκιον τὸν μέγαν, καὶ λαμπρὸν ἱεράρχην, πάσης Ἰρλανδίας τὸν φρυκτωρόν, καὶ πιστῶν ἐγκαλλώπισμα, ἀληθειῶν τῆς Τριάδος μυσταγωγόν, καὶ ἐθνῶν τὸν θεῖον κήρυκα.

 

Τῶν Ἀποστόλων ἀντίτυπον ἐυφημήσωμεν, Πατρίκιον τὸ κλέος, τῶν πιστῶν Ἰρλανδίας, πάσης Ἐκκλησίας τὸν θαυμαστόν, ἀρετῆς μέγα κόσμημα, καὶ ἱερῶν τοῦ Κυρίου σεπτῶν ναῶν, καὶ μονῶν ἄξιον κτίτορα.

 

Τὸ τῆς Σκωτίας ἀγλάϊσμα ἀνυμνήσωμεν, Πατρίκιον ἐν ὕμνοις, καὶ λαμπροῖς ἐγκωμίοις· οὗτος γὰρ ἐκήρυξε τοῦ Χριστοῦ, ἀληθείας ἐν ἔθνεσι, καὶ ἐκ τῆς πλάνης εἰδώλων πλῆθος αὐτῶν, ἐλυτρώσατο ἐν Πνεύματι.

 

Δόξα. Ἦχος β´.

Δεῦτε ἡ τῶν φιλεόρτων σύναξις, τὸν θεοσεβῆ Πατρίκιον, τῆς Ἰρλανδίας ἱεραπόστολον, καὶ σεπτὸν αὐτῆς ἐπίσκοπον, ἐν ᾠδαῖς καὶ ὕμνοις πνευματικῶν ἐγκωμιάσωμεν. Οὗτος γὰρ τῇ τοῦ Πνεύματος δυνάμει, τὸν ἐν σκότει τῆς εἰδωλολατρίας καθήμενον λαόν, εἰς Χριστὸν ἐζώγρησεν. Αὐτοῦ ταῖς πρεσβείαις σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

 

 

 

 

 

Ἀπόστιχα. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε πανευλαβῶς, τιμήσωμεν ἐν ὕμνοις, ποιμένα Ἰρλανδίας, Πατρίκιον τὸν θεῖον, κλεινὸν ἱεραπόστολον.

 

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Πάντες τὸν θαυμαστόν, Πατρίκιον τὸν μέγαν, τὸν τῆς Σκωτίας γόνον, ἐν λόγοις ἐγκωμίων, λαμπρῶς ἀνευφημήσωμεν.

 

Στ.: Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου, ἀγαλλιάσει ἀγαλλιάσονται.

Χαίρει θεῖος χορός, τῶν ἱεραποστόλων, ἐν Πατρικίου μνήμῃ, ὁρῶν αὐτοῦ τὴν δόξαν, ἐν οὐρανίοις δώμασιν.

 

Δόξα. Τριαδικόν. Ὅμοιον.

Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι τῷ θείῳ, Μονὰς ἡ Θεαρχία, πρεσβείαις Πατρικίου, ἐκ πλάνης σῶσον ἅπαντας.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἄνασσα Μαριάμ, ἡ μόνη Θεοτόκος, τῆς Ἐκκλησίας κλέος, περίσκεπε καὶ σῷζε, τοὺς πίστει ἀνυμνοῦντάς Σε.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον

Ἰρλανδίας διδάσκαλον καὶ ἀπόστολον, τῆς Ἐκκλησίας τὸν στῦλον καὶ τῶν πιστῶν ἑδρασμόν, τὸν Πατρίκιον λαμπρῶς ἀνευφημήσωμεν· ὅτι ἐκήρυξε τρανῶς, τὸν Θεάνθρωπον Χριστόν, ἐν μέσῳ τῶν δυσσεβούντων, σαγηνεύσας λαοὺς ἐκ πλάνης, καὶ ἐν Χριστῷ ἀναγεννήσας αὐτούς.

Δόξα… Καὶ νῦν... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ.

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια γ΄, δευτεροῦντες αὐτά. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Δεῦτε εὐφημήσωμεν, καὶ ἐγκωμίοις τιμήσωμεν, Ἰρλανδίας ἐπίσκοπον, Πατρίκιον ἔνδοξον, τῆς Σκωτίας γόνον, καὶ τῶν ἐν τῷ σκότει, ἱεραπόστολον σεπτόν, καὶ Ἐκκλησίας Θεοῦ τὸ κλέϊσμα, ἀσκήσεως τὸ πρότυπον, καὶ εὐσεβείας ὑπόδειγμα, τοῦ Χριστοῦ ἀφομοίωμα, καὶ Ἁγίων ἀντίτυπον.

 

Τιμήσωμεν ᾄσμασι, καὶ ἐν ᾠδαῖς μεγαλύνομεν, τῆς Σκωτίας τὸ βλάστημα, Πατρίκιον ἔνθεον, ἀρετῆς τὸν κόσμον, τὸν τῆς ἀληθείας, ἱεραπόστολον κλεινόν, καὶ Ἰρλανδίας τὸ ἐγκαλλώπισμα, ἐλλάμψει τῇ τοῦ Πνεύματος, τοὺς ἐν ἀγνοίᾳ φωτίσαντα, καὶ Κυρίῳ ἁρμόσαντα, ὡς ἀπόστολον ἔνθεον.

 

Ὕμνοις εὐφημήσωμεν, καὶ εὐσεβῶς μεγαλύνομεν, Πατρικίου τὴν ἔνδοξον, καὶ πάντιμον κοίμησιν, καὶ συνευφρανθῶμεν, πιστοῖς Ἰρλανδίας, ἐν ᾗ ἐκήρυξε Χριστόν, καὶ Ἐκκλησίαν ἐθεμελίωσε, καὶ πλῆθη ἐσαγήνευσεν, ἐξ ἀσεβοῦς ἀθεότητος, τὴν αὐτῶν πλάνην ἅπασαν, καὶ Σατᾶν ταπεινώσας δεινῶς.

 

Δόξα. Ἦχος πλ. Β΄.

Σήμερον, ἡ σεπτὴ πανήγυρις τοῦ θεοσόφου Πατρικίου, εἰς πανευφρόσυνον ἑορτήν, τοὺς ὀρθοδόξους συνήγειρε. Δεῦτε οὖν καὶ ἡμεῖς, ᾠδαῖς καὶ ὕμνοις αὐτὸν ἐγκωμιάσωμεν λέγοντες· Χαῖρε, τῆς Σκωτίας τὸ θεοφύτευτον βλάστημα, καὶ τῆς Ἰρλανδίας τὸ θεοδώρητον καύχημα· χαῖρε, τῶν ἱεραποστόλων τὸ ἀγλάϊσμα, καὶ τῶν Ἀποστόλων τὸ ἀποτύπωμα· χαῖρε, τῆς τῶν εἰδώλων πλάνης ὁ θαυμαστὸς καθαιρέτης, καὶ τῆς Παναγίας Τριάδος ὁ θεόσταλτος κήρυξ. Πρέσβευε ἐκτενῶς τῷ Κυρίῳ Ἅγιε Πατρίκιε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

 

Φῶς ἱλαρόν· Προκείμενον· καὶ τὰ κάτωθι ἀναγνώσματα

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ μὲ ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

 

 

 

 

 

 

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος α΄.

Ἑορτὴν πανευφρόσυνον καὶ πνευματικὴν πανήγυριν, ἐπὶ τῇ σεπτῇ μνήμῃ, τοῦ τῆς Ἰρλανδίας ἱεραποστόλου καὶ ποιμένος, πανευφήμου Πατρικίου,  ἐπιτελοῦμεν σήμερον. Οὗτος γὰρ τὴν τῆς πίστεως ἀλήθειαν θείᾳ ἐντολῇ, ὡς πνευματικὸς σπορεύς, τοῖς ἐν σκότει καθεύδουσιν, ἐν χαρᾷ κατέσπειρε. Πολὺν ἀμητὸν συνάξαι ἀξιωθείς, καὶ τῷ Κυρίῳ ὡς νυμφαγωγὸς τὰς ψυχὰς τῶν πιστευσάντων ἑνῶσαι, μετ’ ἀγγελικῶν ὕμνων πρὸς Κύριον ἐξεδήμησεν.

 

Ἦχος β´.

Δεῦτε, τῶν Ὀρθοδόξων ὁ σύλλογος, τὸν τῆς Σκωτίας γόνον, πανευλαβῆ Πατρίκιον, ὕμνοις καὶ ᾠδαῖς ἐγκωμιάσωμεν λέγοντες· Χαῖρε, τῶν ἱεραποστόλων τὸ καύχημα, καὶ τῶν ἐπισκόπων τὸ ἀγλάϊσμα· χαῖρε, τῆς ἀληθείας ἡ πανευφρόσυνος σάλπιγξ, καὶ τῆς εἰδωλολατρίας ἡ καταλυτικὴ δίστομος μάχαιρα· χαῖρε, τῆς Ἰρλανδίας ὁ πατὴρ καὶ ὁ φρυκτωρός, καὶ τῆς Ἐκκλησίας τὸ ἐγκαλλώπισμα. Πρέσβευε ὑπὲρ ἡμῶν πρὸς Κύριον, Ἅγιε Πατρίκιε.

 

Ἦχος γ´.

Ἐν χαρᾷ καὶ ἀγαλλιάσει, δεῦτε πιστοὶ τὸν τῆς Ἰρλανδίας φωστῆρα καὶ ὁδηγόν, Πατρίκιον τὸν ἱεραπόστολον, ἐν ᾠδαῖς ἐγκωμίων εὐφημήσωμεν. Οὗτος γάρ, τὸν τοῦ Κυρίου πρόσταγμα· πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ Εὐαγγέλιον πάσῃ τῇ κτίσει, ἐνστερνισθείς, τὸν ἐν σκότει καθεύδοντα λαὸν τῆς Ἰρλανδίας, εἰς τὸ τῆς χάριτος φῶς ὡδήγησεν· ὅθεν καὶ ἡμεῖς θεοπρεπῶς, τὴν αὐτοῦ ὑπερήδιστον χάριν ἐπικαλούμενοι, αἰτησώμεθα τὴν τῶν ψυχῶν ἡμῶν προστασίαν ἐκ πάσης πλάνης, αἱρέσεως καὶ σχίσματος.

 

Ἦχος δ´.

Πανηγυρίσωμεν πιστοί, καὶ πνευματικῶς εὐφρανθῶμεν. Ἡ τῆς Ἰρλανδίας Ὀρθόδοξος Ἐκκλησία, εἰς πνευματικὴν ἑστίασιν ἡμᾶς συγκαλεῖ, τὴν τοῦ ἱεραποστόλου καὶ ποιμένος αὐτῆς, Πατρικίου τοῦ θεόφρονος πανσεβάσμιον μνήμην ἑορτάζουσα. Οὗτος γάρ, ἐν αὐτῇ τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον κηρύξας, καὶ πλήθη εἰδωλολατρῶν εἰς τὴν ἀληθινὴν πίστιν προσελκύσας, Ἐκκλησίαν καθίδρυσε, καὶ ναοὺς πολλοὺς καὶ Μονὰς ἀνεγείρας θαυμαστῶς, δι’ εὐλαβῶν ἱερουργῶν, αὐτὴν κατεκόσμησεν. Αὐτοῦ ταῖς ἱκεσίαις σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν.

 

Δόξα. Ἦχος πλ. α´.

Δεῦτε χριστοφόροι λαοί, ὕμνοις καὶ ᾠδαῖς, τὸν τῆς Ἰρλανδίας ἱεραπόστολον καὶ ἐπίσκοπον, πανάριστον Πατρίκιον, ἐνθεαστικῶς εὐφημήσωμεν λέγοντες· Χαίροις, ὁ τῶν ἐν σκότει φωστήρ, καὶ τῶν πλανωμένων ὁδηγός· χαίροις, ὁ τῆς Ἐκκλησίας φρυκτωρός, καὶ τῶν πιστῶν στηριγμός· χαίροις, ὁ τῶν ἐπισκόπων στολισμός, καὶ τῶν ναῶν καὶ τῶν μονῶν θεοδώρητος κτίτωρ. Πρέσβευε ἐκτενῶς δεόμεθα, Πατρίκιε θεόσοφε, τῷ Θεανθρώπῳ Χριστῷ, τοῦ σῶσαι ἡμᾶς ἐκ πλάνης, σκανδάλων καὶ θλίψεων.

 

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ τῆς Σκωτίας βλαστός, τῆς Ἰρλανδίας φωτιστὴς καὶ ἀπόστολος, Πατρίκιε θεοφόρε, ὁ κατηχήσας λαούς, καὶ Χριστῷ προσάξας θείοις λόγοις σου· τὴν πλάνην κατέβαλες, τῶν εἰδώλων ἐν χάριτι, καὶ τῆς μαγείας, ὑπηρέτας προσείλκυσας, καὶ καθίδρυσας, Ἐκκλησίαν θεόσοφε· ὅθεν ἱεραπόστολε, τιμῶντες τὴν μνήμην σου, ὕμνους συντίθεμεν θείους, ταῖς σαῖς λιταῖς ἐξαιτούμενοι, τυχεῖν σωτηρίας, καὶ ἐλέους τοῦ Κυρίου καὶ θείας χάριτος.

 

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Χαίροις, τῆς Ἰρλανδίας ποιμήν, τῶν Ἀποστόλων ἀφομοίωμα ἄριστον, Πατρίκε ἀληθείας, μυσταγωγὸς θαυμαστός, καὶ τῶν ἐν τῷ σκότει ὁ διδάσκαλος· ἐθνῶν κήρυξ ἔνθεος, καταλύσας δυσσέβειαν, καὶ τῶν εἰδώλων, καταργήσας τὴν ἔπαρσιν, ἁγιότητος, ἀληθοῦς τὸ ὑπόδειγμα. Πάτερ θεομακάριστε, ὑμνοῦντές σε ᾄσμασι, χάριν Χριστοῦ ἐκζητοῦμεν, καὶ σαῖς λιταῖς ἐξαιτούμεθα, τυχεῖν σωτηρίας, καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος.

 

Στ.: Οἱ ἱερεῖς σου Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Χαίροις, ὁ φωτιστὴς τῶν ἐθνῶν, τῆς Ἰρλανδίας φρυκτωρὸς καὶ ἀπόστολος, Πατρίκιε θεηγόρε, ὁ ἁλιεύσας λαούς, ἐκ βυθοῦ τῆς πλάνης θείᾳ χάριτι· διδάσκαλος ἔνθεος, τῶν δογμάτων τῆς πίστεως, καὶ Ἐκκλησίας, ἱδρυτὴς θεοδίδακτος, καὶ ναῶν Χριστοῦ, καὶ μονῶν κτίτωρ ἄξιος. Πάτερ ἱεραπόστολε, τελοῦντες τὴν μνήμην σου, ὕμνοις ἐνθέοις καὶ λόγοις, ἀνακηρύττομεν ἅπαντες, τὴν σὴν προστασίαν, καὶ πολλὰς εὐεργεσίας, ὑπὲρ τῆς ποίμνης σου.

 

Δόξα. Ἦχος πλ. β´.

Σήμερον, ἡ τοῦ ἱεραποστόλου Πατρικίου ἐπεδήμησεν ἑορτή, τὸ τῆς Ἐκκλησίας πλήρωμα, εἰς ἑστίασιν πνευματικὴν συγκαλοῦσα. Δεῦτε οὖν φιλέορτοι, ἐν ὕμνοις καὶ ᾠδαῖς ἐγκωμίων, πάντες εὐωχηθῶμεν, καὶ τῷ τῆς Ἰρλανδίας φωτιστῇ εἴπωμεν· Χαῖρε, τῆς ἀρετῆς τὸ πρότυπον, καὶ τῆς εὐλαβείας τὸ ὑπόδειγμα· χαῖρε, ὁ τῆς διακρίσεως λύχνος, καὶ ὁ τῆς συνέσεως φωστήρ· χαῖρε, τῶν ναῶν καὶ τῶν μονῶν τῆς Ἰρλανδίας ὁ κτίτωρ, καὶ τῆς νέας ἐν αὐτῇ Θηβαΐδος ὁ ἱδρυτής· χαῖρε, ὁ τῆς ἄνω Σιὼν πολίτης, καὶ ἡμῶν τῶν τιμώντων σε ὁ πρεσβευτὴς πρὸς Κύριον.

 

Καὶ νῦν, Θεοτοκίον.

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· σὲ ἱκετεύομεν· πρέσβευε, Δέσποινα, μετὰ τοῦ Ἱεράρχου καὶ πάντων τῶν Ἁγίων ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον

Ἰρλανδίας διδάσκαλον καὶ ἀπόστολον, τῆς Ἐκκλησίας τὸν στῦλον καὶ τῶν πιστῶν ἑδρασμόν, τὸν Πατρίκιον λαμπρῶς ἀνευφημήσωμεν· ὅτι ἐκήρυξε τρανῶς, τὸν Θεάνθρωπον Χριστόν, ἐν μέσῳ τῶν δυσσεβούντων, σαγηνεύσας λαοὺς ἐκ πλάνης, καὶ ἐν Χριστῷ ἀναγεννήσας αὐτούς.

Δόξα… Καὶ νῦν... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.

Σκωτίας τὸν βλαστόν, Ἰρλανδίας ποιμένα, Πατρίκιον σεπτόν, φωτιστὴν τῶν ἀθέων, ἐν ὕμνοις εὐφημήσωμεν, καὶ ἀξίως τιμήσωμεν, τὸν κηρύξαντι, τὴν ἐν Χριστῷ σωτηρίαν, καὶ ἱδρύσαντα, ναοὺς σεπτοὺς τῷ Κυρίῳ, Χριστοῦ ἀφομοίωμα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

 

Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ

Ἰρλανδίας ὁ ποιμήν, καὶ τῶν ἀθέων φωτιστής, ἀρετῆς ὁ ὁδηγός, καὶ καθαιρέτης τοῦ Σατᾶν, εἰς ἑορτὴν ὁ Πατρίκιος εὐφροσύνης, πάντας τοὺς πιστοὺς συνεκάλεσε· δεῦτε οὖν λαμπρῶς ἑορτάσωμεν, καὶ γεγηθότες ψάλλομεν ἐνθέως, τὰ ἐπινίκια λέγοντες· Ποιμὴν θεόφρον, φῶς τῶν ἐν σκότει, φύλαττε τὸν λαόν σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

 

 

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α´. Τὸν Συνάναρχον Λόγον.

Ἰρλανδίας ἐπίσκοπον τὸν Πατρίκιον, τὸν φωτιστὴν δυσσεβούντων καὶ ὁδηγὸν εἰς Χριστόν, ἀνυμνήσωμεν σεπτῶς καὶ εὐφημήσωμεν· ὅτι κατήσχυνε Σατᾶν, προσελκύσας ἐθνικούς, ἐκ πλάνης πρὸς τὸν Σωτῆρα, καθιδρύσας τε Ἐκκλησίαν, καὶ στερεώσας τῇ δυνάμει Χριστοῦ.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἡ τὸ ἄνθος τὸ θεῖον ῥίζα βλαστήσασα, κιβωτὲ καὶ λυχνία καὶ στάμνε πάγχρυσε, ἁγία τράπεζα Χριστὸν τὸν ἄρτον ζωῆς φέρουσα, ὡς Υἱόν σου καὶ Θεόν, ἐκδυσώπησον αὐτόν, σὺν τῷ σεπτῷ Ἱεράρχῃ, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, τοὺς Θεοτόκον ὁμολογοῦντάς σε.

 

Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου...

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στ.: Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη...

Εὐαγγέλιον ζήτει ἐν τῷ ὄρθρῳ τοῦ Ἅγ. Νικολάου.

Ὁ Ν᾿ ψαλμὸς χύμα.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου..

Στ.: Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεός... Ἦχος πλ. β´.

Σήμερον, ὁ τῶν πιστῶν σύλλογος, τὸν τῆς Ἰρλανδίας ἐπίσκοπον, Πατρίκιον τὸν ἱεραπόστολον, ἑορταστικῶς ἀνευφημήσωμεν. Οὗτος γάρ, ὑπὸ τοῦ Παναγίου Πνεύματος ὁδηγούμενος, καὶ δυναμούμενος, τὸν τοῦ Εὐαγγελίου Φῶς ἐν τοῖς ἔθνεσι μετελαμπάδευσε, καὶ Ἐκκλησίαν ἐν αὐτοῖς καθίδρυσεν. Αὐτοῦ ταῖς πρεσβείαις σῶσον Κύριε, τὰς ψυχὰς ἡμῶν.

 

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ἰρλανδίας κλέος, Πατρίκιον ᾄδω. Νικοδήμου.

ᾨδὴ α’. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Ἱκέσιον δέησιν πρὸς Χριστόν, ἐκπέμπω ἐκ πόθου, τοῦ φωτίσαι μου τὴν ψυχήν, ἵνα τὸν Πατρίκιον ὑμνήσω, τῆς Ἰρλανδίας ποιμένα πανάριστον.

Ῥήματα Ἁγίων ἐνωτισθείς, Πατρίκιε Πάτερ, ἀπεδέχθης μετὰ χαρᾶς, τὴν κλῆσιν ὡς ὁ Παῦλος τοῦ ἰέναι, πρὸς τοὺς ἐν σκότει καθεύδοντας Ἅγιε.

Λαμπρύνας ψυχήν σου ταῖς ἀρεταῖς, καὶ χάριτος πλήρης, ἐπορεύθης ζήλῳ σφοδρῷ, πρὸς τὴν Ἰρλανδίαν θεοφόρε, ἵνα κηρύξῃς ἀθέοις Θεάνθρωπον.

Θεοτοκίον.

Ἀπαύστως παρίστασαι πρὸ Χριστοῦ, ὡς τέξασα Τοῦτον, καὶ θηλάσασα μητρικῶς· ἱκέτευε ὅθεν ὑπὲρ πάντων, τῶν σὲ τιμώντων ἁγνὴ Μητροπάρθενε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Νικηφόρως πορεύῃ τῇ τοῦ Θεοῦ χάριτι, πρὸς εἰδωλολάτρας κηρῦξαι, Πάτερ Πατρίκιε, καὶ ἡγεμόνας αὐτῶν, κατηξιώθης βαπτίσαι, μετὰ τοῦ λαοῦ αὐτῶν, θεῖε Ἀπόστολε.

Δυνατὸς ἀνεδείχθης ἐν πειρασμοῖς Ἅγιε, καὶ τοῦ ἀντιδίκου παγίδας, πάσας διέλυσας, καὶ Ἐκκλησίαν Χριστοῦ, ἐν Ἰρλανδίᾳ ἱδρύεις, καὶ Μονὰς Πατρίκε, δυνάμει Πνεύματος.

Ἰησοῦν σὺ κηρύττεις Λόγον Πατρὸς ἔνδοξε, ἵνα μορφωθῇ ἐν καρδίαις, πάντων τῇ χάριτι, ὁ Λυτρωτὴς καὶ Θεός, τῶν ἐφετῶν ἡ ἀκρότης, καὶ πιστῶν τὸ πρότυπον, ἱεραπόστολε.

Θεοτοκίον.

Ἁγνῶν νέων τὸ κλέος καὶ μοναχῶν καύχημα, καὶ σεμνῶν μητέρων ὁ κόσμος, σωφρόνων ἕδρασμα, ἐν τῇ ἁγνείᾳ ἁγνή, τοὺς εὐσεβεῖς περικράτει, σαῖς λιταῖς πρὸς Κύριον, Μῆτερ τοῦ Κτίστου Σου.

 

Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Πατρίκιον μέλψωμεν ἐν ἐγκωμίων ᾠδαῖς, καὶ λόγοις τιμήσωμεν τὸν τῆς Σκωτίας βλαστόν, Χριστοῦ ἀφομοίωμα· οὗτος γὰρ ἀνεδείχθη, φωτιστὴς Ἰρλανδίας, χάριτι τοῦ Κυρίου, ἀσεβεῖς προσελκύσας, πρὸς πίστιν τῆς Ἐκκλησίας, ὁ θεοδόξαστος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὸν χρόνων ἐπέκεινα· καὶ πρὸ αἰώνων Θεόν· ἐν χρόνῳ ἐκύησας, ὑπερφυῶς ἐν σαρκί, θεάνθρωπον Ἄχραντε· ὅθεν σε Θεοτόκον, ἀληθῶς καὶ κυρίως, πάντες ὁμολογοῦντες, ἐκτενῶς σοι βοῶμεν· Τῆς δόξης τῆς αἰωνίου πάντας διάσωσον.

 

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.

Σὺ δρυΐδας ἐνίκησας, μάγους διαβόλου θεῖε Πατρίκιε, καὶ πολλοὺς αὐτῶν ἐβάπτισας, οὓς καὶ ἱερεῖς Χριστοῦ ἀνέδειξας.

Καταβάλλεις Πατρίκιε, τοὺς τοῦ κόσμου βάρδους ἐνθέοις λόγοις σου, ἀνυψῶν αὐτοὺς πανόλβιε, τοῦ δοξολογεῖν Χριστοῦ Θεότητα.

Λεοντείως ἐνίκησας, πάντα πειρασμὸν καὶ πολέμιον, ἐν σημείοις τε καὶ τέρασι, ἀγαθὲ Πατρίκιε ἀπόστολε.

Θεοτοκίον.

Ἐλεεῖς Θεονύμφευτε, καὶ ἐκ κατακρίσεως σώζεις ἅπαντας, Θεὸν Λόγον ἡ κυήσασα, τῶν πιστῶν Σωτῆρά τε καὶ Κύριον.

 

ᾨδὴ ε’. Φώτισον ἡμᾶς.

Ὅραμα Θεοῦ, τὸν Πατρίκιον ὡδήγησε, τοῦ κατηχῆσαι ἔθνη κατὰ Χριστόν, καὶ ἀναδεῖξαι, αὐτὰ λαὸν περιούσιον.

Σύνεσιν κλεινέ, καὶ διάκρισιν ἐπέδειξας· διὸ προσείλκυσας πλήθη πρὸς Χριστόν, καὶ Ἐκκλησίαν, ἐν Ἰρλανδίᾳ καθιδρύσας.

Πάτερ θαυμαστὲ, τῇ σῇ χάριτι ὡράϊσον, καὶ κατακόσμησον ἡμᾶς δι’ ἀρετῶν, καθικετεύων, Λόγον Ὃν πίστει ἐκήρυξας.

Θεοτοκίον.

Ἄνασσα ἁγνή, τῆς σαρκὸς τὰ πάθη νέκρωσον, καὶ καταξίωσον τὰ ἄνω φρονεῖν, ἡμᾶς τοὺς ζῶντας, ἐν γῇ αὐχμηρᾷ Θεόνυμφε.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Τιμῶμέν σου, ἐν χαρᾷ Πατρίκιε, τὴν ἁγίαν καὶ ἑόρτιον μνήμην, τὴν βιοτήν, καὶ πολλὰς ἀρετάς σου, καὶ ἀποστόλου τὸ ἔργον τὸ πάντιμον, καὶ πίστιν τὴν εἰς τὸν Χριστόν, δι’ ἃ εἴληφας στέφος ἀμάραντον.

Ῥημάτων σου, τῶν ἐθνῶν οἱ πρόκριτοι, ἀπεδέχθησαν τὴν ἄνωθεν χάριν· διὸ εὐθύς, ἀπηρνήθησαν πλάνην, καὶ τῶν εἰδώλων δυσσέβειαν ἅπασαν, πιστεύσαντες εἰς τὸν Χριστόν, ὡς Σωτῆρα τοῦ κόσμου καὶ Κύριον.

Ἱλέωσαι, τὸν Χριστὸν Πατρίκιε, ὑπὲρ πάντων τῶν ἐν ὕμνοις τιμῶν τὴν σὴν βιοτήν, καὶ ἀγάπην πρὸς Λόγον, καὶ ἀρετὰς καὶ τὸν ζῆλον τὸν ἔνθεον, καὶ ἔργον ἱεραποστολικόν, καὶ θυσίας πολλὰς ὑπὲρ ποίμνης σου.

Θεοτοκίον.

Κατέλυσας, τοῦ Σατᾶν τὴν δύναμιν, Θεοτόκε τῇ σαρκώσει τοῦ Λόγου· ὅτι Θεός, ἐν βροτοῖς ἐπεφάνη, καὶ τῷ Σταυρῷ τοῖς ἀνθρώποις δεδώρηται, τὴν λύτρωσιν ἐκ τῶν παθῶν, καὶ εἰρήνην ψυχῆς ἀναφαίρετον.

 

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.

Τῆς Ἰρλανδίας τὸν φωστῆρα τὸν θεόσδοτον, ἱεραπόστολον τῆς πίστεως ὑπέρμαχον, εὐφημήσωμεν ἐν ὕμνοις καὶ ἐγκωμίοις· ἀσεβείας καταλύσας ἀθεότητα, Ἰρλανδοὺς εἰδώλων πλάνης ἠλευθέρωσε, τοὺς κραυγάζοντας· Χαίροις Πάτερ Πατρίκιε..

Ὁ Οἶκος.

Ἡ Ὀρθόδοξος Ἐκκλησία ἐν Ἰρλανδίᾳ, ἐν χαρᾷ καὶ ἀγαλλιάσει, τὸν αὐτῆς ἱεραπόστολον, καὶ ἐπίσκοπον Πατρίκιον τὸν πανευκλεῆ, τιμᾷ καὶ γεραίρει σήμερον. Οὗτος γὰρ ἐν αἰχμαλωσίᾳ ὤν, τὸν Χριστὸν ἐκ νεότητος ὁλοκαρδίως ἠγάπησε. Καὶ καταρτισθεὶς ἐν Κυρίῳ, ὑπὸ τοῦ Ἁγίου Πνεύματος διακονῆσαι τῷ τῆς ἱεραποστολῆς θεοφιλεῖ ἔργῳ ἐκλήθη, καὶ ὡς ὁ μέγας Ἀπόστολος Παῦλος, ἐν τοῖς ἔθνεσι χαίρων ἐπορεύθης. Χάριτι δὲ Θεοῦ πλῆθος αὐτῶν προσελκύσας, Ἐκκλησίαν καθίδρυσεν. Ναοὺς δὲ καὶ Μονὰς ἀνεγείρας, νέαν Θηβαΐδα τὴν Ἰρλανδίαν κατέστησεν. Ἐτελειώθη δὲ ἐν εἰρήνῃ Ἀγγέλων ὕμνους ὑπερκοσμίους ᾀδόντων· διὸ παρὰ πάντων τῶν πιστῶν ἀκούει· Χαίροις Πάτερ Πατρίκιε.

 

 

 

 

Συναξάριον.

Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Ἀλεξίου τοῦ Ἀνθρώπου τοῦ Θεοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, συνέφθασε καὶ ἡ μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερὰς ἀπειλῆς τοῦ Σεισμοῦ, ἧς παρ' ἐλπίδα ἐλυτρώσατο ἡμᾶς ὁ φιλάνθρωπος Κύριος, γέγονε δὲ ἐπὶ Κωνσταντίνου Βασιλέως.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Παῦλος, ὑπὲρ τῶν Ἁγίων Εἰκόνων πυρὶ τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Θεοστήρικτος, Ὁμολογητής, ἐν εἰρήνῃ τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μαρίνος, ξίφει τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μακαρίου, ἡγουμένου Κολιαζίνης, τοῦ ἐν Ῥωσσίᾳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Πατρικίου, ἐπισκόπου καὶ Φωτιστοῦ τῆς Ἰρλανδίας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἰαμάτων τὴν χάριν, μυστηρίων τε γνῶσιν ὁ Ἱεράρχης λαβών, λαὸν τῆς Ἰρλανδίας, ἐκ πλάνης διασώζει, καὶ βοᾷ πρὸς τὸν Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Νοεραῖ θεῖαι τάξεις, καὶ πιστοὶ Ἐκκλησίας ἐν σοὶ ἀγάλλονται, Πατρίκιε ὁρῶντες, ἐν μέσῳ τῶν Ἁγίων, ἀσιγήτως συμψάλλοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀνυμνεῖ εὐφροσύνως, καὶ τιμᾷ σε τρισμάκαρ, τῆς Ἰρλανδίας λαός· δεήθητι Κυρίου, ὑπὲρ τῶν Ὀρθοδόξων, τῶν βοώντων ἐκ πίστεως· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Δυσθυμίαν καρδίας, καὶ σωμάτων τὰ πάθη, ἴασαι πάντων, ἡμῶν τῶν ἀνυμνούντων, τὸν Τόκον Σου τὸν θεῖον, καὶ βοώντων ἐκ πίστεως· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

 

 

 

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ὡραϊσμένος, ταῖς Παρακλήτου ἀκτῖσιν, ὁ φωστὴρ Ἰρλανδίας κηρύττει, καὶ ὑμνεῖ ἀπαύστως, τὸν Λόγον εἰς αἰῶνας.

Νενικηκότα, σὲ καταστέφει ὁ Λόγος, ἐν Σιὼν ὦ Πατρίκιε Πάτερ, ἀνυμνολογοῦντα, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Ἰσχύϊ Λόγου, Ἰρλανδίας ἐγένου, φωτιστὴς ὦ Πατρίκιε θεῖε, ἐκδιδάσκων πάντας, ὑμνεῖν ἀεὶ τὸν Λόγον,

Θεοτοκίον.

Κατηξιώθης, ἐν Σῇ νηδύϊ χωρῆσαι, τὸν ἀχώρητον Λόγον Παρθένε, Ὃν δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Οὐράνιαι δυνάμεις, σὲ ἐπευφημοῦσι, μετὰ πιστῶν Ἰρλανδίας, ὦ Πάτερ σεπτέ, ἐν σῇ ἐνδόξῳ εἰσόδῳ, ἐν θείοις δώμασιν.

Δικαίως ἐδοξάσθης, Πατρίκιε Πάτερ, μετ’ ἐγκωμίων καὶ ὕμνων, ἐν τοῖς οὐρανοῖς, ὅτι λαοὺς πλανωμένους, σὺ κατεφώτισας.

Ἡ χάρις σῶν θαυμάτων, πληροῖ τοὺς πιστούς σου, προσκαλουμένους Πατρίκιε, πίστει θερμῇ, τῆς Ἰρλανδίας ἁπάσης, κλέος καὶ καύχημα.

Θεοτοκίον.

Μαρία Θεοτόκε, πρέσβευε ἀπαύστως, ὑπὲρ τῶν Σὲ ἀνυμνούντων, τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, παθῶν καὶ θλίψεων.

 

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.

Πατρίκιον ὑμνήσωμεν, Σκωτίας θεῖον βλάστημα, τῆς Ἰρλανδίας καύχημα, πιστῶν ποιμένα καὶ κλέος· ἔδραμε γὰρ ἐν ἔθνεσι, τοῦ κηρῦξαι τὸν Κύριον· πλήθη αὐτῶν προσείλκυσε, καὶ τῷ Κυρίῳ ἑνώσας, καθίδρυσεν Ἐκκλησίαν.

Θεοτοκίον.

Μαρίαν τὴν Θεόνυμφον, τὴν τέξασαν τὸν Κύριον, πάντες ἐκ πόθου τιμῶμεν· ζωῆς γὰρ γέγονε Μήτηρ, Τράπεζα ἄρτον φέρουσα, λυχνία ἡ φωτίζουσα, σκέπη δὲ κατασκέπουσα, πιστῶν Χριστοῦ τὰς καρδίας, ὑπάρχει ἡ Θεοτόκος.

 

 

 

 

 

 

 

 

 

 

 

Αἶνοι. Ἦχος πλ. Β΄. Ὅλην ἀποθέμενοι.

Δεῦτε εὐφημήσωμεν, τὸν Ἰρλανδίας φωστῆρα, καὶ ἐγκωμιάσωμεν, θαυμαστὸν Πατρίκιον τὸν ἀπόστολον· τοῦ Χριστοῦ ἔθνεσιν, ἀληθείας θείας, ἐν δυνάμει ἀπεκάλυψε, καὶ πλάνης εἴδωλα, καὶ βωμοὺς αὐτῶν κατεκρήμνισε· μονάς τε καὶ ναοὺς πολλούς, ἐν τῇ Ἰρλανδίᾳ ἀνήγειρεν· ὅθεν ἐπαξίως, ἐστέφθη ὡς ποιμὴν παρὰ Χριστοῦ, καὶ πρεσβευτὴς πάντων γέγονεν, ὡς ἱεραπόστολος. (Δίς)

 

Δεῦτε οἱ Ὀρθοδόξοι, τὸν Ἰρλανδίας ποιμένα, τοῖς λαοῖς κηρύξωμεν, ἀγαστὸν Πατρίκιον τὸν θεόπεμπτον· ἀρετῆς πρόβολον, καὶ θυσίας τύπον, διδασκάλων τὸ ὑπόδειγμα, τῆς θείας χάριτος, στόμα ἀληθείας ἐν ἔθνεσι· μονῶν πολλῶν τὸν κτίτορα, καὶ τῆς Ἐκκλησίας ἐπίσκοπον. Πάντες γεγηθότες, βοήσωμεν αὐτῷ θεοπρεπῶς· χαῖρε Σκωτίας τὸ βλάστημα, καὶ πιστῶν τὸ καύχημα.

 

Ὕμνοις μεγαλύνωμεν, τὸν φρυκτωρὸν Ἰρλανδίας, καὶ ἐγκωμιάσωμεν, εὐλαβῶς Πατρίκιον τὸν διδάσκαλον· τῶν πιστῶν κλέϊσμα, εὐσεβῶν πρότυπον, τῶν ποιμένων τὸ ἀγλάϊσμα, θερμὸν τῆς πίστεως, εὐαγγελιστὴν ἐν τοῖς ἔθνεσιν· Σκωτίας ἐγκαλλώπισμα, καὶ Χριστοῦ τῆς πίστεως πρόμαχον. Οὗτος ἐπαξίως, εἰς δώματα εἰσῆλθεν οὐρανοῦ, καὶ σὺν Ἁγίοις ἀγάλλεται, καὶ Ἀγγέλοις ἅπασιν.

 

Δόξα. Ἦχος πλ. Β΄.

Ἡ τῶν Ὀρθοδόξων Ἐκκλησία, ἐν ἀγαλλιάσει πνευματικῇ, τὸν πιστὸν αὐτῆς λαόν, ἐπὶ τῇ μνήμῃ τοῦ ἐνδόξου Πατρικίου, φωτιστοῦ τῆς Ἰρλανδίας πρὸς ἑορτὴν καὶ πανήγυριν αὐτοῦ συγκαλεῖ σήμερον. Οὗτος γάρ, ἐκ νεότητος ἁγιασθείς, καὶ δι’ ἱερῶν ὀπτασιῶν κληθεὶς τοῖς ἔθνεσιν κηρῦξαι, πατρίδα οἰκείους καὶ ἐγκόσμια καταλιπών, ἐξῆλθε τοῦ ἁλιεῦσαι πάντα εἰς τὴν τοῦ Χριστοῦ πίστιν πλῆθος πιστῶν. Τὸ σωτήριον δὲ αὐτοῦ ἔργον ἀξιωθεὶς τελειῶσαι, ἐν τῇ ἄνω Σιὼν σαββατίζει καὶ πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις ὦ Πατρίκιε θαυμαστέ, Σκωτίας ὁ γόνος, Ἐκκλησίας ὁ φρυκτωρός· χαίροις ἀληθείας, διδάσκαλε καὶ μύστα, λαοῦ τῆς Ἰρλανδίας ἱεραπόστολε

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῆς Ἰρλανδίας τὸν φωστῆρα τὸν μέγαν, ἐν ἐγκωμίοις εὐφημήσωμεν θείοις, τὸν θαυμαστὸν Πατρίκιον, Σκωτίας βλαστόν, μέγιστον ἱεραπόστολον, τοῦ Χριστοῦ ἐν τοῖς ἔθνεσιν, πίστεως διδάσκαλον τῆς τοῦ Εὐαγγελίου· ὃς καὶ δειχθεὶς ἐπίσκοπος αὐτῶν, δόξῃ ἐστέφθη, ἀξίως ὁ ἔνθεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ἰρλανδίας κλέος, Πατρίκιον ᾄδω. Νικοδήμου.

ᾨδὴ α’. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Ἱκέσιον δέησιν πρὸς Χριστόν, ἐκπέμπω ἐκ πόθου, τοῦ φωτίσαι μου τὴν ψυχήν, ἵνα τὸν Πατρίκιον ὑμνήσω, τῆς Ἰρλανδίας ποιμένα πανάριστον.

Ῥήματα Ἁγίων ἐνωτισθείς, Πατρίκιε Πάτερ, ἀπεδέχθης μετὰ χαρᾶς, τὴν κλῆσιν ὡς ὁ Παῦλος τοῦ ἰέναι, πρὸς τοὺς ἐν σκότει καθεύδοντας Ἅγιε.

Λαμπρύνας ψυχήν σου ταῖς ἀρεταῖς, καὶ χάριτος πλήρης, ἐπορεύθης ζήλῳ σφοδρῷ, πρὸς τὴν Ἰρλανδίαν θεοφόρε, ἵνα κηρύξῃς ἀθέοις Θεάνθρωπον.

Θεοτοκίον.

Ἀπαύστως παρίστασαι πρὸ Χριστοῦ, ὡς τέξασα Τοῦτον, καὶ θηλάσασα μητρικῶς· ἱκέτευε ὅθεν ὑπὲρ πάντων, τῶν σὲ τιμώντων ἁγνὴ Μητροπάρθενε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Νικηφόρως πορεύῃ τῇ τοῦ Θεοῦ χάριτι, πρὸς εἰδωλολάτρας κηρῦξαι, Πάτερ Πατρίκιε, καὶ ἡγεμόνας αὐτῶν, κατηξιώθης βαπτίσαι, μετὰ τοῦ λαοῦ αὐτῶν, θεῖε Ἀπόστολε.

Δυνατὸς ἀνεδείχθης ἐν πειρασμοῖς Ἅγιε, καὶ τοῦ ἀντιδίκου παγίδας, πάσας διέλυσας, καὶ Ἐκκλησίαν Χριστοῦ, ἐν Ἰρλανδίᾳ ἱδρύεις, καὶ Μονὰς Πατρίκε, δυνάμει Πνεύματος.

Ἰησοῦν σὺ κηρύττεις Λόγον Πατρὸς ἔνδοξε, ἵνα μορφωθῇ ἐν καρδίαις, πάντων τῇ χάριτι, ὁ Λυτρωτὴς καὶ Θεός, τῶν ἐφετῶν ἡ ἀκρότης, καὶ πιστῶν τὸ πρότυπον, ἱεραπόστολε.

Θεοτοκίον.

Ἁγνῶν νέων τὸ κλέος καὶ μοναχῶν καύχημα, καὶ σεμνῶν μητέρων ὁ κόσμος, σωφρόνων ἕδρασμα, ἐν τῇ ἁγνείᾳ ἁγνή, τοὺς εὐσεβεῖς περικράτει, σαῖς λιταῖς πρὸς Κύριον, Μῆτερ τοῦ Κτίστου Σου.

Περίσῳζε, ταῖς σαῖς πρεσβείαις Πατρίκιε θεοφόρε, Ἰρλανδοὺς ἐν οἷς τὸν Σωτῆρα ἐκήρυξας, ἐκ πάσης αἱρέσεως ἀντιδίκου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Χριστὸν τὸν Θεόν, κηρύξας ὁ Πατρίκιος, εἰδώλων Σατᾶν, κατέλυσε τὴν δύναμιν, καὶ πολλοὺς ἐν ἔθνεσιν, τοῦ Χριστοῦ ἀνέδειξε πιστούς· διὸ εἰς ἄνω Σιὼν εἰσελθών, πρεσβεύει ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.

 

 

 

 

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.

Σὺ δρυΐδας ἐνίκησας, μάγους διαβόλου θεῖε Πατρίκιε, καὶ πολλοὺς αὐτῶν ἐβάπτισας, οὓς καὶ ἱερεῖς Χριστοῦ ἀνέδειξας.

Καταβάλλεις Πατρίκιε, τοὺς τοῦ κόσμου βάρδους ἐνθέοις λόγοις σου, ἀνυψῶν αὐτοὺς πανόλβιε, τοῦ δοξολογεῖν Χριστοῦ Θεότητα.

Λεοντείως ἐνίκησας, πάντα πειρασμὸν καὶ πολέμιον, ἐν σημείοις τε καὶ τέρασι, ἀγαθὲ Πατρίκιε ἀπόστολε.

Θεοτοκίον.

Ἐλεεῖς Θεονύμφευτε, καὶ ἐκ κατακρίσεως σώζεις ἅπαντας, Θεὸν Λόγον ἡ κυήσασα, τῶν πιστῶν Σωτῆρά τε καὶ Κύριον.

 

ᾨδὴ ε’. Φώτισον ἡμᾶς.

Ὅραμα Θεοῦ, τὸν Πατρίκιον ὡδήγησε, τοῦ κατηχῆσαι ἔθνη κατὰ Χριστόν, καὶ ἀναδεῖξαι, αὐτὰ λαὸν περιούσιον.

Σύνεσιν κλεινέ, καὶ διάκρισιν ἐπέδειξας· διὸ προσείλκυσας πλήθη πρὸς Χριστόν, καὶ Ἐκκλησίαν, ἐν Ἰρλανδίᾳ καθιδρύσας.

Πάτερ θαυμαστὲ, τῇ σῇ χάριτι ὡράϊσον, καὶ κατακόσμησον ἡμᾶς δι’ ἀρετῶν, καθικετεύων, Λόγον Ὃν πίστει ἐκήρυξας.

Θεοτοκίον.

Ἄνασσα ἁγνή, τῆς σαρκὸς τὰ πάθη νέκρωσον, καὶ καταξίωσον τὰ ἄνω φρονεῖν, ἡμᾶς τοὺς ζῶντας, ἐν γῇ αὐχμηρᾷ Θεόνυμφε.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Τιμῶμέν σου, ἐν χαρᾷ Πατρίκιε, τὴν ἁγίαν καὶ ἑόρτιον μνήμην, τὴν βιοτήν, καὶ πολλὰς ἀρετάς σου, καὶ ἀποστόλου τὸ ἔργον τὸ πάντιμον, καὶ πίστιν τὴν εἰς τὸν Χριστόν, δι’ ἃ εἴληφας στέφος ἀμάραντον.

Ῥημάτων σου, τῶν ἐθνῶν οἱ πρόκριτοι, ἀπεδέχθησαν τὴν ἄνωθεν χάριν· διὸ εὐθύς, ἀπηρνήθησαν πλάνην, καὶ τῶν εἰδώλων δυσσέβειαν ἅπασαν, πιστεύσαντες εἰς τὸν Χριστόν, ὡς Σωτῆρα τοῦ κόσμου καὶ Κύριον.

Ἱλέωσαι, τὸν Χριστὸν Πατρίκιε, ὑπὲρ πάντων τῶν ἐν ὕμνοις τιμῶν τὴν σὴν βιοτήν, καὶ ἀγάπην πρὸς Λόγον, καὶ ἀρετὰς καὶ τὸν ζῆλον τὸν ἔνθεον, καὶ ἔργον ἱεραποστολικόν, καὶ θυσίας πολλὰς ὑπὲρ ποίμνης σου.

Θεοτοκίον.

Κατέλυσας, τοῦ Σατᾶν τὴν δύναμιν, Θεοτόκε τῇ σαρκώσει τοῦ Λόγου· ὅτι Θεός, ἐν βροτοῖς ἐπεφάνη, καὶ τῷ Σταυρῷ τοῖς ἀνθρώποις δεδώρηται, τὴν λύτρωσιν ἐκ τῶν παθῶν, καὶ εἰρήνην ψυχῆς ἀναφαίρετον.

Περίσῳζε, ταῖς σαῖς πρεσβείαις Πατρίκιε θεοφόρε, Ἰρλανδοὺς ἐν οἷς τὸν Σωτῆρα ἐκήρυξας, ἐκ πάσης αἱρέσεως ἀντιδίκου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἐκκλησίας Ἰρλανδίας κλέος Πατρίκιε, ἀνεδείχθης καὶ τῶν πιστευσάντων τὸ καύχημα, τὸν Χριστὸν αὐτοῖς θαυμαστῶς κηρύξας ὡς Θεόν· διὸ πρέσβευε ἐν οὐρανοῖς, πρὸς τὸν φιλάνθρωπον Θεόν, λυτρωθῆναι ἡμᾶς ἐκ πλάνης, πάσης κακοδοξίας, αἱρέσεων καὶ σκανδάλων, καὶ ἀθεΐας σκοτασμοῦ, δεινῶν καὶ περιστάσεων.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. Ι΄, 1-9).

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς Αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ ληστής, ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἵδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἧν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν. Ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καί λησταί, ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Δεῦτε εὐφημήσωμεν, τὸν Ἰρλανδίας φωστῆρα, καὶ ἐγκωμιάσωμεν, θαυμαστὸν Πατρίκιον τὸν ἀπόστολον· τοῦ Χριστοῦ ἔθνεσιν, ἀληθείας θείας, ἐν δυνάμει ἀπεκάλυψε, καὶ πλάνης εἴδωλα, καὶ βωμοὺς αὐτῶν κατεκρήμνισε· μονάς τε καὶ ναοὺς πολλούς, ἐν τῇ Ἰρλανδίᾳ ἀνήγειρεν· ὅθεν ἐπαξίως, ἐστέφθη ὡς ποιμὴν παρὰ Χριστοῦ, καὶ πρεσβευτὴς πάντων γέγονεν, ὡς ἱεραπόστολος.

 

 

 

 

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἰαμάτων τὴν χάριν, μυστηρίων τε γνῶσιν ὁ Ἱεράρχης λαβών, λαὸν τῆς Ἰρλανδίας, ἐκ πλάνης διασώζει, καὶ βοᾷ πρὸς τὸν Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Νοεραῖ θεῖαι τάξεις, καὶ πιστοὶ Ἐκκλησίας ἐν σοὶ ἀγάλλονται, Πατρίκιε ὁρῶντες, ἐν μέσῳ τῶν Ἁγίων, ἀσιγήτως συμψάλλοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀνυμνεῖ εὐφροσύνως, καὶ τιμᾷ σε τρισμάκαρ, τῆς Ἰρλανδίας λαός· δεήθητι Κυρίου, ὑπὲρ τῶν Ὀρθοδόξων, τῶν βοώντων ἐκ πίστεως· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Δυσθυμίαν καρδίας, καὶ σωμάτων τὰ πάθη, ἴασαι πάντων, ἡμῶν τῶν ἀνυμνούντων, τὸν Τόκον Σου τὸν θεῖον, καὶ βοώντων ἐκ πίστεως· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ὡραϊσμένος, ταῖς Παρακλήτου ἀκτῖσιν, ὁ φωστὴρ Ἰρλανδίας κηρύττει, καὶ ὑμνεῖ ἀπαύστως, τὸν Λόγον εἰς αἰῶνας.

Νενικηκότα, σὲ καταστέφει ὁ Λόγος, ἐν Σιὼν ὦ Πατρίκιε Πάτερ, ἀνυμνολογοῦντα, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Ἰσχύϊ Λόγου, Ἰρλανδίας ἐγένου, φωτιστὴς ὦ Πατρίκιε θεῖε, ἐκδιδάσκων πάντας, ὑμνεῖν ἀεὶ τὸν Λόγον,

Θεοτοκίον.

Κατηξιώθης, ἐν Σῇ νηδύϊ χωρῆσαι, τὸν ἀχώρητον Λόγον Παρθένε, Ὃν δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Οὐράνιαι δυνάμεις, σὲ ἐπευφημοῦσι, μετὰ πιστῶν Ἰρλανδίας, ὦ Πάτερ σεπτέ, ἐν σῇ ἐνδόξῳ εἰσόδῳ, ἐν θείοις δώμασιν.

Δικαίως ἐδοξάσθης, Πατρίκιε Πάτερ, μετ’ ἐγκωμίων καὶ ὕμνων, ἐν τοῖς οὐρανοῖς, ὅτι λαοὺς πλανωμένους, σὺ κατεφώτισας.

Ἡ χάρις σῶν θαυμάτων, πληροῖ τοὺς πιστούς σου, προσκαλουμένους Πατρίκιε, πίστει θερμῇ, τῆς Ἰρλανδίας ἁπάσης, κλέος καὶ καύχημα.

Θεοτοκίον.

Μαρία Θεοτόκε, πρέσβευε ἀπαύστως, ὑπὲρ τῶν Σὲ ἀνυμνούντων, τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, παθῶν καὶ θλίψεων.

 

 

 

 

 

 

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Δεῦτε τὸν Πατρίκιον εὐλαβῶς, τιμήσωμεν ὕμνοις, ὡς ἀπόστολον τῶν ἐθνῶν, τὸν ἐν Ἰρλανδίᾳ, κηρύξαντα τὸν Λόγον, ἐν ἔθνεσιν ἀθέοις, ἃ ἐσαγήνευσεν.

Χαίροις ὦ Πατρίκιε θαυμαστέ, Σκωτίας ὁ γόνος, Ἐκκλησίας ὁ φρυκτωρός· χαίροις ἀληθείας, διδάσκαλε καὶ μύστα, τοῦ ἔθνους Ἰρλανδίας, ἱεραπόστολε.

Φύλαττε Πατρίκιε σὸν λαόν, καὶ σκέπε ἐκ πάσης, διαβόλου ἐπιβουλῆς, αἱρέσεως πλάνης, παθῶν καὶ δυσσεβείας, καὶ δώρησαι εἰρήνην, καὶ φῶς τῆς χάριτος.

Τὸν ἱεραπόστολον τοῦ Χριστοῦ, Πατρίκιον πάντες, καὶ ἐπίσκοπον ἐν ᾠδαῖς, τὸν τῆς Ἰρλανδίας, λαμπρότατον φωστῆρα, φωτίσαντα τὰ ἔθνη, ἀνευφημήσωμεν.

Δεῦτε Πατρικίου τὰς ἀρετάς, ἀγάπην πρὸς Λόγον, καὶ θυσίαν τὴν σταυρικήν, ζῆλον τοῦ κηρῦξαι, ἐν ἔθνεσιν ἀθέοις, ἀξίως ἐπαινοῦντες, αὐτὸν τιμήσωμεν.

Πάντας τοὺς τιμῶντάς σε εὐσεβῶς, σῇ χάριτι σκέπε, ὦ Πατρίκιε ἐκ δεινῶν, καὶ ἐκ παντὸς κινδύνου, αἱρέσεως καὶ πλάνης, ὡς ἔχων παῤῥησίαν, πρὸς τὸν Φιλάνθρωπον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια· Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, Ἰρλανδίας φρυκτωρόν, τὸν κλεινὸν Πατρίκιον ὕμνοις, καὶ ἐγκωμίων ᾠδαῖς, πάντες μεγαλύνομεν, καὶ εὐφημήσομεν· τὸν Χριστὸν γὰρ ἐκήρυξεν, ἐν μέσῳ ἀθέων, εἴδωλα κατέλυσε, λαοὺς ἐζώγρησεν· ὅθεν, ἐν Σιὼν σαββατίζων, πίστει τοὺς προστρέχοντας σώζει, ταῖς λιταῖς αὐτοῦ ἐκ τῶν αἱρέσεων.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.