Τετάρτη 26 Ιανουαρίου 2022

ΦΕΒΡΟΥΑΡΙΟΣ 12. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΧΡΗΣΤΟΣ ΚΗΠΟΥΡΟΣ ΑΚΟΛΟΥΘΙΑ

ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΒ

ΧΡΗΣΤΟΣ ΝΕΟΜΑΡΤΥΣ ΚΗΠΟΥΡΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χαραλάμπους Μπούσια)

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Τῆς Ἰλλυρίας τὸ θρέμμα, τὸ ἱερώτατον, καὶ νεοάθλων πάντων, τὸ πανεύοσμον ἴον, τιμήσωμεν ἐν ὕμνοις θεοπρεπῶς, Χρῆστον τὸν ἀξιάγαστον· τὰς γὰρ παγίδας ἐπάτησε τῶν ἐχθρῶν, τοῦ Χριστοῦ ἰσχύϊ πίστεως.

 

Τὴν τοῦ Σταυροῦ πανοπλίαν, ἀμφιεσάμενος, ὀφρῦν ἐκγόνων Ἄγαρ, ἐπηρμένην καθεῖλες· διὸ καὶ τῷ στεφάνῳ τῶν Ἀθλητῶν, ὁ Χριστὸς ἐστεφάνωσε, σὲ Νεομάρτυς τῆς πίστεως εὐκλεές, Χρῆστε ὄντως τρισμακάριστε.

 

Τῆς τοῦ Χριστοῦ σε ἀγάπης, οὐδεὶς ἐχώρισεν, οὐ τιμωρίας ξύλον, οὐδὲ τμῆσιν αὐχένος, ἀδούλωτον γὰρ σθένος σοῦ τῆς ψυχῆς, Χρῆστε πίστεως πρόβολε, ἐπιδεικνύων ὑπέμεινας καρτερῶς, τοῦ σαρκίου πᾶσαν βάσανον.

 

 Πρὸ μισοχρίστου τυράννου, ἀνόμου βήματος, ἐν Κωνσταντινουπόλει, ὡμολόγησας χαίρων, τὸ ὄνομα τὸ θεῖον τοῦ Ἰησοῦ, καὶ ἰδίοις ἐφοίνιξας, αἱμάτων ῥείθροις τὰς ῥύμας αὐτῆς στεῤῥέ, Χρῆστε πάντιμε νεόαθλε.

 

Δόξα. Ἦχος β΄.

Τὸν πρότερον μὲν διαλαλοῦντα ἐν ῥύμαις τῆς Βασιλίδος, ὀπώρας καὶ κηπευτικὰ πρὸς ὄνησιν προϊόντα, ὕστερον δὲ πρὸ τῶν Ἄγαρ ἐκγόνων, τὸ ὑπὲρ πᾶν τοῦ Κυρίου ὄνομα, Χρῆστον τὸν κλεινὸν Νεομάρτυρα οἱ πιστοὶ εὐφημήσωμεν. Οὗτος γὰρ στεῤῥῶς ἐλέγξας τὸ ψεῦδος, καὶ τὴν πλάνην μειώσας, τῷ ἀνόμων ξίφει τὸν αὐτοῦ ὑπέκλινεν αὐχένα. Καὶ νῦν τῆς ἀτελευτήτου δόξης στέφανον δεξάμενος, στεφηφόρος παρίσταται πρὸ τοῦ θρόνου τοῦ ἀγωνοθέτου Κυρίου, ᾯ ἐκτενῶς πρεσβεύει ὑπὲρ τῶν πίστει, καὶ πόθῳ τιμώντων ἐν ᾄσμασιν, αὐτοῦ μνήμην τὴν σεπτὴν καὶ ἀεισέβαστον.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χρῆστον τὸν κηπουρόν, ἐν Κωνσταντινουπόλει, τμηθέντα τὸν αὐχένα, διὰ Χριστοῦ τὴν πίστιν, ἀξίως εὐφημήσωμεν.

 

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Μάρτυς νεοφανές, νευρούμενος ἰσχύϊ, τοῦ Ζωοδότου Χρῆστε, ἀπίστων τῇ μαχαίρᾳ, ὑπέκλινας τὴν κάραν σου.

 

Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.

Κλέϊσμα νευαγῶν, τῆς πίστεως Μαρτύρων, ὡς πρόβατον ἐσφάγης, διὰ Κυρίου Χρῆστε, τὴν πίστιν τὴν ἀμώμητον.

 

Δόξα. Τριαδικόν.

Φύσιν Τριαδικήν, Πατέρα σὺν τῷ Λόγῳ, καὶ Πνεύματι τῷ θείῳ, δοξάζομεν ἀπαύστως, τὴν ἄναρχον Θεότητα.

 

Καὶ νῦν. Θεοτοκίον.

Κήπων τῶν οὐρανῶν, ἀνάδειξον Σοὺς δούλους, Παρθένε κληρονόμους, τοῦ νεοάθλου Χρήστου, τοῦ κηπουροῦ δεήσεσι.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. Α’. Τὸν συνάναρχον Λόγον.

Τοῦ Χριστοῦ δι’ ἀγάπην ἀμνὸν ὡς ἄμωμον, σφαγιασθέντα ἐν χρόνοις, ἐσχάτοις δεῦτε πιστῶς, Χρῆστον πάντες κηπουρὸν ἀνευφημήσωμεν, ὥσπερ νεόδρεπτον ἡδύ, ῥόδον μεταφυτευθέν, εἰς κήπους Ἐδὲμ ἀφθίτους, ὧν καὶ ἡμᾶς ἀπολαῦσαι, θερμῶς πρεσβεύειν τῷ Παντάνακτι.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Ὡς ἀμνὸς ἐθελόθυτος, καὶ πανάμωμον σφάγιον, τῷ δημίου ξίφει σὴν κάραν ἔκλινας, καὶ ταῖς ῥοαῖς τῶν αἱμάτων σου, Κωνσταντινουπόλεως, ἐπορφύρωσας τὴν γῆν, κηπουρὲ ἀθλοφόρητε, Χρῆστε πάντιμε, ὁ ἐν χρόνοις δουλείας δυσχειμέροις, τοῦ Χριστοῦ ὁμολογήσας, τρανῶς τὸ ἅγιον ὄνομα.

 

Εὐωδέστατον λείριον, γεωργίᾳ τῆς πίστεως, νοητῶς ἐβλάστησας Χρῆστε ἔνδοξε, ἐν Ἰλλυρίᾳ καὶ πόνοις σου, ἀρίστης ἀθλήσεως, Ἐκκλησίαν τοῦ Χριστοῦ, εὐωδίασας ἄλκιμε, θείῳ Πνεύματι· διὰ τοῦτο τελοῦντές σου τὴν μνήμην, τὴν λαμπρὰν δοξολογοῦμεν, τὸν σὲ ἀξίως δοξάσαντα.

 

Ἐκτημθεὶς τὸν αὐχένα σου, ἐναπέτεμες φρύαγμα, τῆς ἀπάτης Χρῆστε στεῤῥὲ νεόαθλε, καὶ ταῖς ῥοαῖς τῶν αἱμάτων σου, διάνοιαν ἤρδευσας, τῶν πιστῶν φέρειν καρπόν, τῆς ἀγάπης τοῦ Κτίσαντος, καὶ οὐράνιον, πόθον καρποφορεῖν τῇ χάριτί σου, καὶ λαμπρῶς σε μακαρίζειν, ὡς εὐσταλῆ Νεομάρτυρα.

 

Πίστιν τὴν παναμώμητον, πρὸς Χριστὸν τὸν Θεάνθρωπον, στόματι λαμπρῷ σου τρανῶς ἐκήρυξας, πρὸ ἀσεβούντων τοῦ βήματος, μὴ πτήξας ἀοίδιμε, τὴν μανίαν καὶ ὀργήν, τὴν αὐτοῦ Χρῆστε ἄριστε, ἀθλοφόρητε, ἀλλ’ ὑπέμεινας τμῆσιν σοῦ αὐχένος, καὶ ἰσότιμος τῶν πάλαι, ὤφθης Μαρτύρων τῆς πίστεως.

 

Ἐπὶ ξύλου σου πρόσδεσιν, καὶ πληγὰς τὰς τοῦ σώματος, ἐν εἱρκτῇ ὑπέμεινας καρτερώτατα, ὡς ἄλλου πάσχοντος Ἅγιε, δυνάμει τῆς χάριτος, τοῦ Θεοῦ καὶ κεφαλήν, ἐκτμηθεὶς τὴν σὴν πάντιμον, πρὸς οὐράνια, Χρῆστε Μάρτυς ἀνέδραμες καὶ δήμοις, Ἀθλητῶν συνηριθμήθης, τῶν ἀπ’ αἰῶνος μακάριε.

 

Δεῦτε πάντες τιμήσωμεν, κηπουρὸν τὸν πανένδοξον, κήπους τὸν λιπόντα ταχὺ τῆς Πόλεως, τοῦ Κωνσταντίνου καὶ ἄσμενον, δραμόντα πρὸς ἔνδροσον, κῆπον θείας χαρμονῆς, δι’ ἀρίστης ἀθλήσεως, καὶ λαμπρότητος, ἀϊδίου ἐν χρόνοις τοῖς ἐσχάτοις, Χρῆστον σέμνωμα Μαρτύρων, Χριστοῦ τὸ νέον τῆς πίστεως.

 

 

 

Δόξα. Ἦχος πλ. Β΄.

Ἄγων τὸ τεσσαρακοστὸν τῆς ἡλικίας σου ἔτος ἀξιάγαστε, Χριστὸν ὡμολογήσας ἐνώπιον χριστομάχων ἐκγόνων τῆς Ἄγαρ, καὶ ὡς ἱερεῖον λογικὸν καὶ ὁλοκάρπωμα θεῖον, σεαυτὸν Χριστῷ προσήγαγες Χρῆστε νεόαθλε. Καταλιπὼν οὖν τοὺς κήπους τῆς Κωνσταντινουπόλεως, ἀνέδραμες ἀπολαῦσαι τῶν κήπων τῆς οὐρανίου ὡραιότητος, ἔνθα Χριστῷ πρεσβεύεις καὶ ἡμᾶς καταξιῶσαι αὐτῆς τρυφῆσαι, τοὺς τελοῦντας ἐν ὕμνοις τὴν πανσέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Προφητείας Ἠσαΐου τό Ἀνάγνωσμα (Ἠσ. μγ΄, 9 – 14).

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; Ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε καί πιστεύσητέ μοι καί συνῆτε, ὅτι ἐγὼ εἰμί. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ οὐκ ἔσται πάρεξ ἐμοῦ ὁ σώζων. Ἐγώ ἀνήγγειλα καί ἔσωσα. Ὠνείδισα και οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός. Ὅτι ἐξ ἀρχῆς ἐγὼ εἰμί, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα (γ΄. 1 - 9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα. Οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει τῶν ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπίς αὐτῶν ἀθανασίας πλήρης. Καί ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεός ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτούς, ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καί βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῶ συνήσουσιν ἀλήθειαν καί οἱ πιστοί, ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῶ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καί ἐπισκοπή ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα (ζ´. 7).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος πλ. α΄.

Εὐφραίνεται ἐνθέως ἡ τοῦ Χριστοῦ Ἐκκλησία, καυχωμένη τῇ παῤῥησίᾳ σου, καὶ τῇ ἀθλητικῇ σου εὐκληρίᾳ, Χρῆστε Νεομάρτυς πανάριστε. Στεῤῥῶς γὰρ ἀγωνισάμενος, ὑπὲρ τοῦ σεπτοῦ ὀνόματος τοῦ παναγάθου Θεοῦ, οὐρανίων ἐπάθλων ἔτυχες, τῶν μὴ φθειρομένων καρτερόψυχε. Αὐτῶν καὶ ἡμᾶς ἀξίωσον, τῶν ἐκτελούντων ἐν πίστει τὴν φωτοφόρον μνήμην σου, καὶ αἰτουμένων τὰς ἀόκνους, πρὸς τὸν εὐΐλατον Χριστὸν πρεσβείας σου.

 

Ἦχος β΄.

Εὐπρεπῶς ἐνδεδυμένος τὸν χιτῶνα τῆς πίστεως, ἀνδρειοτάτῃ ψυχῇ τὸ σκάμμα ὑπῆλθες τῆς ἀθλήσεως, ἐν Κωνσταντινουπόλει Χρῆστε παμμακάριστε. Καταλιπὼν γὰρ τὸν εὐπρεπισμὸν καὶ καλλιέργειαν τῶν κήπων, οὐρανίων κήπων ἐπεθύμησας κληρονόμος γενέσθαι, ἔνθα εὐφραινομένων ἡ κατοικία. Καλῶς οὖν ἀγωνισάμενος, καὶ τμῆσιν τοῦ αὐχένος σου καρτερῶς ὑπομείνας, ἐπέτυχες τοῦ ἐφετοῦ, καὶ μεσίτης ἡμῶν γέγονας πρὸς Κύριον θερμότατος.

 

Ἦχος γ’.

Ὁλικῇ ἐφέσει προκρίνας ὑπὲρ Χριστοῦ ἀποθανεῖν, τὴν ἐν σοὶ οἰκοῦσαν ψυχικῆν λαμπρότητα, πᾶσιν ὑπέδειξας Χρῆστε νεόαθλε· διὸ οὐδόλως ἐκάμφθης, ἐν εἱρκτῇ συγκλειόμενος, τῷ τῆς τιμωρίας ξύλῳ προσδεόμενος, καὶ σφοδρῶς χερσὶν ἀνόμων μαστιζόμενος. Τῆς πηγῆς οὖν νῦν ἀπολαύων τῶν ἀγαθῶν, δρόσισον καὶ ἡμᾶς θερμῶν πρεσβειῶν σου ῥανίσι, πρὸς τὸν φιλάνθρωπον καὶ ἐλεήμονα Κύριον.

 

Δόξα. Ἦχος δ΄.

Τῷ πυρὶ τῆς θείας ἀγάπης ὅλως ἀναφλεχθείς, σεαυτὸν ἠρνήσω, καὶ πρὸς ἀθλήσεως σκάμματα ἐχώρησας προθύμως, ἀνενδότῳ φρονήματι στεῤῥόφρον Ἅγιε. Εὐθαρσῶς γὰρ καταισχύνας, τῆς ἀπάτης τὸ φρύαγμα, καὶ ὑπερφρονήσας ἐπαγγελιῶν σφαλλομένων, Χριστὸν ὡμολόγησας· ὅθεν δοξάζων τοὺς ἀγῶνάς σου, ὁ δίκαιος ἀγωνοθέτης Χριστός, χαρᾶς ἀϊδίου σε ἠξίωσε Χρῆστε πάντιμε, ἧς καὶ ἡμᾶς τυχεῖν ἀξίωσον πρεσβείαις σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. Α’. Χαίροις ἀσκητικῶν

Χαίροις, Νεομαρτύρων φανέ, ὁ καταυγάσας ἀριστείαις ἀκτῖσί σου, καὶ θείαις σου μαρτυρίου, μαρμαρυγαῖς εὐσεβῶν, στεφανῖτα Χρῆστε, τὰ συστήματα· Χριστοῦ γὰρ τὸ ὄνομα, τὸ σεπτὸν ὡμολόγησας, πρὸ τῶν ἀνόμων, Ἄγαρ τέκνων τοῦ βήματος, καὶ ἐνήθλησας, στεῤῥοτάτῳ φρονήματι· ὅθεν τὴν μακαρίαν σου, αὐχένος ἀπότμησιν, δοξολογοῦντες ὡς πρέσβυν, σὲ πρὸς Θεὸν προβαλλόμεθα, ἀεὶ δυσωποῦντα, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Χαίροις, ὁ κηπουρὸς ὁ σεμνός, τῆς Βασιλίδος Χρῆστε μάκαρ τῶν πόλεων, ἀγάπην διὰ Κυρίου, εὐπρεπισμὸν ὁ λιπών, κήπων τῶν γηΐνων, γενναιότατε, καὶ κῆπον οὐράνιον, ὁλοθύμῳ ἐφέσει σου, ἐπιποθήσας, καὶ Μαρτύρων ὁμόζηλος, καὶ ὁμότροπος, γεγονὼς ἄρτι ἔνδοξε· ὅθεν ὡς ἄλλου πάσχοντος, πληγὰς τὰς τοῦ σώματος, καὶ τοῦ αὐχένος σου τμῆσιν, καθυπομείνας στεῤῥότατα, μετέστης πρὸς κήπους, οὐρανῶν Χριστῷ πρεσβεύων, ὑπὲρ προσφύγων σου.

 

Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.

Χαίροις, ὁ εὐφροσύνης τρυφῶν, νῦν ἐν τῷ κήπῳ τῆς Ἐδὲμ τῆς ἀτέρμονος, ὡς Μάρτυς Χριστοῦ γενναῖος, καὶ κηπουρῶν νεαυγῶν, ἄστρον φωτοβόλον, Χρῆστε πάντιμε· δημίῳ γὰρ ἔκλινας, κακοπίστῳ τὴν κάραν σου, καὶ ὥσπερ θῦμα, λογικὸν καὶ πανίερον, μάκαρ σφάγιον, ἐκτομὴν καθυπέμεινας, ταύτης· διὸ δεδόξασαι, Κωνσταντινουπόλεως, ἀμνὲ παρὰ τοῦ Κυρίου, τοῦ δόξης κότινον νέμοντος, τοῖς ὁμολογοῦσι, τὸ Αὐτοῦ σεπτὸν καὶ μέγα, καὶ θεῖον ὄνομα.

 

 

 

Δόξα. Ἦχος πλ. Δ΄.

Ἐκγόνων τῆς Ἄγαρ ἄθεον ὀφρῦν, ἀθλητικῇ σου ἐνστάσει καταβαλών, ἐθριάμβευσας Χρῆστε Νεομάρτυς. Σὺ γὰρ ὡς ἀρνίον ἄκακον καὶ θυσία ἄμωμος, ὑπὲρ Χριστοῦ ἐσφαγιάσθης, Οὗ Θεότητα περιτρανῶς ὡμολόγησας. Αὐτῷ οὖν συναγαλλόμενος, μὴ παύσῃ αἰτούμενος ἡμῖν διδόναι, παθῶν ἀπαλλαγὴν καὶ πταισμάτων συγχώρησιν.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. Α’. Τὸν συνάναρχον Λόγον.

Τοῦ Χριστοῦ δι’ ἀγάπην ἀμνὸν ὡς ἄμωμον, σφαγιασθέντα ἐν χρόνοις, ἐσχάτοις δεῦτε πιστῶς, Χρῆστον πάντες κηπουρὸν ἀνευφημήσωμεν, ὥσπερ νεόδρεπτον ἡδύ, ῥόδον μεταφυτευθέν, εἰς κήπους Ἐδὲμ ἀφθίτους, ὧν καὶ ἡμᾶς ἀπολαῦσαι, θερμῶς πρεσβεύειν τῷ Παντάνακτι.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Ἀθλήσας καρτερῶς, ἐν Κωνσταντινουπόλει, διὰ τὴν τοῦ Χριστοῦ, παναμώμητον πίστιν, τῷ κόσμῳ ἐξέλαμψας, ὥσπερ ἄστρον νεόφωτον, καὶ διέλυσας, σῆς ἀριστείας βολίσι, τὴν σκοτόμαιναν, ἐχθρῶν δουλείας ζοφώδους, στεῤῥὲ Χρῆστε ἄριστε.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Ναμάτων δαψιλής, θεοβρύτων ὑπάρχεις, πηγὴ Σῶν οἰκετῶν, τὰς αὐχμώσας καρδίας, δροσίζουσα πάντοτε, Θεοτόκε πανύμνητε· ὅθεν κράζω Σοι· σβέσον τὸ πῦρ μου κακίας, κατακαῖόν με, καὶ ἀπαθείας πιεῖν μοι, δὸς ὕδωρ ζωήῤῥυτον.

 

 

 

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Γενναία ἐνστάσει σου ὡς ἀριστεὺς τοῦ Χριστοῦ, ἐνίκησας Ἅγιε τὰς παρατάξεις ἐχθροῦ· διὸ καὶ δεδόξασαι· ὅθεν γεραίροντές σε, Χρῆστε πίστεως Μάρτυς, νέε σὰς ἱκεσίας, ἐκδεχόμεθα πάντες, πρὸς Κύριον ἡμῶν καὶ Θεόν, τὸν πολυεύσπλαγχνον.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Τὴν λύπην διέλυσας τῆς δυσθυμίας ἡμῶν, τεκοῦσα τὸν Κύριον τὴν αἰωνίαν χαράν, ἁγνὴ ἀειπάρθενε· ὅθεν Σε δυσωποῦμεν, μετανοίας τῷ φέγγει, αὔγασον διανοίας, ἀναξίων Σου δούλων, τὰς νῦν ἐζοφωμένας παθῶν, σκότει Μητρόθεε.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ἐχθροῦ τὴν ἔπαρσιν, καθεῖλες πόνοις σου, στεῤῥᾶς ἀθλήσεως, καὶ ἀποτμήσεως, σῆς πανιέρου κεφαλῆς ἐν ἔτεσι τοῖς ἐσχάτοις, Χρῆστε Μάρτυς πάντιμε, κηπουρὲ ἅμα τίμιε, Κωνσταντινουπόλεως καὶ ὁπλῖτα ἀήττητε, Χριστοῦ τῆς Ἐκκλησίας· διό σοι, χαῖρε πιστῶς ἀναβοῶμεν.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.

Εὐαγγέλιον Μαρτυρικόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Θεολήπτῳ καρδίᾳ Χρῆστε πανάριστε, τοὺς πόνους τῆς ἐπὶ ξύλου προσδέσεώς σου ὑπέμεινας, καὶ τοῦ αὐχένος σου ἀπότμησιν· ἀκολουθῶν γὰρ Χριστοῦ τοῖς ἴχνεσι, καὶ τῶν πάλαι κλεινῶν Μαρτύρων ὁμόζηλος γενόμενος, τυραννικὴν ἐξεφαύλισας μανίαν· διὸ νῦν σὺν Ἀγγέλοις καὶ Ἁγίοις τοῖς ἀπ’ αἰῶνος αὐλιζόμενος, Χριστῷ ἀσιγήτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.

 

 

 

 

 

 

Ὁ Κανὼν τοῦ Νεομάρτυρος, οὗ ἡ ἀκροστιχίς: Χρῆστον, τὸν νεόαθλον ὑμνῶ κηπουρόν. Χ. Μ.

ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου

Χριστοῦ Μάρτυς ἔνδοξε, ἐν δυσχειμέροις τοῖς ἔτεσι, δουλείας πληρώματος, τοῦ χριστωνύμου πικρᾶς, Χρῆστε ἄλκιμε, ὑπὸ ἐκγόνων Ἄγαρ, ἀθλήσας ἀπείληφας, ἄφθαρτον στέφανον.

Ῥανίσιν ἱδρώτων σου, τῆς Βασιλίδος ἐπίανας, τοὺς κήπους ἀκάματε, θεοειδὲς κηπουρέ, καὶ γεώργιον, ψυχῆς σου φέρειν Χρῆστε, καρπὸν ἀγαπήσεως, Κτίστου πολύφορον.

Ἡ σὴ Χρῆστε ἄθλησις, χαρᾶς καρδίας ἐνέπλησε, πιστῶν ὁμηγύρεως, καὶ πτοηθὲν φεῦ αὐτῆς, ἀνεπτέρωσε, τὸ φρύαγμα πρὸς θείους, ἀγῶνας καὶ σκάμματα, πρὸς ἀνδρικώτατα.

Θεοτοκίον.

Στολὴν τοῦ οἰκέτου Σου, ψυχῆς ταχὺ ἀποκάθαρον, ὑσσώπῳ ἐντεύξεων, Σῶν μητρικῶν πρὸς Θεόν, Ὃν ἐκύησας, ἀφράστως Θεοτόκε, καὶ πύλας μοι ἄνοιξον, αἰωνιότητος.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Τῶν πάλαι Μαρτύρων τοὺς ἀγῶνας, μιμούμενος Χρῆστε ἀκλινῶς, καλῶς ὑπῆλθες στάδιον, πανευσθενοῦς ἀθλήσεως, καὶ σαῖς ὁραῖς ἀπέπνιξας, αἱμάτων τὸν πολεμήτορα.

Ὁ νέος ὑμνείσθω καλλιμάρτυς, τοῖς ᾄσμασι Χρῆστος ὁ κλεινός, τῆς Κωνσταντινουπόλεως, ὁ κηπουρὸς ὁ ἔνδοξος, ὁ κότινον δεξάμενος, λαμπρᾶς ἀθλήσεως πάγχρυσον.

Νεόαθλε Μάρτυς τοῦ Ὑψίστου, ἐκήρυξας στόματι φαιδρῷ, πρὸ τῶν ἀνόμων βήματος, Χριστοῦ τὸ θεῖον ὄνομα, ἐν τοῖς ἐσχάτοις ἔτεσι, στεῤῥόφρον Χρῆστε μακάριε.

Θεοτοκίον.

Τὸν Λόγον Θεοῦ ἡ ἀποῤῥήτως, τεκοῦσα ἐπήγασας ἡμῖν, ζωὴν τὴν αἰωνίζουσαν, Θεοκυῆτορ Δέσποινα, ὡς κρήνη ἀκεσώδυνος, καὶ βρύσις ὄντως ζωήῤῥυτος.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Γόνων ἤμβλυνας, τῆς Ἄγαρ κέντρα, Χρῆστε πάντιμε, τῆς εὐσεβείας, θυρεῷ περιφραχθεὶς καὶ τὸ ὄνομα, ὁμολογήσας Χριστοῦ τὸ πανάγιον, ἀθλητικῶς τῆς ἀπάτης τὸ φρύαγμα, κατεπάτησας· διό σου τὴν μνήμην σέβοντες, ὑμνοῦμέν σε ὡς θεῖον Νεομάρτυρα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἀπειρόγαμε, Παρθενομῆτορ, καταφύγιον, καὶ προστασία, ἀσφαλὴς χριστεπωνύμου πληρώματος, παῦσον ἐχθροῦ καθ’ ἡμῶν τὴν ἐπήρειαν, ἐπιστασίᾳ ἐνθέρμῳ Σου Δέσποινα, καὶ εἰρήνευσον τὸν βίον ἡμῶν τοῖς πάθεσιν, ἁγνὴ τοῖς ψυχοκτόνοις ταραττόμενον.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Ὁλικῶς τὴν σὴν καρδίαν, ἀνατείνων πρὸς Κύριον, ὑπερόπτης ὤφθης, βίου τοῦ προσκαίρου καὶ ῥέοντος, ὃν κατεφρόνησας Χρῆστε ἐπειγόμενος, πρὸς τὴν ἄφθιτον, ζωὴν ἐν θείοις σκηνώμασι.

Νεομάρτυς ἀλγηδόνας, ἐπὶ ξύλου προσδέσεως, ῥαβδισμοὺς καθείρξεις, ἀπειλὰς ἀνόμων καὶ μάστιγας, καθυπομείνας ὑπέκλινας τὴν κάραν σου, Χρῆστε εὔψυχε, ἀκμῇ μαχαίρας δημίου σου.

Νικητὴς ἐδείχθης Χρῆστε, νέε Μάρτυς τῆς πίστεως, κατ’ ἐχθρῶν ἀνόμων, ἐναθλήσας ἄρτι στεῤῥότατα, καὶ σῇ ἐνστάσει ἐχθροὺς τῆς Ἄγαρ ᾔσχυνας, καὶ κατέκλυσας, αὐτῶν ἀπάτην σοῖς αἵμασιν.

Θεοτοκίον.

Ἐλεοῦσα Θεοτόκε, τῶν πιστῶν καταφύγιον, ἔργασαί με Μῆτερ, οἶκον διὰ βίου σεμνότητος, χαρίτων θείων τὸν δοῦλόν Σου κραυγάζω Σοι, ἡ τὸν Κύριον, τὸν ἐλεήμονα τέξασα.

 

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

Οὐδόλως κατέπτηξας, υἱῶν τῆς Ἄγαρ τὴν ἔφοδον, Μάρτυς εὐσταλὲς Κυρίου Χρῆστε, Αὐτοῦ τὴν κλῆσιν, ὁμολογῶν εὐθαρσῶς, καὶ ὥσπερ ἀμνὸς σφαγιασθείς, ὑπαντῆσαι ἔδραμες, τῷ σεπτῷ Ἀρχιποίμενι.

Ἀνδρείως ὑπήνεγκας, σῆς κεφαλῆς ἀπότμησιν, ἐν τῇ Κωνσταντινουπόλει Χρῆστε, ὀφθεὶς τοῖς πόνοις, τῶν παλαιῶν Ἀθλητῶν, ἐφάμιλλος Μάρτυς καὶ αὐτῶν, δόξῃ ἰσοστάσιος, ἐν τοῖς ἄνω σκηνώμασι.

Θερμόν σε κεκτήμεθα, μεσίτην πρὸς τὸν Κύριον, Χρῆστε Νεομάρτυς καὶ προστάτην, ἐν τοῖς τοῦ βίου, κινδύνοις καὶ συμφοραῖς, οἱ σπεύδοντες σοῦ τῇ ἀρωγῇ, καὶ τὴν σὴν ἐνάθλησιν, τὴν στεῤῥὰν ἑορτάζοντες.

Θεοτοκίον.

Λαμπρὸν ἀνακτόριον, καὶ φωτοφόρον σκήνωμα, κεχαριτωμένη Θεοτόκε, τοῦ προελθόντος, ἐκ Σῆς πανάγνου γαστρός, Αὐτὸν ἐκδυσώπει ἐκτενῶς, δεῖξαι θείας χάριτος, καὶ ἡμᾶς ἐντευκτήρια.

 

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.

Ὁμολογίας κειμήλιον, Χριστοῦ τοῦ παναγίου ὀνόματος, ἀμνὸς ὡς ἄφωνος, τὴν κεφαλήν σου ὑπέκλινας, δημίου ξίφει Χρῆστε, Μαρτύρων καύχημα.

Νεολαμπὲς ἄστρον πίστεως, ἐχθρῶν τὴν σκοτομήνην ἐσκέδασας, πυρφόροις λόγοις σου, καὶ κατεφώτισας ἅπαντας, ἐνστάσεώς Χρῆστε, τοῖς ἀμαρύγμασιν.

Ὑμνοῦμεν Χρῆστε ἀείποτε, τὴν πάντιμόν σου μνήμην κραυγάζοντες· ἐπιδαψίλευε, ἡμῖν Κυρίου τὸ ἔλεος, καὶ εὐλογίαν πᾶσι, θερμαῖς πρεσβείαις σου.

Θεοτοκίον.

Μαρία Νύμφη ἀνύμφευτε, Θεοῦ τοῦ προανάρχου, καὶ ἄσπιλε, Μῆτερ καὶ πάναγνε, τοῦ συνανάρχου ὑμνοῦμέν Σε, Υἱοῦ Αὐτοῦ οἱ δῆμοι, πιστῶν ἀείποτε.

Κοντάκιον. Ἦχος πλ. Δ΄. Τῇ ὑπερμάχῳ.

Τὸν κηπουρὸν τὸν εὐσταλὴ ἀνευφημήσωμεν, ἀποτμηθέντος τὸν αὐχένα ὥσπερ σφάγιον, λογικὸν ἐν Βασιλίδι τῇ Πόλει ἄρτι, καὶ τοὺς κήπους οὐρανῶν καθωραΐσαντα, ὡς μυρίπνοον ἀθλήσεως λευκάνθεμον, πόθῳ κράζοντες· Χαίροις Χρῆστε πανάλκιμε.

Ὁ Οἶκος.

Ἄριστε Νεομάρτυς, ὡμολογήσας χαίρων, τὸ ὄνομα τοῦ Κτίσαντος Χρῆστε, πρὸ τοῦ βήματος Ἄγαρ υἱῶν, καὶ στεφάνους νίκης ἐκ χειρὸς εἴληφας, τοῦ γέρα πᾶσι νέμοντος, ἀξίως· ὅθεν σοι βοῶμεν·

Χαῖρε, ὁ γόνος τῆς Ἰλλυρίας·

χαῖρε, τὸ εὖχος τῆς Ἐκκλησίας.

Χαῖρε, Νεομάρτυς τῆς πίστεως ἔνδοξε·

χαῖρε, καλλιμάρτυς Χριστοῦ γενναιότατε.

Χαῖρε, Κωνσταντινουπόλεως ἐθελόθυτε ἀμνέ·

χαῖρε, πάμφωτε ἀθλήσεως θεαρέστου φρυκτωρέ.

Χαῖρε, ὅτι τῆς πλάνης τὰς ἐνέδρας καθεῖλες·

χαῖρε, ὅτι τῆς βλάβης τὰς ὀρέξεις ἀνεῖλες.

Χαῖρε, ἀστὴρ ὁ νέος τῆς πίστεως·

χαῖρε, πρηστὴρ ματαίας φρονήσεως.

Χαῖρε, ἀγρῶν κηπουρὲ τῶν γηΐνων·

χαῖρε, φυτῶν φυτουργὲ ἀθανάτων.

Χαίροις, Χρῆστε πανάλκιμε.

 

Συναξάριον.

Τῇ ΙΒ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μελετίου, Ἀρχιεπισκόπου Ἀντιοχείας τῆς Μεγάλης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μελετίου τοῦ ἐκ Λάρδου, κτίτορος τῆς Μονῆς Ὑψενῆς Ῥόδου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μαρίας, τῆς μετονομασθείσης Μαρῖνος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐγενίου, πατρὸς τῆς Ὁσίας Μαρίας

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Σατορνίνου καὶ Πλωτίνου, ξίφει τελειωθέντων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἀγίων Μαρτύρων· Ἰουλιανοῦ καὶ Μοδέστου, τῶν ἐν Καρθαγένῃ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀντωνίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ὁσιομάρτυς Ἰωάννης ὁ Σιναΐτης, ἐν ἔτει 1091ῳ τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Χρήστος ὁ Κηπουρός, ἐν Κωνσταντινουπόλει, ξίφει τελειοῦται, ἐν ἔτει 1748ῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πρόχορος ὁ Γεωργιανός, ἡγούμενος τῆς Μονῆς Τιμίου Σταυροῦ Ἱεροσολύμων, ἐν ἔτει 1066ῳ, ἐν εἰρήνῃ τελειούται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀλεξίου, ἀρχιεπισκόπου Μόσχας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Βασιανὸς τοῦ Οὔγκλιχ, ὁ Ῥώσσος, ἐν ἔτει 1509ῳ, ἐν εἰρήνῃ τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μελετίου, ἐπισκόπου Χαρκὼβ Ῥωσσίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Ἀλέξιος, ἐπίσκοπος Βόρονεζ Ῥωσσίας, ἐν ἔτει 1930ῳ τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Μητροφάνης ὁ πρωτοπρεσβύτερος ὁ Ῥώσσος, ἐν ἔτει 1931ῳ τελειοῦται.

Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.

Νέον πίστεως, ὡράϊσμα λαμπρότητος, τῆς θείας μέτοχος, ἐδείχθης Χρῆστε σοφέ, ὡς Μάρτυς περίδοξος, καὶ ὑπερθαύμαστος, σὺ γὰρ ὄνομα, διαπρυσίως Ἅγιε, ὡμολόγησας Κυρίου.

Ὡς νεόφωτον, ἀστέρα σε γεραίρομεν, τὸν ἀνατείλαντα, ἐκ τοῦ δεινοῦ σκοτασμοῦ, τῆς Ἄγαρ δουλώσεως, καὶ γενναιότητος, ἐκπυρσεύμασι, τὰ σύμπαντα φαιδρύναντα, Χρῆστε νέε καλλιμάρτυς.

Καταλέλοιπας, τῆς Κωνσταντινουπόλεως, τοὺς κήπους ἔνδοξε, καταυγασθεὶς τῷ φωτί, τῷ θείῳ καὶ ἔδραμες, δι’ ἐναθλήσεως, Χρῆστε ὄλβιε, πρὸς κήπους θείας χάριτος, καὶ ζωῆς τῆς αἰωνίου.

Θεοτοκίον.

Ἡ ἀμόλυντος, Θεογεννῆτορ Ἄνασσα, εὐθεῖαν δίδου μου, γνώμην ποθεῖν ἀκλινῶς, ἐν πόλῳ τὰ ἄῤῥευστα, καὶ διαμένοντα, καὶ καρδίαν μου, ἀμόλυντον φαυλότητος, διατήρει τοῦ Βελίαρ.

 

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Πλάνης τὴν ἀπάτην τῇ δρεπάνῃ, ἀπέτεμες Χρῆστε Μάρτυς σῆς ἐνστάσεως, καὶ στεῤῥῷ φρονήματι, ἐκτμηθεὶς αὐχένα σου, πρὸς θεϊκὰ σκηνώματα, ταχέως ἔδραμες, λαμπόμενος ὡς Μάρτυς γενναῖος, αἴγλῃ καὶ εὔκλειᾳ, ἀθλητικῇ τρισμάκαρ.

Ὅρπηξ ὡς νεόδρεπτος ἀνδρείας, καὶ πίστεως εἰς Χριστὸν τὸν Παντοκράτορα, Χρῆστε γενναιότατε, κηπουρὲ θεσπέσιε, τῆς Κωνσταντινουπόλεως, Θεοῦ τῇ χάριτι, καλῶς μετεφυτεύθης εἰς κήπους, οὐρανοῦ πρεσβεύων, ὑπὲρ τῶν σὲ τιμώντων.

Ὕψωσον τὸν νοῦν τῶν σὲ ὑμνούντων, πρὸς κρείττονα πόθον Χρῆστε πανσεβάσμιε, ἐκ τῆς ματαιότητος, ἐμπαθείας χείῤῥονος, καὶ χαμερποῦς βιώσεως, ὁ δι’ ἀγάπησιν, Κυρίου ἑαυτὸν ταπεινώσας, ἄχρι μαρτυρίου, καὶ τμήσεως αὐχένος.

Θεοτοκίον.

Ῥῦσαι πειρασμῶν τοὺς Σοὺς οἰκέτας, καὶ πάσης ἐπιβουλῆς τοῦ πολεμήτορος, τοὺς ἀεὶ προστρέχοντας, σκέπῃ τῇ ἁγίᾳ Σου, εὐλογημένη Δέσποινα, Θεογεννήτρια, πιστῶν, παραμυθία γλυκεῖα, καὶ ταχεῖα ῥῦστις, ἐκ βλάβης καὶ ἀνάγκης.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ὁ νεοφανής, ὁπλίτης τῆς πίστεως, καὶ Μάρτυς ἄριστος, Χρῆστος ὁ ἀοίδιμος, ὁ τὰς παγίδας, συντρίψας τάχιστα, τυράννου θείᾳ χάριτι, ἀπελευθέρωσον, νοῦν μου κράζω, τῶν παγίδων ὄφεως, τοῦ δολίου δεινῶς πολεμοῦντός με.

Νέε Ἀθλητά, Χριστοῦ θείας πίστεως, εἱρκτὴν καὶ μάστιγας, καὶ αὐχένος ἔκτμησιν, καθυπομείνας, διὰ τὸν Κύριον, τῆς αἰωνίου δόξης σου, συγκληρονόμον με, καθ’ ἑκάστην, σὲ τὸν μεγαλύνοντα, Χρῆστε Μάρτυς γενναῖε ἀνάδειξον.

Χαίρων πρὸς ζωήν, ἀθάνατον ἔδραμες, καὶ λῆξιν ἄφθιτον, Χρῆστε τρισμακάριστε, ὁ ἐν μεθέξει, σαφῶς θεούμενος, καὶ Κτίστην ἱλεούμενος, ἡμῖν καὶ Κύριον, καὶ Δεσπότην, Ἰησοῦν ᾯ πρέσβευε, ὑπὲρ πάντων τῶν ὕμνοις τιμώντων σε.

Θεοτοκίον.

Μόνον τὸν Χριστόν, ὡς βρέφος πανύμνητε, Ὅνπερ ἐβάστασας, καὶ μαζῶν Σου γάλακτι, Ὃν ἐγαλούχησας Θεονύμφευτε, ὑπὲρ τῶν προστρεχόντων Σοι, δυσώπει πάντοτε, ἵνα θρέψῃ, Σὲ τοὺς μεγαλύνοντας, ἄρτῳ Μῆτερ ζωῆς τῆς ἀρτέμονος.

 

 

 

 

 

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ὑπὲρ Χριστοῦ προέκρινας, τμηθῆναι τὸν αὐχένα σου, ἐν Βασιλίδι τῇ Πόλει, ἀρτίως Χρῆστε παμμάκαρ, τοῦ σὲ καταξιώσαντος, τρυφῆσαι κήπων χάριτος, τῆς ἐν Ἐδὲμ τερπνότητος, ὡς κηπουρῶν νεοάθλων, πολυτιμότατον ὄλβον.

Θεοτοκίον.

Ἰσχὺν ὑψόθεν δίδου μοι, Παρθένε εὐσυμπάθητε, πατῆσαι δύναμιν πᾶσαν, τοῦ πτερνιστοῦ τοῦ ἀρχαίου, καὶ ἐν ἰσχύϊ ἄχραντε, ὁδεύσαι θείᾳ δίοδον, τῶν ἐντολῶν τοῦ Τόκου Σου, καλῶς τὴν καθοδηγοῦσαν, πρὸς τὴν ζωὴν τὴν ἀγήρω.

 

Αἶνοι. Ἦχος πλ. Δ΄.  Ὢ τοῦ παραδόξου θαύματος.

Χρῆστε, Νεομάρτυς ἔνδοξε, γηΐνους κήπους λιπών, ἀπολαῦσαι ἀνέδραμες, κήπους ἀφθαρτότητος, δι’ ἀρίστης ἀθλήσεως, κλίνας γὰρ κάραν, τὴν σὴν πανίερον, δημίου ξίφει, στολὴν ἐλάμπρυνας, ῥείθροις αἱμάτων σου, σῆς ψυχῆς καὶ ἔδραμες τῷ Λυτρωτῇ, ὑπαντῆσαι ἄριστε, ἐν θείοις δώμασι.

 

Μάρτυς Χριστοῦ νεόαθλε, ὁμολογίας λαμπρᾶς, τοῦ πανσέπτου ὀνόματος, τοῦ Υἱοῦ καὶ Κτίσαντος, Θεανθρώπου κειμήλιον, ἐν Βασιλίδι, πασῶν τῶν Πόλεων, ἐφέσει ὅλῃ, ἁγνῆς καρδίας σου, ἔστησας τρόπαιον, νίκης θείας πίστεως τοῦ Λυτρωτοῦ, καὶ ἐχθροῦ ἐπάτησας, Χρῆστε τὸ φρύαγμα.

 

Νέε Ἀθλητὰ τῆς πίστεως, νομίμως ὑπὲρ Χριστοῦ, ἐναθλήσας κατήσχυνας, δυσσεβούντων τάγματα, καὶ καρδίας ἐφαίδρυνας, τοῦ χριστωνύμου, λαοῦ ἐν ἔτεσι, δουλείας Ἄγαρ, υἱῶν πανεύφημε, Χρῆστε μακάριε· ὅθεν πάντες μνήμην σου τὴν ἱεράν, γεγηθότες μέλπομεν, εὐήχοις ᾄσμασι.

 

Μνήμην, τὴν σεπτήν σου ἄγοντες, φιλομαρτύρων χοροί, Χρῆστε πίστεως σέμνωμα, δόξαν ἀναπέμπομεν, τῶν λαμπρῶς σὲ ἰσχύσαντι, υἱοὺς τῆς Ἄγαρ τροπώσει σθένει σου, ἀπεριτρέπτῳ καὶ μαρτυρίῳ σου, θείῳ τρισόλβιε, ἐκτενῶς ᾯ πρέσβευε ὑπὲρ ἡμῶν, Νεομάρτυς πάντιμε, τῶν εὐφημούντων σε.

 

 

 

 

 

 

 

 

Δόξα. Ἦχος πλ. Α’.

Τοῦ Σταυροῦ τὴν πανοπλίαν ἐνδυσάμενος, ἀθλητικῶς ἠγώνισαι ἐν ἐσχάτοις χρόνοις, καὶ Χριστὸν εὐθαρσῶς ὡμολόγησας, Χρῆστε Μάρτυς στεῤῥόψυχε. Τὸν γὰρ προκείμενον ἀγῶνα ἐν αἵματι ἐτέλεσας οἰκείῳ σου, καὶ χριστομάχων τὸ φρύαγμα καθεῖλες, ἀθλητικῇ σου ἐνστάσει καὶ μαρτυρίῳ· ὅθεν ἡ τοῦ Χριστοῦ Ἐκκλησία εὐφροσύνως γεραίρουσά σε, τὰς ὁλοθέρμους εὐχάς σου ἀπεκδέχεται, πρὸς τὸν ἐνισχύσαντά σε φιλάνθρωπον Κύριον.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις Νεομάρτυς περιφανές, Χρῆστε ὡραιότης, καὶ ἀγλάϊσμα κηπουρῶν· χαίροις ὁ ποτίσας, ἐν Κωνσταντινουπόλει, αἱμάτων σου τοῖς ῥείθροις, δένδρον τῆς πίστεως.