ΙΑΝΟΥΑΡΙΟΣ Β΄!!
ΘΕΟΔΟΤΗ ΜΗΤΗΡ ΑΓΙΩΝ ΑΝΑΡΓΥΡΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Προσόμοια τῆς Ἁγίας. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Ἐλαίαν κατάκαρπον ᾠδαῖς, μελιῤῥύτοις μέλψωμεν, δυάδα τέκνων βλαστήσασαν, ὄντως ἀνάργυρον, ἰατρῶν ἐνθέων, Θεοδότην πάνσεμνον, Δαμιανὸν ἀγάπης ὑπόδειγμα, καὶ εὐσυμπάθητον, νῦν Κοσμᾶν πιστοῖς παρέχουσαν, ἀσθένουσι, ταχέως τὴν ἴασιν.
Φωτὶ Θεοδότη ἀρετῆς, προσευχῆς καὶ νήψεως, τοὺς σοὺς υἱοὺς κατεφώτισας, οὕσπερ ἀνέδειξας, ἰατροὺς ἀμίσθους, ἀσθενῶν φωτίζοντας, αὐτῶν τῆς ἰατρείας πυρσεύμασι, κόσμου τὰ πέρατα, καὶ διώκοντας τὴν ζόφωσιν, ἀσθενείας, Θεοῦ πάντων χάριτι.
Χαρίτων ταμεῖον θεϊκῶν, Θεοδότη πάγκαλε, ἐν ὁσιότητι βίον σου, ὄντως ἐτέλεσας, καὶ κατηξιώθης, σὺν δυάδι τέκνων σου, Ἁγίοις Ἀναργύροις ἀγάλλεσθαι, πόλου ἐν δώμασι, καὶ χαρᾶς τῆς ὑπὲρ ἔννοιαν, ἀπολαύειν, Ἀγγέλων σὺν τάγμασι.
Χοροὶ δεῦτε σπεύσωμεν πιστῶν, τάφον τὸν πανίερον, πανευλαβῶς κατασπάσασθαι, ἁγιομήτορος, θείας Θεοδότης, τὸν κοσμοῦντα Σπήλαιον, τῶν Μάγων καὶ αὐτῇ ἐκβοήσωμεν· Μῆτερ πανεύφημε, δὸς ἑκάστῳ τὴν ἐκπλήρωσιν, αἰτημάτων, τῷ σὲ μεγαλύναντι.
Δόξα. Ἦχος πλ. Δ’.
Ὁλοσχερῶς Χριστὸν ἀγαπήσασα, τὴν ξυνωρίδα τῶν υἱῶν σου, ἥν σοι ἐνεπιστεύθη ὁ Κύριος ἐν τῇ ἐννόμῳ συζυγίᾳ σου, ἰατροὺς ἀνέδειξας Ἀναργύρους καὶ κοσμήτορας, τῆς τοῦ Χριστοῦ ἡμῶν Ἐκκλησίας, Θεοδότη ἀοίδιμε· ὅθεν τὴν πανσεβάσμιον ἑορτάζοντες μνήμην σου, καὶ ὡς ῥεῖθρον ἀρετῆς σὲ διειδέστατον μεγαλύνοντες, τὰς πρὸς Κύριον εὐχάς σου ἐξαιτούμεθα, πρὸς βίον κρείττονα.
Καὶ νῦν. Προεόρτιον.
Ἰωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετ' Ἀγγέλων μοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ παλάμῃ, τῆς κορυφῆς μου τῆς ἀχράντου, καὶ ὅταν ἴδῃς τὰ ὅρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα σοι.
Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε μῆτερ σεμνή, Ἁγίων Ἀναργύρων, Ὁσία Θεοδότη, ἡ σὺν αὐτοῖς ἐν δόμοις, τοῖς οὐρανίοις χαίρουσα.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Γάλακτι σῶν μαζῶν, διέθρεψας δυάδα, σῶν τέκνων Θεοδότη, μητέρων ἐγκαλλώπισμα.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Τάφον σου ἱερόν, ἐν τῷ Σπηλαίῳ Μάγων, σεμνείου Θεοδότη, σεπτοῦ Θεοδοσίου, πιστῶς κατασπαζόμεθα.
Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, μιᾷ ἐν ὑποστάσει, ἀλλ’ ἐν τρισὶ προσώποις, Τριὰς ὑπεραγία, ἀμέριστε καὶ ἄχροντε.
Καὶ νῦν. Προεόρτιον.
Ὤφθη τὸ πατρικόν, ἀπαύγασμα τῆς δόξης, ἐν ῥείθροις Ἰορδάνου, Βαπτίσματι καθαῖρον, τὸν ῥύπον τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. Α’. Τὸν συνάναρχον Λόγον.
Ἀναργύρων δυάδος μητέρα ἔνθεον, Κοσμᾶ κοσμήτορος ἤθους, καὶ πάνυ Δαμιανοῦ, Θεοδότην τὴν Ὁσίαν εὐφημήσωμεν, ὡς ἐν Χριστῷ παιδαγωγόν, τῶν υἱῶν αὐτῆς σεμνήν, καὶ πίστεως μυροθήκην, εὐωδιάζουσαν κόσμον, αὐτῆς ὀδμαῖς θερμῶν δεήσεων.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον Προεόρτιον. Ἦχος δ'
Ἐτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια Προεόρτια, γ’. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν
Προεόρτια
ᾄσματα, εὐσεβῶς προηχήσωμεν, τοῦ σεπτοῦ Βαπτίσματος, τοῦ Θεοῦ ἡμῶν. Ἰδοὺ γὰρ
μέλλει ὡς ἄνθρωπος, σαρκὶ παραγίνεσθαι, πρὸς τὸν Πρόδρομον αὐτοῦ, καὶ αἰτεῖσθαι
τὸ Βάπτισμα, τὸ σωτήριον, εἰς ἀνάπλασιν πάντων τῶν ἐν πίστει, ἱερῶς
φωτιζομένων, καὶ μετεχόντων τοῦ Πνεύματος.
Ὁ
Χριστὸς ἀναδείκνυται, ὁ Θεὸς ἐπιφαίνεται, ὁ Δαυῒδ προέγραψεν ἐμφανέστατα, καὶ
πρὸς τὸν δοῦλον τὸ Βάπτισμα, αἰτούμενος ἔρχεται, Ἰορδάνη ποταμέ, εὐφροσύνης
πληρώθητι. Γῆ καὶ θάλασσα, οἱ βουνοὶ καὶ τὰ ὅρη, καὶ ἀνθρώπων, νῦν σκιρτήσατε
καρδίαι, φῶς νοητὸν εἰσδεχόμεναι.
Ποταμὸν τῆς εἰρήνης σε, καὶ χειμάῤῥουν ὡς γέγραπται, τῆς τρυφῆς ὑπάρχοντα παντοδύναμε, πῶς σε ποτάμια ῥεύματα, εἰσδέξονται Κύριε, ἐπιβαίνοντα γυμνόν, οὐρανοὺς τὸν τοῖς νέφεσι, περιβάλλοντα, καὶ γυμνώσαντα πᾶσαν τὴν κακίαν, τοῦ ἐχθροῦ καὶ ἀφθαρσίαν, τοὺς γηγενεῖς ἐπενδύσαντα;
Καὶ τῆς Ἁγίας γ’. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Ἀσίας βλάστημα θεῖον, μῆτερ πανεύφημε, Ὁσία Θεοδότη, συζυγίας ἐννόμου, διάκοσμε καὶ σκεῦος τῆς ἀρετῆς, σῷ σεπτῷ παραδείγματι, καὶ νουθεσίαις ἐνθέοις σου ἀληθῶς, πρὸς Θεὸν υἱούς σου ἴθυνας.
Θαυματουργῶν Ἀναργύρων, μητέρα μέλψωμεν, ἐν ὕμνοις Θεοδότην, χριστωνύμων χορεῖαι, ὡς λύχνον τῆς ἀγάπης τοῦ Ἰησοῦ, παμφαῆ καὶ σεμνότητος, λαμπτῆρα πάντας φωτίζοντα ταῖς αὐγαῖς, συμπαθείας πρὸς τοὺς πάσχοντας.
Ὡς ῥίζαν εὐγενεστάτην, ἀνευφημήσωμεν, βλαστήσασαν ἐν κόσμῳ εὐωδέστατα κρίνα, Ἁγίους Ἀναργύρους Δαμιανόν, καὶ Κοσμᾶν θεραπεύοντας, τὰς ἀσθενείας ἁπάντων τῶν χοϊκῶν, Θεοδότην τὴν θεόφρονα.
Δόξα. Ἦχος πλ. Α΄.
Ἐξέλαμψε σήμερον ἡ πανσεβάσμιος μνήμη, τῆς καλλίπαιδος μητρὸς τῶν Ἁγίων Ἀναργύρων, Θεοδότης τῆς θεόφρονος, ὡς ἀστὴρ παμφαέστατος ἀρετῆς καὶ νήψεως, ἐν κατανύξει κραυγάζοντες· Ἀρετῆς καὶ ταπεινώσεως διάκοσμε, ἡ σοφῶς τὰ σὰ τέκνα παιδαγωγήσασα, καὶ δι’ αὐτῶν ἰατρεύσασα τοὺς ἀνιάτως νοσοῦντας, ἐκτενῶς δυσώπει τὸν Κύριον, τῶν ψυχῶν καὶ σωμάτων ἡμῶν ἰατῆρα, ὑπὲρ ὑγιείας καὶ σθένους τῶν πίστει τιμώντων σε.
Καὶ νῦν. Προεόρτιον.
Ἐρχόμενος μετὰ σαρκός, πρὸς Ἰορδάνην Κύριε, βαπτισθῆναι θέλων, ἐν σχήματι ἀνθρώπου ζωοδότα, ἵνα τοὺς πλανηθέντας ἡμᾶς ὡς εὔσπλαγχνος, πάσης μηχανῆς καὶ παγίδος τοῦ δράκοντος, ῥυσάμενος φωτίσῃς, ἐκ Πατρὸς μεμαρτύρησαι, τὸ δὲ θεῖον Πνεῦμα, περιστερᾶς ἐν εἴδει σοι ἐπέστη. Ἀλλ᾽ οἴκισον ψυχαῖς ἡμετέραις σαυτόν, φιλάνθρωπε.
Εἴσοδος. Φῶς ἱλαρόν. Ἀναγνώσματα
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Λα΄, 10-31)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. θάρσει ἐπ᾿ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον. καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ᾿ αὐτῆς ἐνδεδυμένοι εἰσί. δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίση ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. τὸ στόμα δὲ ἀνοίγει σοφῶς καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῇρας πάσας. ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς, καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Θ΄, 10-18)
Ἀρχὴ σοφίας φόβος Κυρίου, καὶ βουλὴ ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου. υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔση καὶ τοῖς πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἂν ἀντλήσεις κακά. ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμαίνει ἀνέμους, ὁ δ᾿ αὐτὸς διώξεται ὄρνεα πετόμενα· ἀπέλιπε γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται· διαπορεύεται δὲ δι᾿ ἀνύδρου ἐρήμου καὶ γῆν διατεταγμένην ἐν διψώδεσι, συνάγει δὲ χερσὶν ἀκαρπίαν. Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην. ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου, ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις, προσκαλουμένη τοὺς παριόντας καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν· ὅς ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρός με καὶ τοῖς ἐνδεέσι φρονήσεως παρακελεύομαι λέγουσα· ἄρτων κρυφίων ἡδέως ἅψασθε καὶ ὕδατος κλοπῆς γλυκεροῦ. ὁ δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρ᾿ αὐτῇ ὄλλυνται, καὶ ἐπὶ πέταυρον ᾅδου συναντᾷ. ἀλλὰ ἀποπήδησον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ, μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν· οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον καὶ ὑπερβήσῃ ποταμὸν ἀλλότριον· ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς, ἵνα πολὺν ζήσῃς χρόνον, προστεθῇ δέ σοι ἔτη ζωῆς.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄, 1-13)
Ἀκούσατε, παῖδες, παιδείαν πατρὸς καὶ προσέχετε γνῶναι ἔννοιαν· δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν, τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε. υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός, οἳ ἐδίδασκόν με καὶ ἔλεγον· ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν· φύλασσε ἐντολάς, μὴ ἐπιλάθῃ μηδὲ παρίδῃς ρῆσιν ἐμοῦ στόματος, μηδὲ ἐγκαταλίπῃς αὐτήν, καὶ ἀνθέξεταί σου· ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε· περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε· τίμησον αὐτήν, ἵνα σε περιλάβῃ, ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου. Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις. ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου.
Λιτή. Ἦχος α’.
Εὐφραίνου ἐν Κυρίῳ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τιμῶσα τὴν μνήμην Θεοδότης τῆς σώφρονος, μητρὸς εὐστόργου Κοσμᾶ καὶ Δαμιανοῦ τῶν Ἀναργύρων, καὶ ἐν ἀγαλλιάσει αὐτῇ βόησον· Χειραγωγὲ ἀπλανέστατε πρὸς θέωσιν, τῆς ξυνωρίδος τῶν υἱῶν σου, ἴθυνον καὶ ἡμᾶς τοὺς ἐκθύμως τιμῶντάς σε, πρὸς ἀρετῆς ὁλοκλήρωσιν.
Ἦχος β΄.
Ἀρεταῖς ἐμπεπλησμένη, καὶ ἐν ταπεινώσει πολιτευομένη, ἐργαστήριον ἀγάπης τὸν σὸν οἶκον ἀνέδειξας, καὶ προσφορᾶς πρὸς τοὺς νοσοῦντας ταμεῖα τοὺς υἱούς σου, Θεοδότη μητέρων θεοειδῶν λύχνε πάμφωτε· ὅθεν τὴν μνήμην σου ἑορτάζοντες, καὶ τὸν πανίερον προσκυνοῦντες τάφον σου, ἐκδεχόμεθα λιτάς σου πρὸς Κύριον, τὸν παρέχοντα πᾶσι τὸ μέγα ἔλεος.
Ἦχος γ’.
Τὴν ἐν Ἀσίᾳ θεοφιλῶς πολιτευσαμένην, καὶ τὴν κλίμακα τῶν ἀρετῶν ἀναβᾶσαν, Θεοδότην τιμήσωμεν ὡς Ἁγίων Ἀναργύρων μητέρα, καὶ εὐλαβείας πρόβολον οὕτω λέγοντες· Ἡ Χριστὸν ἐκ μυχίων ἀγαπήσασα, καὶ χρηστοήθειαν διδάξασα, βοήθει ἐν βίῳ τοῖς σὲ μακαρίζουσι, καὶ πέμψον ἡμῖν εὐχαῖς σου Αὐτοῦ τὸ ἀμέτρητον ἔλεος.
Ἦχος δ’.
Καλλίπαιδος μητρὸς τοὺς ἀγῶνας εὐφημήσωμεν, Θεοδότης τῆς θεόφρονος, καὶ αὐτὴν μακαρίζοντες, ὡς γυναικῶν ὁσίων καλλώπισμα, ἐν κατανύξει εἴπωμεν· Ἁγίων Ἀναργύρων μῆτερ καὶ σοφίας πύργε θεότευκτε, φρούρησον ἡμᾶς εὐχαῖς σου πρὸς Κύριον, καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος ὁ αὐτός.
Χαῖρε μητέρων θεοσεβῶν διάκοσμε, ἡ Θεῷ σεαυτὴν ὁλοσχερῶς ἀφιερώσασα, σὺν τῇ δυάδι τῶν υἱῶν σου, πανευκλεῶν Ἀναργύρων Θεοδότη πάντιμε· χαῖρε, ἡμῶν πρὸς Κύριον πρέσβειρα, τῶν προσκυνούντων ἐν εὐλαβείᾳ, τὸ πανίερον τάφον σου, καὶ καταφευγόντων ἐν ζάλαις τῇ σῇ χάριτι.
Καὶ νῦν. Προεόρτιον.
Ὢ τοῦ παραδόξου θαύματος! ὁ ἐν Πνεύματι Ἁγίῳ βαπτίζων καὶ πυρί, ἐν Ἰορδάνῃ ἔρχεται βαπτισθῆναι ὑπὸ Ἰωάννου, Θεὸς οὐ γυμνός, οὐδὲ ἄνθρωπος ψιλός, ἀλλ' ἐν δυσὶ ταῖς φύσεσιν, εἷς ὁ αὐτὸς Υἱὸς μονογενής, ζητῶν μὲν τὸ βάπτισμα, ὡς ἄνθρωπος ἐκ θνητοῦ, αἴρων δὲ ὡς Θεός, τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχων πᾶσι τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον. Ἦχος πλ. Α’. Χαίροις ἀσκητικῶν.
Χαίροις μητέρων ἡ καλλονή, Δαμιανοῦ τε καὶ Κοσμᾶ τῆς θεόφρονος, δυάδος ἡ θεία ῥίζα, ἐξ ἧς βλαστὸς εὐθαλής, ἤνθησε καὶ ἄγαν εὐωδέστατος, αὐτὴ ἡ νοσήματα, ἀλγεινὰ θεραπεύουσα, τῶν ἀσθενούντων, ἀναργύρως καὶ νέμουσα, τὰ ἰάματα, τοῖς αὐτῇ προσπελάζουσιν· ὅθεν τὴν θείαν μνήμην σου, τιμῶντες ἀείποτε, καὶ σοὺς υἱοὺς ἐπαινοῦντες, ἀπεκδεχόμεθα χάριν σου, ὁσία καὶ πίστει, ἐξαιτούμεθα λιτάς σου, πρὸς τὸν Θεάνθρωπον.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Χαίροις, ἡ ἐν χηρείᾳ καλῶς, σοῦ οἴκου πάγκαλε βαστάσασα οἴακας, ὡς θεία οἰακοστρόφος, καὶ ναῦς σεπτῶν σου υἱῶν, τῶν ψυχῶν πρὸς ὅρμον, ἡ ἰθύνασα, Χριστοῦ θείας πίστεως, καὶ ἀγάπης πανεύδιον, τοὺς ἀναργύρως, ἰατροὺς τὰ νοσήματα, θεραπεύοντας, χοϊκῶν τὰ ἀνίατα· σὺν τούτοις νῦν τιμῶντές σε, τὰς σὰς ἐξαιτούμεθα, λιτὰς σεπτὴ Θεοδότη, πρὸς τὸν εὐΐλατον Κύριον, παρέχοντα πᾶσι, σὲ γεραίρουσιν εἰρήνην, καὶ μέγα ἔλεος.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Τάφον τὸν ἱερόν σου πιστῶς, τῶν χριστωνύμων οἱ χοροὶ ἀσπαζόμενοι, ἐν Μάνδρᾳ Θεοδοσίου, Κοινοβιάρχου χαρᾶς, καὶ ἰσχύος θείας, ἐμπιμπλάμεθα, μητέρων ὡράϊσμα, φιλαρέτων καὶ σέμνωμα, τῆς εὐσεβείας, Θεοδότη ἀοίδιμε, καὶ βοῶμέν σοι· Ἀναργύρων φιλόστοργε, μῆτερ ἐξ ὕψους δόξης σου, εὐλόγει σοὺς πρόσφυγας, καὶ καθαγίαζε πάντας, τοὺς ἀκλινῶς μακαρίζοντας, Κοσμᾶν τὸν θεόπνουν, καὶ Δαμιανὸν τὸν πάνυ, υἱοὺς πανσέπτους σου.
Δόξα. Ἦχος πλ. Δ’.
Δεῦτε πάντες τὴν καλλίτεκνον μητέρα τῶν σεπτῶν Ἀναργύρων, Θεοδότην τιμήσωμεν τὴν ὑπέρλαμπρον, ὡς πίστεως φάρον τηλαυγέστατον, καὶ εὐσεβείας πυρσὸν παμφαέστατον, οὕτω λέγοντες· Ἡ ταπεινώσεως μαργαρίταις, καὶ προσευχῆς σμαράγδοις κεκοσμημένη, Θεῷ εὐαρεστήσασα καὶ ἀνθρώποις, ὡράϊσον τὴν ζωὴν ἡμῶν εὐχαῖς σου, καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Προεόρτιον.
Ἰωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετ' Ἀγγέλων μοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ παλάμῃ, τῆς κορυφῆς μου τῆς ἀχράντου, καὶ ὅταν ἴδῃς τὰ ὅρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα σοι.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. Α’. Τὸν συνάναρχον Λόγον.
Ἀναργύρων δυάδος μητέρα ἔνθεον, Κοσμᾶ κοσμήτορος ἤθους, καὶ πάνυ Δαμιανοῦ, Θεοδότην τὴν Ὁσίαν εὐφημήσωμεν, ὡς ἐν Χριστῷ παιδαγωγόν, τῶν υἱῶν αὐτῆς σεμνήν, καὶ πίστεως μυροθήκην, εὐωδιάζουσαν κόσμον, αὐτῆς ὀδμαῖς θερμῶν δεήσεων.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον Προεόρτιον. Ἦχος δ'
Ἐτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Σεπτοῦ Δαμιανοῦ, καὶ Κοσμᾶ θεοφόρου, μητέρα ὡς σεμνήν, Θεοδότη σὲ πάντες, ὑμνοῦμεν καὶ σπεύδομεν, προσκυνῆσαι τὸν τάφον σου, τὸν πανίερον, ἐν τῷ Σπηλαίῳ τῶν Μάγων, ἁγιάζοντα, Θεοδοσίου Ὁσίου, Μονὴν τὴν περίκλυστον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Προέρχεσθαι Χριστός, ἀγαθότητι μέλλει, πρὸς ῥεῖθρα ποταμοῦ, Ἰορδάνου ἐν τούτοις, ἡμῶν τὴν ἀνάπλασιν, ἀπεργάσασθαι χάριτι, θεῖε Πρόδρομε, τοῦτον ὑπόδεξαι χαίρων, καὶ τοῖς ὕδασι, τοῦτον θελήσαντα λοῦσον, τὸν μόνον φιλάνθρωπον.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Δυάδα σοι Κύριος, ἐνεπιστεύθη υἱῶν, Αὐτῷ οὓς παρέδωκας, εἶτα ὡς φίλους πιστῶν, ταχὺ θεραπεύοντας, νόσους τὰς ἀνιάτους, ἀναργύρως Ὁσία, πάνσεμνε Θεοδότη, ἡ Χριστῷ ἐν τοῖς δόμοις, συγχαίρουσα τοῦ πόλου ἀεί, Μῆτερ θεότιμε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Πεπλήρωται
σήμερον τοῦ Ἡσαΐου φωνή, βοῶντος· Ἑτοιμάσατε τὴν τοῦ Κυρίου ὁδόν, καὶ τρίβους
ποιήσατε· ἤχησε γὰρ ὡς ἔφη, ἡ φιλέρημος σάλπιγξ, ἅπαντας συγκαλοῦσα, Ἰωάννης ὁ
πάνυ· διὸ συνδράμωμεν ἅμα, καὶ παράδοξα ἴδωμεν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Μητέρα εὔστοργον, ἐγκωμιάσωμεν, ψαλμοῖς καὶ ᾄσμασι, δυάδα πάντιμον, Κοσμᾶν τε καὶ Δαμιανόν, νοσούντων τοὺς ἰατῆρας, ὡς βαλβίδα πίστεως, εὐσεβείας κρηπίδωμα, εὐτεκνίας μέλαθρον καὶ πηγὴν ἀγαθότητος, ἐν ἄκρᾳ κατανύξει βοῶντες· Χαῖρε ολβία Θεοδότη.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐπιφανέντος σου, ἐν Ἰορδάνῃ Σωτήρ, ἐπὶ τὰ ὕδατα, τοῦ βαπτισθῆναι σαρκί, αἱ τῶν Ἀγγέλων στρατιαί, ἐξίσταντο καθορῶσαι, δούλῳ παριστάμενον, τὸν Δεσπότην τῆς κτίσεως, ἄνωθεν ἐκήρυττε, σὲ Πατὴρ ὁ προάναρχος· διὸ μετ' εὐφροσύνης βοῶμέν σοι· Δόξα Χριστὲ τῇ ἐπιφανείᾳ σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, κατὰ Μᾶρκον (Κεφ. Η΄, 34-Θ, 1)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Διαγωγῇ ἀμέμπτῳ καὶ λαμπρῷ παραδείγματι, τὴν ἀναδείξασαν αὐτῆς τοὺς υἱοὺς ὁμοζήλους Ἁγίων, Θεοδότην μητέρα σεπτῶν Ἀναργύρων ὑμνήσωμεν, ὡς εὐσεβείας ἀρχέτυπον, οὕτω λέγοντες· Ἡ Ἀγγέλοις συγχορεύουσα, μνημόνευσε τῶν σπευδόντων σῇ χάριτι, καὶ εὐλαβῶς προσκυνούντων τὸν πανίερον τάφον σου.
Εἶτα, ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Θεοδότης, μητρὸς Ἁγίων Ἀναργύρων, ᾠδή. Χ.
ᾨδὴ α’. Ἦχος α’. Ἀνοίξω τὸ στόμα μου.
Θεῷ προσενήνοχας, ὡς δῶρον πάντιμον τέκνα σου, Κοσμᾶν ὑπερθαύμαστον, καὶ θεῖον Δαμιανόν, τοὺς παρέχοντας, νοσοῦσιν ἀναργύρως, ἀφθόνως ἰάματα, Μῆτερ ἀοίδιμε.
Ἐξ ὅλης καρδίας σου, τὸν εὐσυμπάθητον Κύριον, ἠγάπησας ἔνθεε, καὶ ἐν τῷ φόβῳ Αὐτοῦ, Μῆτρ ἔθρεψας, υἱῶν σου θεοδότη, δυάδα τῆς χάριτος, ὡς ἀρτοφόριον.
Ὁδὸν καθυπέδειξας, τοῖς σοῖς υἱοῖς τῆς θεώσεως, Κοσμᾷ τῷ θεόφρονι, καὶ θείῳ Δαμιανῷ· μεθ’ ὧν δώματα, τοῦ πόλου Θεοδότη, οἰκεῖς τὰ ὑπέρφωτα, ὥσπερ ἰσάγγελος.
Θεοτοκίον.
Δυνάμωσον Δέσποινα, ἡμᾶς συντρίψαι τὴν ἔπαρσιν, τοῦ πλάνου ἀλάστορος, Θεογεννῆτορ σεμνή, τοὺς ἐν ᾄσμασι, τιμῶντας Θεοδότην, ἀμνάδα πανάμωμον, Τόκου τοῦ θείου Σου.
ᾨδὴ γ’. Τοὺς σοὺς ὑμνολόγους.
Ὁσίων Μητέρων Θεοδότη, λαμπρότης τιμῶμέν σε πιστῶς, μητέρα ὡς φιλόστοργον, καὶ ἀπλανῆ πρὸς θέωσιν, χειραγωγὸν τῶν τέκνων σου, νεμόντων πᾶσιν ἰάματα.
Τῷ γάλακτι πίστεως υἱούς σου, ἐξέθρεψας Μῆτερ ἀγαθή, καὶ ἄνδρας τούτους ἔδειξας, τελείου τοῦ ὀνόματος, πρὸς δόξαν τοῦ Παντάνακτος, ὦ Θεοδότη καὶ Κτίσαντος.
Ἡγιάσας Σπήλαιον τῶν Μάγων, πανσέπτῳ σου τάφῳ ἐν Μονῇ, Θεοδοσίου ἔμφρονος, ὃν νῦν κατασπαζόμενοι, πληρούμεθα σῆς χάριτος, ὦ Θεοδότη φιλόχριστε.
Θεοτοκίον.
Συνεῖναι ἡμᾶς ἐν πόλῳ δόξης, ἀξίωσον Τόκῳ Σου σεπτῷ, καὶ δήμοις συναγάλλεσθαι, Ἀγγέλων τοὺς ἐν ᾄσμασι, Παρθένε μεγαλύνοντας, ὡς Θεοτόκον Σε πάναγνον.
Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.
Θείαν πίστιν σου, τῇ ξυνωρίδι, τῶν πανσέπτων σου, υἱῶν προθύμως, Θεοδότη θαυμασία μετέδωκας, καὶ ἰατροὺς ἀναργύρους ἀνέδειξας, αὐτοὺς πρὸς δόξαν Κυρίου ὀνόματος, καὶ πρὸς ἴασιν πανδείνως ἀλγούντων ἔνθεε, ὁσίων γυναικῶν φῶς παμφαέστατον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Τὴν ὡραιότητα.
Ὁ ἀπερίγραπτος, ὢν τῇ θεότητι, περιγραφόμενος, ὕλῃ τοῦ σώματος, μέλλει προέρχεσθαι ῥοαῖς, Ἰορδάνου τοῦ βαπτισθῆναι. Τοῦτον καθαρότητι, διανοίας δεξώμεθα· πάντων γὰρ ἐργάσασθαι, τὴν ἀνάπλασιν βούλεται, πρὸς Ὃν νῦν ἐκβοήσωμεν φόβῳ· Δόξα Χριστὲ τῇ ἐπιφανείᾳ σου.
ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Μητρικαῖς σου νουθεσίαις, Θεοδότη φιλόστοργε, καὶ εὐχαῖς ἀπαύστοις, ἔδειξας ταμεῖα χρηστότητος, Δαμιανὸν καὶ Κοσμᾶν τοὺς ἰατρεύοντας, τὰ νοσήματα, τῶν ἀσθενῶν θείᾳ χάριτι.
Ἡλιόφωτε λυχνία, Θεοδότη σεμνότητος, τῆς ἐννόμου ὤφθης, συζυγίας εὖχος ἀτίμητον, καὶ κατιδεῖν τοὺς υἱούς σου κατηξίωσαι, σκεύη Πνεύματος, τοῦ Παρακλήτου πολύτιμα.
Τὴν καλλίπαιδα ἐν ὕμνοις, Θεοδότην τιμήσωμεν, καὶ αὐτῆς τὸν τάφον, τὸν σεπτὸν πιστῶς ἀσπασώμεθα, ἐν τῷ Σπηλαίῳ τῶν Μάγων πόθῳ κράζοντες· Χαῖρε κλέϊσμα, μητέρων πανιερώτατον.
Θεοτοκίον.
Ῥῦσαι πάντας δυσθυμίας, καὶ ἀνάγκης τοὺς δούλους Σου, κεχαριτωμένη, Θεοτόκε ὕμνοις Σε μέλποντας, καὶ Θεοδότης γεραίροντας πανάσπιλον, καὶ πανάμωμον, διαγωγὴν παντευλόγητε
ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ὁσίως ἐβίωσας, καὶ πίστιν ἐμεγάλυνας, τοῦ Θεοῦ καὶ Κτίστου Θεοδότη, διαγωγῇ σου, θεοφιλεῖ καὶ σεμνῇ, δι’ ἣν καὶ ἀπείληφας χρυσοῦν, στέφος ἀφθαρτότητος, ἐκ χειρῶν τοῦ Κυρίου σου.
Σοφίᾳ τοῦ Πνεύματος, πεπληρωμένη τέκνα σου, ἀπλανῶς κατηύθυνας πρὸς κτῆσιν, Μῆτερ Ὁσία, τῆς ἀκραιφνοῦς ἀρετῆς, καὶ πρὸς τοὺς νοσοῦντας προσφορᾶς, ὁλοθύμου σέμνωμα, Θεοδότη χρηστότητος.
Ἀγάπης πρὸς ἅπαντας, καὶ συμπαθείας τέμενος, πέφηνας Ὁσία Θεοδότη, τῶν Ἀναργύρων, τῶν ἰατρῶν ταπεινή, καὶ πάντιμε Μῆτερ ἡ πιστοῖς, πλοῦτον δαπανήσασα, ἀφειδῶς τῆς καρδίας σου.
Θεοτοκίον.
Γαυρίαμα δράκοντος, πατῆσαι καταξίωσον, κεχαριτωμένη Θεοτόκε, τοὺς Σὲ ὑμνοῦντας, ὡς θείου θριαμβευτοῦ, Χριστοῦ τοῦ ἐχθροῦ τοῦ δυσμενοῦς, πάντων πολεμήτορος, τὴν Μητέρα τὴν εὔστοργον.
ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Ἰδεῖν Χριστὸν κατηξίωσαι, ἐν πόλῳ Θεοδότη σὺν τέκνοις σου, εὐαρεστήσασιν, Αὐτῷ ἀγάπῃ πρὸς κάμνοντας, ἐνδόξοις Ἀναργύροις, φανοῖς ἰάσεων.
Ὡς στῦλον ἄσειστον πίστεως, Ὁσία Θεοδότη ὑμνοῦμέν σε, ἀπεκδεχόμεθα, τὰς πρὸς Θεὸν Μῆτερ εὔστοργε, Ἁγίων Ἀναργύρων, εὐχὰς ἀόκνους σου.
Νοσοῦντες πάντες προσφεύγοντες, Ἁγίων Ἀναργύρων τῇ χάριτι, τόκων πανσέπτων σου, σὲ ἀκλινῶς μακαρίζομεν, Ὁσία Θεοδότη, θαυμάτων χειμάῤῥε.
Θεοτοκίον.
Ἀφθόνως πᾶσι κατάπεμψον, ἐλέους τοῦ Υἱοῦ Σου τὰ νάματα, Θεογεννήτρια, καὶ οἰκτιρμῶν μέγα πέλαγος, Αὐτοῦ χαρίτων θείων, κρουνὲ ἀστείρευτε.
Κοντάκιον. Ἦχος πλ. Δ’. Τῇ Ὑπερμάχῳ.
Ἐν νουθεσίᾳ καὶ παιδείᾳ ἀναθρέψασαν, Κυρίου τέκνα τὰ αὐτῆς ἐγκωμιάσωμεν, Θεοδότην τὴν φιλόστοργον Ἀναργύρων, ἰατῆρων νῦν μητέρα ὡς ὑπόδειγμα, εὐσεβείας ἀρετῆς καὶ ταπεινώσεως, πόθῳ κράζοντες· Χαίροις πίστεως ἔρεισμα.
Ὁ Οἶκος.
Ἄγγελος φωτοφόρος, Θεοδότη ἐπώφθης, χρηστῆς παιδαγωγίας σῶν τέκνων, τοῦ Κοσμᾶ τε καὶ Δαμιανοῦ, Ἀναργύρων θείων ἀρετῆς αὔγασμα· μεθ’ ὧν πρεσβεύεις Κτίσαντι, ὑπὲρ τῶν εὐλαβῶς βοώντων·
Χαῖρε, τὸ βλάστημα τῆς Ἀσίας·
χαῖρε, τὸ κλέϊσμα εὐσεβείας.
Χαῖρε, εὐπαιδείας ἐλαία κατάκαρπος·
χαῖρε, εὐποιΐας υἱῶν μήτηρ εὔστοργος.
Χαῖρε, κρίνον εὐωδέστατον ἐναρέτου ἀγωγῆς·
χαῖρε, ῥεῖθρον διειδέστατον ἀσιγήτου προσευχῆς.
Χαῖρε, παιδαγωγίας ἐν Κυρίῳ τὸ κέρας·
χαῖρε, τῆς εὐποιΐας θεοπύρσευτον σέλας.
Χαῖρε, πυξὶς ἠθῶν τῆς χρηστότητος·
χαῖρε, παγὶς τοῦ πλάνου ἀλάστορος.
Χαῖρε, Κυρίου πυρσὲ εὐλαβείας·
χαῖρε, ἐννόμου φανὲ συζυγίας.
Χαίροις, πίστεως ἔρεισμα.
Συναξάριον.
Τῇ Β΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ὁσίας Θεοδότης, μητρός τῶν Ἁγίων Ἀναργύρων, τῶν ἐν Μικρᾷ Ἀσίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Σιλβέστρου Πάπα Ῥώμης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μάρκου τοῦ κωφοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεαγένους, ἐπισκόπου Παρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοπέμπτου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοδότης, μητρός τῶν Ἁγίων Ἀναργύρων, τῶν ἐν Μικρᾷ Ἀσίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλείου τοῦ ἐξ Ἀγκύρας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σέργιος, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόπιστος, λιθοβοληθεὶς τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰσιδώρου, ἐπισκόπου Ἀντιοχείας τῆς Συρίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κοσμᾶ τοῦ Α΄, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νείλου τοῦ ἡγιασμένου, τοῦ ἐν Γηρομερίῳ Θεσπρωτίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γενναδίου, κτήτορος τῆς Μονῆς Κασσιώπης Κερκύρας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Χιλίων Μαρτύρων τοῦ Λίτσφιλντ τῆς Βρετανίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μπότβαν (Bodfan ἢ Bodfen), τοῦ μετανοεῖτε.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Γεώργιος (ἢ Ζώρζης ἢ Γκιουρτζής) ὁ Ἴβηρ, ἐν Μυτιλήνῃ, ἐν ἔτει 1770ῳ, ἀπαγχονισθεὶς τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σιλβέστρου τοῦ Ῥώσσου, τῆς Λαύρας τοῦ Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἰουλιανῆς, τῆς Μουρὸμ Λαζάρεβο Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σεραφεὶμ τοῦ Σαρώφ, τοῦ Ῥώσσου.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Αμήν.
ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν
Νίκης εἴληφας, θεόθεν ἀμαράντινον, στέφος ὡς καύχημα, μητέρων πανευλαβῶν, καὶ βότρυν παμπέπειρον, Χριστοῦ τῆς πίστεως, βότρυν φέροντα, τῶν Ἀναργύρων τέκνων σου, ξυνωρίδα Θεοδότη.
Ἀξιάγαστε, τῶν Ἀναργύρων εὔστοργε, Μῆτερ ἀνέδειξας, αὐτοὺς σεπτοὺς ἰατρούς, νοσούντων καὶ πίστεως, Χριστοῦ τὰ στηρίγματα, ἀδιάσειστα, γυναίων ἐγκαλλώπισμα, θεοφόρων Θεοδότη.
Ῥῦσαι θλίψεων, κινδύνων καὶ στενώσεων, τοὺς ἀνυμνοῦντάς σε, ὡς Ἀναργύρων σεπτῶν, μητέρα καὶ πρόβολον, εὐχῆς καὶ νήψεως, καὶ τὸν πάνσεπτον, ἀσπαζομένων τάφον σου, πανολβία Θεοδότη.
Θεοτοκίον.
Γῆθεν ἕλκυσον, Παρθένε τοὺς τιμῶντάς Σε, πρὸς τὰ οὐράνια, Θεογεννῆτορ σεμνή, καὶ σπεύδοντας πάντοτε, ταῖς ἱκεσίαις Σου, πρὸς τὸν εὔσπλαγχνον, Χριστὸν τὸν ζωοπάροχον, Ἰησοῦν τὸν Φωτοδότην.
ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Ὑμνοῖς καὶ ᾠδαῖς σε ἀνυμνοῦντες, μητέρων πανευλαβῶν ὡς ἀκροθίνιον, Θεοδότη μέλπομεν, ὀργήν σου ἄμεμπτον, καὶ παίδων χειραγώγησιν, τῶν πανιέρων σου, πρὸς κτῆσιν ἀρετῆς σωφροσύνης, προσφορᾶς ἀγάπης, καὶ ἤθους θεαρέστου.
Ῥαίνομέν σε ὕμνων Θεοδότη, λειρίοις καὶ μελιχρῶν ᾀσμάτων ἄνθεσιν, ὡς μητέρα εὔτεκνον, κόσμῳ τὴν βλαστήσασαν, τὴν ξυνωρίδα τέκνων σου, τὴν θεραπεύουσαν, τὰς νόσους χοϊκῶν ἀναργύρως, χάριτι Κυρίου, τῇ ἐν αὐτοῖς οἰκούσῃ.
Ὤφθης ἀκρεμὼν καλλιτεκνίας, καὶ πίστεως Θεοδότη πολυτίμητον, μάργαρον ἡ θρέψασα, τῶν μαζῶν σου γάλακτι, δυάδα θεραπεύουσαν, δεινὰ νοσήματα, Ἁγίων ἰατρῶν Ἀναργύρων· μεθ’ ὧν ἐπαγάλλῃ, ἐν οὐρανίοις δόμοις.
Θεοτοκίον.
Νέκταρι εὐχῶν σου διαθέρμων, καθήδυνον τοὺς πιστῶς σοι καταφεύγοντας, Παναγία Δέσποινα, πρὸς τὸν θεῖον Τόκον Σου, Χριστὸν τὸν πανευΐλατον, πιστοῖς δωρούμενον, ἐλέους ποταμοὺς ἀστειρεύτους, κεχαριτωμένη, καὶ οἰκτιρμῶν χειμάῤῥους.
ᾨδὴ θ’. Ἅπας γηγενής.
Ὥσπερ πρὸς Θεόν, διάθερμον πρέσβειραν, ἡμεῖς προβάλλομεν, σὲ τὴν ἐκβλαστήσασαν, καρποὺς ἡδίστους, Χριστοῦ τῆς πίστεως, σεπτὴν δυάδα τέκνων σου, Μῆτερ πανύμνητε, Ἀναργύρων, ἰατρῶν φιλόθεε, Θεοδότη κρηπὶς ὁσιότητος.
Δῶρον τῷ Θεῷ, καθάπερ εὐπρόσδεκτον, δυάδα τέκνων σου, Θεοδότη ἔδωκας, τοὺς ἀναργύρως, πιστοῖς ἰάματα, παρέχοντας καὶ εἴληφας, τῆς ἀφθαρτότητος, οὐρανόθεν, στέφος ὡς διάκοσμος, θεοφόρων Μητέρων πολύτιμος.
Ἤνυσας καλῶς, τοῦ βίου τὸ στάδιον, καὶ ἐξεμέτρησας, ταπεινῶς ἰσάγγελε, τὸ ζῆν μητέρων, Ὁσίων σέμνωμα· διόπερ καὶ κατήντησας, εἰς ἀφθαρτότητα, Θεοδότη, ἀκλινῶς πρεσβεύουσα, τῷ Θεῷ ὑπὲρ πάντων τιμώντων σε.
Θεοτοκίον.
Χαῖρε τῆς χαρᾶς, ἡμῶν θεία πρόξενε, Θεογεννήτρια· χαῖρε ἄστρον ἄδυτον, ἐν περιστάσεσι· χαῖρε πάντων, ἀλγεινῶν ἡ ἴασις, ἀσθενούντων, πανύμνητε Δέσποινα.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἡγιασμένον σκήνωμα, τῆς ξυνωρίδος τέκνων σου, θεοφιλῶν Ἀναργύρων, Δαμιανοῦ θεοφόρου, καὶ τοῦ Κοσμᾶ τοῦ ἔμφρονος, καλλίπαις μήτηρ πέφηνας, καὶ ἀρετῆς θησαύρισμα, θεοειδὲς Θεοδότη, τῆς εὐσεβείας φαιδρότης.
Προεόρτιον. Ὅμοιον.
Πῶς ῥεῖθρά σε ποτάμια, εἰσδέξονται Φιλάνθρωπε, τὸν ποταμοὺς καὶ θαλάσσας, ποιήσαντα ἐκ μὴ ὄντων; πῶς κορυφὴν τὴν ἄχραντον, τὴν σὴν τολμήσει Πρόδρομος, χειροθετῆσαι Δεσπότα; ὑμνοῦμεν φρίττοντες Λόγε, τῆς σῆς πτωχείας τὸ ὕψος.
Αἶνοι. Ἦχος πλ. Δ’. Ὢ τοῦ παραδόξου θαύματος.
Μῆτερ Θεοδότη πάνσεμνε, τῆς ξυνωρίδος σεπτῶν, Ἀναργύρων διέλαμψας, ἀρετῆς ὡς ἥλιος, σωφροσύνης ἀμάρυγμα, χρηστοηθείας, λαμπρὸν ἐκπύρσευμα, καὶ εὐσεβείας, φανὸς ὑπέρφωτος· ὅθεν τιμῶντές σε, οἱ ἐν σκότει στένοντες, δεινῶς παθῶν, ἱκεσίαις σπεύδομεν, ταῖς φωτοφόροις σου.
Χαῖρε Θεοδότη εὔστοργε, μῆτερ δυάδος σεπτῶν, ἰατήρων ἰάματα, ἀναργύρως ἅπασι, τῶν νεμόντων ἀείποτε, τοῖς ἀσθενοῦσιν, ἡ πολιτείαν σου, διαγωγῇ σου, κατακοσμήσασαν, ὄντως πανεύφημε, ἀμωμήτῳ κράζοντες, σὰς πρὸς Θεόν, προσευχὰς αἰτούμεθα, τὸν πολυεύσπλαγχνον.
Πᾶσαν Θεοδότη βίου σου, οὐσίαν διὰ σπουδήν, τῶν υἱῶν σου ἐσκόρπισας, ἰατροὺς οὓς ἔδειξας, ἀναργύρους ἀοίδιμε, Χριστοῦ πρὸς δόξαν, σεπτοῦ ὀνόματος, καὶ πρὸς ἀλγούντων, πανδείνως ἴασιν, μῆτερ πανεύφημε, εὐποιΐας μέλαθρον καὶ προσευχῆς, θεῖον ἀνακτόριον· διὸ τιμῶμέν σε.
Δεῦτε Θεοδότης ἔμφρονος, τὸν τάφον τὸν ἱερόν, εὐλαβῶς ἀσπασώμεθα, πάντες οἱ χριστώνυμοι, ἁγιάζοντα Σπήλαιον, ἐν ᾧ οἱ Μάγοι, διηνυκτέρευσαν, Περσίδος μῆτερ, μετὰ προσκύνησιν, τοῦ Παντοκράτορος, ὥσπερ βρέφους πάνσεμνε ἀρτιγενοῦς, καὶ αὐτῆς ἀντίληψιν, ἐξαιτησώμεθα.
Δόξα. Ἦχος πλ. Α’.
Ἀμέμπτῳ πολιτείᾳ εὐχῇ καὶ δάκρυσι, κατοικητήριον ἠξιώθης γενέσθαι τοῦ θείου Πνεύματος, Θεοδότη καὶ ταμεῖον ἀσύλητον χαρίτων· ὅθεν τὴν θείαν μνήμην σου ἑορτάζοντες, καὶ τὸν πανίερον τάφον σου ἀσπαζόμενοι, τὰς θεοπειθεῖς εὐχάς σου ἐξαιτούμεθα, πρὸς βίον κρείττονα.
Καὶ νῦν. Προεόρτιον.
Ἐρχόμενος μετὰ σαρκός, πρὸς Ἰορδάνην Κύριε, βαπτισθῆναι θέλων, ἐν σχήματι ἀνθρώπου ζωοδότα, ἵνα τοὺς πλανηθέντας ἡμᾶς ὡς εὔσπλαγχνος, πάσης μηχανῆς καὶ παγίδος τοῦ δράκοντος, ῥυσάμενος φωτίσῃς, ἐκ Πατρὸς μεμαρτύρησαι, τὸ δὲ θεῖον Πνεῦμα, περιστερᾶς ἐν εἴδει σοι ἐπέστη. Ἀλλ᾽ οἴκισον ψυχαῖς ἡμετέραις σαυτόν, φιλάνθρωπε.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Θεοδότη μῆτερ σεπτή, θείων Ἀναργύρων, ἰατήρων πανευκλεῶν, βίῳ ἀμωμήτῳ, ἀσκήσεσι συντόνοις, καὶ προσευχαῖς Κυρίῳ εὐαρεστήσασα.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Σεπτὴν μητέρα ἰατρῶν Ἀναργύρων, ἐκ τῆς Ἀσίας ὁρμωμένων ἐκθύμως, Κοσμᾶ λαμπρῶς τιμήσωμεν καὶ Δαμιανοῦ, πάντες εὐσεβοφρόνως Θεοδότην Ἁγίαν, ὡς τερπνὸν κιννάμωμον τῆς Χριστοῦ Ἐκκλησίας, θεοπειθεῖς αἰτούμενοι εὐχάς, αὐτῆς πρὸς Κτίστην Χριστὸν τὸν εὐΐλατον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Θεοδότης, μητρὸς Ἀναργύρων, ἱκεσία. Χ. Μ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεὸς ἔστεψέ σε παναληθῶς, σεμνὴ Θεοδότη, ὡς μητέρα τῶν ἰατρῶν, ἰάσεις νεμόντων ἀναργύρως, πιστοῖς· μεθ’ οἷς πᾶσιν δίδως ὑγίειαν.
Ἐπάκουσον Μῆτερ ὡς συμπαθής, ἡμῶν Θεοδότη, σὲ ὑμνούντων ὡς θησαυρόν, ἀσύλητον πίστεως καὶ λύχνον, ἠθῶν χρηστῶν ἀρετῆς καὶ σεμνότητος.
Ὁδὸν καθυπόδειξον σωστικήν, ἡμῖν Θεοδότη, ἡ τὴν τρίβον τῆς ἀρετῆς, υἱῶν σου τῇ θείᾳ ξυνωρίδι, τῶν Ἀναργύρων σαφῶς καταδείξασα.
Θεοτοκίον.
Δυνάμωσον Μῆτερ τοὺς εὐσεβεῖς, ἐχθροῦ ἀντιστῆναι, τῇ δολίᾳ ἐπιβουλῇ, τοὺς Σὲ μεγαλύνοντας Παρθένε, ὡς τόλμην σθένος ἡμῶν καὶ κρταίωμα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανοῦ πρὸς σκηνώσεις, ταῖς σαῖς εὐχαῖς ἕλκυσον, σοῦ τοὺς ὑμνητὰς Θεοδότη, τοὺς προσκυνοῦντάς σου, τὸν τάφον πανευλαβῶς, ἐν τῷ Σπηλαίῳ τῶν Μάγων, καὶ λιτὰς πρὸς Ὕψιστον, ἐξαιτουμένους σου.
Τῶν σεπτῶν Ἀναργύρων, Δαμιανοῦ ἔμφρονος, καὶ Κοσμᾶ σεπτῶν ἰατήρων, μῆτερ καλλίτεκνε, δέξαι ἡμῶν τὰς εὐχάς, καὶ πᾶσι πέμψον θεόθεν, δύναμιν ἀλάστορος, θραῦσαι τὴν ἔπαρσιν.
Ἠξιώθης εὐκλείας, τῶν οὐρανῶν πάντιμε, μῆτερ τῶν σεπτῶν Ἀναργύρων, ὡς βάθρον ἄσειστον, τῆς ἀρετῆς σοὺς υἱούς, τὸ συντηροῦν ἐν τῇ πίστει, Θεοδότη Κτίσαντος, τοῦ πανοικτίρμονος.
Θεοτοκίον.
Σὲ ὑμνοῦντες Παρθένε, ὡς εὐσεβῶν σώτειραν, ἐκ παντὸς κινδύνου καὶ βλάβης, τοῦ παναλάστορος, Σὲ δυσωποῦμεν θερμῶς· Ἐξ ὕψους δόξης Σου θείας, πέμψον σθένος ἅπασι, ῥῶσιν καὶ δύναμιν.
Ἰάτρευσον, τὰς ἀῤῥωστίας προσφύγων σου Θεοδότη, ἱκεσίαις σου πρὸς Θεὸν καὶ θείαις δεήσεσιν, υἱῶν σου νοσούντων τῶν ἰατήρων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Θεόθεν ἡμῖν κατάπεμψον ὑγίειαν, κατ’ ἄμφω ἰσχὺν καὶ δύναμιν καλλίτεκνε, Κοσμᾶ παμμάκαρος, καὶ αὐτοῦ ἁγίου ὁμαίμονος, Δαμιανοῦ τοῦ ζεύγους ἰατρῶν, σεμνὴ Θεοδότη παμμακάριστε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μὴ ἐάσῃς ἱκέτας σου, ἕρμαια γενέσθαι τοῦ πολεμήτορος, Θεοδότη παντευλόγητε, Μῆτερ Ἀναργύρων θεοτίμητε.
Ἡ θεόθεν πρεσβεύουσα, τῷ Θεῷ τῶν ὅλων ὑπὲρ προσφύγων σου, Θεοδότη πέμψον ἅπασι, σαῖς εὐχαῖς Αὐτοῦ τὸ θεῖον ἔλεος.
Τὴν φιλόστοργον μέλψωμεν, Ἀναργύρων θείων μητέρα χαίροντες, Θεοδότην τὴν πανεύφημον, τὰς αὐτῆς λιτὰς ἀπεκδεχόμενοι.
Θεοτοκίον.
Ῥύπου κάθαρον Δέσποινα, πάντας χαμαιζήλων παθῶν τοὺς δούλους Σου, ῥυπτικαῖς Σου παρακλήσεσι, πρὸς Χριστὸν Υἱόν Σου τὸν πανάχραντον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅλῃ σε ψυχῇ, καὶ καρδία μεγαλύνοντες, Θεοδότη ὡς μητέρα ἰατρῶν, Ἀναργύρων ἐκδεχόμεθα τὴν χάριν σου.
Σκέπε τοὺς πιστῶς, προσκυνοῦντας θεῖον τάφον σου, ἐν τῶν Μάγων τῷ Σπηλαίῳ θαυμαστή, Θεοδότη ταπεινώσεως ἀπαύγασμα.
Ἅγνιζε ἀεί, Θεοδότη τοὺς τιμῶντάς σε, ὡς σεμνότητος πυρσὸν καὶ προσευχῆς, ἀσιγήτου παμφαέστατον φρυκτώρημα.
Θεοτοκίον.
Νίκας κατ’ ἐχθρῶν, ἀοράτως δίδου πάντοτε, τοῖς ὑμνοῦσί Σε λαμπρῶς νικοποιέ, Θεοτόκε τῶν ἡμῶν ἐχθρῶν ὀλέτειρα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀξίωσον, Θεοδότη πάνσεμνε, θριαμβεῦσαι τὸν μισόκαλον ὄφιν, τοὺς ὡς μητέρα σεπτῶν Ἀναργύρων, σὲ μελῳδούντας καὶ χάριν τὴν θείαν σου, ἐκδεχομένων ἀγαθή, εὐσεβείας καὶ νήψεως πρόβολε.
Ῥανίδας μου, Θεοδότη σπόγγισον, τῶν δακρύων μανδηλίῳ εὐχῶν σου, πρὸς τὸν Θεὸν Οὗ τῇ χάριτι νόσους, οἱ σοὶ υἱοὶ ἀποδίωκον τάχιστα, ἐξ ἀσθενῶν οἱ ἰατροί, ἀναργύρως πιστοὺς οἱ ἰώμενοι.
Γηθόμενοι, Θεοτόκε σπεύδομεν, ἐν Μονῇ Ὁσίου Κοινοβιάρχου, Θεοδοσίου τὸν θεῖόν σου τάφον, ἐν εὐλαβείᾳν πολλῇ κατασπάσασθαι, καὶ οὐρανίους σου εὐχάς, πρὸς Χριστὸν τὸν Σωτῆρα αἰτήσασθαι.
Θεοτοκίον.
Ὑμνοῦντές Σου, ὡς φρουρὸν ἀνύστακτον, τῶν Σῶν δούλων Θεοτόκε Παρθένε, καὶ ἀρωγόν, ἐν δεινοῖς καὶ κινδύνοις, ἀπεκδεχόμεθα θείας πρεσβείαις Σου, καὶ Σὴν ἑτοίμην ἀρωγήν, ἐν ἀνάγκαις παντοίαις καὶ θλίψεσι.
Ἰάτρευσον, τὰς ἀῤῥωστίας προσφύγων σου Θεοδότη, ἱκεσίαις σου πρὸς Θεὸν καὶ θείαις δεήσεσιν, υἱῶν σου νοσούντων τῶν ἰατήρων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Θεὸν φιλοῦσα ἐν βίῳ τιμήσωμεν, καὶ ἐν Αὐτοῦ τῇ παιδείᾳ ἐκθρέψασαν, Δαμιανὸν καὶ Κοσμᾶν τοὺς παρέχοντας, αὐτῆς υἱοῖς τοῖς νοσοῦσιν ἰάματα, νῦν Θεοδότη ὡς νόσων ὀλέτειραν.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον. Κατὰ Μάρκον (Κεφ. η΄-θ΄ 1)
Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· Ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ' ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες ὧδε τῶν ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Δεῦτε ἀνυμνήσωμεν, τῶν ἰατρῶν Ἀναργύρων, τὴν μητέρα χαίροντες, Θεοδότην πάνσεμνον, ὡς χρηστότητος, τῶν ἠθῶν ἔρεισμα, καὶ πηγὴν χαρίτων, ἐκβοῶντες μετὰ πίστεως· Κοσμᾶ θεόφρονος, καὶ Δαμιανοῦ τοῦ παμμάκαρος, τροφεῦ καὶ πρὸς τὸν Κύριον, κατευθῦντορ ὄντως θεόσδοτε, ῥύου δυσθυμίας, δολίας τοῦ ἐχθροῦ ἐπιβουλῆς, καὶ πάσης θλίψεως ἅπαντας, σπεύδοντας σῇ χάριτι.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥεύμασί σου ἱδρώτων, μητρικῶν καὶ δακρύων, ψυχὰς ἡγίασας, δυάδος τῶν υἱῶν σου, Ὁσία Θεοδότη, τῶν νεμόντων ἰάματα, τοῖς ἀσθενοῦσι δεινῶς, Ἁγίων Ἀναργύρων.
Ὡς φανὸν εὐσεβείας, σὲ τιμῶντες Ὁσία, μῆτερ φιλόστοργε, Ἁγίων Ἀναργύρων, Δαμιανοῦ πανσόφου, καὶ Κοσμᾶ οὐρανόφρονος, λιτὰς ζητοῦμεν τὰς σάς, πρὸς Κτίστην Θεοδότην.
Νόσων πράϋνον ἄλγη, Θεοδότη Ὁσία, τῶν εὐφημούντων σε, ὡς εὔστοργον μητέρα, Ἁγίων Ἀναργύρων, καὶ ταχὺν ἀποδίωξον, τὰς ἀσθενείας ἡμῶν, πρὸς Κύριον εὐχαῖς σου.
Θεοτοκίον.
Ἰαμάτων ταμεῖον, ἀδαπάνητον ὤφθης, τῶν Σὲ μεγαλυνόντων, ἐκθύμως καὶ σπευδόντων, εὐλαβῶς τῇ Σῇ χάριτι, καταφυγὴ τῶν πιστῶν, ἐν πάσαις βίου ζάλαις.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Κόπασον σάλον, βιοτικὸν σῶν προσφύγων, Θεοδότη σπευδόντων σὸν τάφον, προσκυνῆσαι Μῆτερ, ἐν Σπηλαίῳ τῶν Μάγων.
Ἐξ ὕψους πέμψον, τῶν οὐρανῶν σοῖς ἱκέταις, δαψιλῶς τοῦ Χριστοῦ Θεοδότη, καὶ Θεοῦ ἐλέους, τοὺς ὀχετοὺς εὐχαῖς σου.
Σοφίας δεῖξον, καὶ ἀρετῆς ἐκμαγεῖα, Θεοδότη τοὺς σὲ ἀνυμνοῦντας, καὶ ἀσπαζομένους, τὸν πάνσεπτόν σου τάφον.
Θεοτοκίον.
Ἰσχύος πλῆσον, καὶ σθένους θείας καρδίας, εὐσεβῶν Θεοτόκε Παρθένε, κεχαριτωμένη, ἡμῶν χαρᾶς αἰτία.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀφθόνως Θεοδότη, πέμψον οὐρανόθεν, ἡμῖν ὑγίειαν πᾶσι δεήσεσι, τῶν ἰατρῶν Ἀναργύρων, υἱῶν πανσέπτων σου.
Χαρᾶς καὶ εὐθυμίας, κρήνη Θεοδότη, μὴ διαλείπῃς κιρνῶσα τοὺς δούλους Σου, νάμασι Μῆτερ Ὁσία ἀγαλλιάσεως.
Μετὰ τῶν Ἀναργύρων, μῆτερ Θεοδότη, Δαμιανοῦ καὶ Κοσμᾶ θείων τόκων σου, πάρεχε ἄμφω ὑγίειαν τοῖς ἱκέταις σου.
Θεοτοκίον.
Μητράναδρε Παρθένε, κεχαριτωμένη, τοὺς εὐλαβῶς ἀνυμνοῦντας τὰ σκάμματα, τῆς θεαυγοῦς Θεοδότης εὐλόγει πάντοτε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις Θεοδότη μῆτερ σεπτή, θείων Ἀναργύρων, ἰατήρων πανευκλεῶν, βίῳ ἀμωμήτῳ, ἀσκήσεσι συντόνοις, καὶ προσευχαῖς Κυρίῳ, εὐαρεστήσασα.
Ὕμνοις τὴν μητέρα Δαμιανοῦ, καὶ Κοσμᾶ Ἁγίων, Ἀναργύρων πανευλαβῶς, ἀρετῆς ὡς βάθρον, Ὁσίαν Θεοδότην, καὶ ῥεῖθρον εὐσεβείας, ἐγκωμιάσωμεν.
Χαίροις ἡ βλαστήσασα τὴν σεπτήν, θείων Ἀναργύρων, ξυνωρίδα μῆτερ σεμνή, Θεοδότη, ἡ καταξιωθεῖσα, Ἀγγέλοις συγχορεύειν, πόλου ἐν δώμασι.
Σὺν Κοσμᾷ καὶ θείῳ Δαμιανῷ, μῆτερ Θεοδότη, τοῖς υἱοῖς σου ὑπὲρ ἡμῶν, ἐκτενῶς δυσώπει, Χριστὸν διδόναι πᾶσιν, ὑγίειαν τε καὶ ῥῶσιν, σθένος καὶ δύναμιν.
Ῥύου περιστάσεων ἀλγεινῶν, τοὺς ἀσπαζομένους, Θεοδότη πανευλαβῶς, τάφον σου τὸν θεῖον, ἐν τοῦ Κοινοβιάρχου, σεπτοῦ Θεοδοσίου, Μάνδρᾳ πανεύφημε.
Τὴν ἁγιομήτορα ἐν ᾠδαῖς, πάντες Θεοδότην, εὐφημήσωμεν ἱεραῖς, καταξιωθεῖσαν, Ἁγίους Ἀναργύρους, βλαστῆσαι ὡς ἡδύπνουν, πίστεως κύμινον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, φιλοσίων οἱ χοροί, ὕμνοις Ἀναργύρων μητέρα, Δαμιανοῦ καὶ Κοσμᾶ, Θεοδότην μέλψωμεν, ὡς θείας πίστεως, λαμπηδόνα καὶ πάμφωτον, ἀστέρα σοφίας, κράζοντας· Πανύμνητε, παθῶν διάλυσον, ζόφον τῷ φωτὶ πρεσβειῶν σου, πάντων τῶν πιστῶς προσκυνούντων, τάφον σου σεμνὴ τὴν χαριτόβρυτον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.