ΝΟΕΜΒΡΙΟΣ ΚΖ΄!!
ΔΑΜΑΣΚΗΝΟΣ ΣΤΟΥΔΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γεωργίου
Γαλανόπουλου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’.
Πανεύφημοι Μάρτυρες.
Ὑμνήσωμεν
σήμερον πιστοί, μνήμην τὴν πανίερον, ἐν μελιχροῖς θείοις ᾄσμασι, Χριστὸν δοξάζοντες,
τὸν καιροῖς ἐσχάτοις, νέον ἡμῖν Ἅγιον, πιστῶν πρὸς στηριγμὸν ἀναδείξαντα, τὸν
ὁσιότατον, Στουδιτῶν τὸ ἐγκαλλώπισμα, καὶ φωστῆρα Δαμασκηνὸν τὸν πάνσοφον.
Τιμῶμέν
σε Πάτερ ἐν ᾠδαῖς, τῶν πιστῶν συστήματα, Δαμασκηνὲ παναοίδιμε, βλαστὲ θεόφυτε,
τῆς Θεσσαλονίκης, τὸν λαμπρὸν ἐπίσκοπον, Λιτῆς τε καὶ Ῥενδίνης ἐπέχοντα,
Λαγκαδᾶ τόπον νῦν, τῆς Ναυπάκτου τὸν ὑπέρτιμον, ποιμενάρχην καὶ σοφὸν
διδάσκαλον.
Ἐν
πόλει ἐνδόξῳ καὶ λαμπρᾷ, Νέας Ῥώμης ἔλαβες, κουρὰν σπουδὰς ἀξιώματα, καὶ βίον
ἔνθεον, τῆς Στουδίου Μάνδρας, τέκνον ἱερώτατον, Ὁσίων κοινωνὲ καὶ ἀγλάϊσμα,
Δαμασκηνὲ σοφέ, ὁ σαλπίσας ἐν τοῖς πέρασι, θείοις λόγοις, τὸν σὲ νῦν δοξάσαντα.
Πατέρων
τὸ κλέος ψαλμικῶς, δεῦτε ἀνυμνήσωμεν, τῶν φιλεόρτων τὸ ἄθροισμα, τὸν
θεοῤῥήμονα, καὶ σοφὸν ποιμένα, Στουδιτῶν τὸν ἔσχατον, λαμπρὸν Δαμασκηνὸν θείοις
ᾄσμασι, τὸν ἱερώτατον, πάνυ τε συγγραφικότατον, Ἐκκλησίας φωστῆρα ἀείφωτον.
Δόξα.
Ἦχος β΄.
Τοῦ
πανευφήμου Δαμασκηνοῦ, τοῦ ὁσιωτάτου Στουδίτου, καὶ λαμπροῦ θεοκήρυκος, τὴν
πανσεβάσμιον μνήμην ἑορτάζοντες σήμερον, πνευματικῶς ἀγαλλόμεθα. Καὶ σοῦ ἐκ
ψυχῆς δεόμεθα εὔσπλαγχνε, ὅπως ταῖς ἁγίαις τούτου πρεσβείαις, εὐμενεστάτως
προσδχεχόμενος, παράσχῃς ἡμῖν, τῶν παραπτωμάτων τὴν ἄφεσιν, καὶ τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον. Ὁ αὐτός. Ὅτε ἐκ τοῦ ξύλου.
Χαῖρε,
Θεοτόκε Μαριάμ, τῶν πολεμουμένων ἡ σκέπη, ἀδικουμένων λιμήν, τεῖχος καὶ
προπύργιον τῶν προστρεχόντων εἰς Σέ, Ἀποστόλων τὸ καύχημα, Ἀγγέλων ἡ δόξα, τῶν
πιστῶν ὀχύρωμα, ἀπηλπισμένων ἐλπίς· ὅθεν, ἐξαιτούμεθα πίστει, τὴν Σὴν πρὸς Υἱὸν
μεσιτείαν, ἵνα τῆς γεέννης πῦρ ἐκφύγωμεν.
Εἰς
τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε
Χριστιανῶν, τῶν Ὀρθοδόξων δῆμος, προστρέξωμεν εἰς οἴκον, Κυρίου καὶ Στουδίτην,
Δαμασκηνὸν τιμήσωμεν.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν, χείλη δὲ σοφῶν ἐπίστανται χάριτος.
Ἄνθος
μυριστικόν, βλαστοῦ Θεσσαλονίκης, βασιλευούσης δόξαν, φιλέορτοι ἐν ὕμνοις,
Δαμασκηνὸν νῦν μέλψωμεν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου
ἀγαλλιάσονται.
Ἅγιος
εἶ Θεέ, καὶ θαυμαστὸς ἐν πᾶσι, βοήσωμεν Κυρίῳ, ὁ δοῦλόν Σου δοξάσας, Δαμασκηνὸν
τὸν πάνσοφον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Σῶσον
ἡμᾶς Χριστέ, πρεσβείαις τῆς Μητρός Σου, καὶ Πάντων τῶν Ἁγίων, τοὺς
προσκυνοῦντας πίστει, Τριάδα Ὁμοούσιον.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τὸν
Λητῆς καὶ Ρεντίνης
χρυσολόγον ἐπίσκοπον, εἴτα δὲ Ναυπάκτου καὶ Ἄρτης θεοφόρητον πρόεδρον, τὸν
θεῖον καὶ σοφὸν Δαμασκηνόν, τιμήσωμεν ἐν
ὕμνοις ἱεροῖς, τὸν διδάξαντα τῇ βίβλῳ αὐτοῦ λαούς, πρὸς ὅν καὶ ἀνακράζουσι·
δόξα τῷ σὲ σοφίσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ταμιεύσαντι ἐν σοί,
χαρίτων θησαυρῶν Αὐτοῦ.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις
ΜΕΓΑΣ
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως,
ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους στ’ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Ὦ τοῦ παραδόξου θαύματος.
Σήμερον πιστοὶ χορεύσωμεν, ἐν ψαλμοῖς
καὶ ὕμνοις, τῷ Κυρίῳ ᾄδοντες, τιμῶντες θεοπρεπῶς, τὴν πανσεβάσμιον, τοῦ θείου
Δαμασκηνοῦ, Στουδίτου μνήμην λαμπράν, καὶ ὑπέρφωτον, Ναυπάκτου τε ἱεροῦ,
Μητροπολίτου, ἐν ᾗ βίον ἔλιπεν, ἀνδρὸς Θεσσαλοκέως, τοῦ Χριστοῦ δοξάσαντος,
πολιτείᾳ ἀμέμπτῳ, παρ’ Οὗ δόξης στέφος εἴληφεν.
Σήμερον πιστοὶ ἐν ᾄσμασι, καὶ ᾠδαῖς
ὑμνοῦμεν, μνήμην τὴν πανέορτον, Στουδίτου Δαμασκηνοῦ, τοῦ θεοῤῥήμονος, ὁσίου ἀνδρὸς
Θεοῦ, τοῦ βιοτῇ ἐναρέτῳ ἐκλάμψαντος, ἐν ἔργοις καὶ συγγραφαῖς, πρὸς φωτισμὸν τοῦ
λαοῦ, καὶ ἀνόρθωσιν, πίστεως πεπτωκυΐας, ἐν δουλείας ἔτεσι, τοῦ οἰκοῦντος νῦν
πόλῳ, καὶ Χριστῷ συμβασιλεύοντος.
Σήμερον τελοῦμεν πάνδημον,
λειτουργίαν θείαν, τοῖς ναοῖς ἀναίμακτον, ποσφέροντες τῷ Θεῷ, δῶρα εὐπρόσδεκτα,
τὴν πίστιν καὶ προσευχήν, καὶ ἀρετῶν οτὺς καρποὺς ὡς θυμίαμα, καθάπερ καὶ ὁ
σοφός, ἐν Ἱεράρχαις Αὐτοῦ δοῦλος γνήσιος, Δαμασκηνὸς ὁ Στουδίτης, γόνος εὐπρεπέστατος,
Μακεδόνων καὶ κλέος, Ναυπακτίων ἱερώτατον.
Ἕτερα. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Νέας Ῥώμης πολύφωτον, θεῖον ἄστρον
πανεύφημε, ἀνεδείχθης χρόνοις μετὰ τὴν ἅλωσιν, καὶ θησαυρὸς πολυτίμητος, πιστῶν
παραμύθιον, ἱερέων γλυκασμός, εὐσεβούντων ἀνόρθωσις, ἡμῶν στήριγμα· διὸ πόθῳ νῦν
τρέχουσι τὰ στίφη, Ὀρθοδόξων καὶ Ἑλλήνων, μνήμην σου Πάτερ τιμήσασθαι.
Ἐν φωναῖς ἀλαλάξωμεν, ἐν ᾠδαῖς
μεγαλύνωμεν, καὶ ἐν πίστει ἅπαντες οἱ θεόφρονες, μνήμην τὴν θείαν καὶ πάμφωτον,
πιστῶς ἀνυμνήσωμεν, τοῦ σοφοῦ Δαμασκηνοῦ, ἐν ναοῖς ἀνακράζοντες· σπεῦσον Ἅγιε, ἐκ
κινδύνων ἀπάλλαξον ταχέως, τοὺς ἀξίως σὲ ὑμνοῦντας, Πᾶτερ Στουδῖτα μακάριε.
Πανηγύρεως ἔφανε, νῦν ἡμέρα ὑπέρλαμπρος,
καὶ πιστῶς τελοῦμεν τὴν ἀεισέβαστον, μνήμην αὐτοῦ οἱ φιλέορτοι, Στουδίτου
Δαμασκηνοῦ, τοῦ σοφοῦ παναληθῶς, διδασκάλου τῆς πίστεως, θεοῤῥήμονος·
Ναυπακτίων δ’ ἀγάλλεται συμφώνως, ἡ πληθὺς καὶ Μακεδόνων, σπεύδουσα Πάτερ, σὲ
μέλψασθε.
Δόξα. Ἦχος πλ. β’.
Σήμερον ἐπέλαμψεν ἡμῖν, ἡ πανίερος
μνήμη τοῦ σοφωτάτου διδασκάλου, Δαμασκηνοῦ τοῦ Στουδίτου, τοῦ θεοῤῥήμονος. Δεῦτε
οὖν φιλέορτοι, τοῦτον τιμήσωμεν ἐπαξίως, ᾀσματικοῖς ἄνθεσι καὶ ἐγκωμίοις, ὡς τῷ
Θεῷ δουλεύσαντα, καὶ πάσας τὰς ἀρετάς, θεοφιλεῖ πολιτείᾳ γεωργήσαντα, λέγοντες·
χαίροις, Θεσσαλονίκης ὁ βλαστός, καὶ τῶν Μακεδόνων δένδρον ἀειθαλέστατον·
χαίροις, Μονῆς Στουδίου τὸ ἀγλάϊσμα, τῆς Βασιλίδος τῶν Πόλεων δόξα, τὸ κλέος ἐπαρχίας
Λαγκαδᾶ, καὶ τῆς οἰκουμένης φωστὴρ ἀείφωτος· χαίροις, ὁ ἱερώτατος ποιμήν, τῆς
Ναυπάκτου καὶ Ἄρτυς Ἐκκλησίας, ὁ τῶν πιστῶν στηριγμός, καὶ τῶν Ὀρθοδόξων στῦλος
τῆς πίστεως ἄσειστος. Ἀλλ’ ὦ θεοειδέστατε Πάτερ, ὡς τῆς Τρισηλίου Δόξης, τῷ
Θρόνῳ παριστάμενος, μὴ παύσῃ θερμῶς ἐκδυσωπῶν, τὸν πανοικτίρμονα Θεόν, ὑπὲρ τῶν
ἀεὶ μακαριζόντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον, καὶ τὰ Ἀναγνώσματα
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μέτ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἐξοδοί μου, ἔξοδοι
ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει
σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν,
δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ
ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν
δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν
καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία.
Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου
φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι,
καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ
κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους
αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς.
Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους
αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην
ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ
Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί·
σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν
χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε
τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις
αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ
πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ
λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίω, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης
μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ
σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ
γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι
τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι
ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου
κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ
εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήση με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ
αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι,
ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν
μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη,
μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ
αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ἀγαλλιάσθω σήμερον ἐν
Κυρίῳ, καὶ χορευέτω φαιδρῶς, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἐπὶ τῇ θείᾳ μνήμῃ τοῦ
Ἁγίου Πατρὸς ἡμῶν Δαμασκηνοῦ τοῦ Στουδίτου, ὃν Χριστὸς ὁ Θεός, ἀξίως ἐδόξασεν·
ὅθεν πανήγυριν λαμπρὰν ἐπιτελέσωμεν φιλέορτοι, τιμῶντες τὸν θεοῤῥήμονα
διδάσκαλον τῆς πίστεως, καὶ πιστῶς τῷ παντάνακτι βοήσωμεν· Δέσποτα φιλάνθρωπε,
πρεσβείαις εὐπροσδέκτοις τοῦ Ὁσίου Σου, εἰρήνην τὴν Σὴν κατάπεμψον τῷ κόσμῳ,
καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἰδοὺ ἡμέρα εὐφρόσυνος,
ἐπέλαμψε σήμερον, πᾶσι τοῖς πέρασιν, ἡ τοῦ Δαμασκηνοῦ σεβάσμιος μνήμη,
συγκαλοῦσα τοὺς πιστοὺς πρὸς εὐωχίαν. Τῇ μυστικῇ οὖν πνευματικῇ τραπέζῃ, ὡς
ἑστιάτωρ προτίθησι πᾶσιν ἡμῖν, ὁ θεοειδέστατος Πατήρ, καὶ μύστης τῶν ἀῤῥήτων,
τὴν σεβασμίαν του εἰκόνα, χάριν θείαν ἐκβλύζουσαν, καὶ ἰαμάτων κρουνούς,
καθάπερ Σιλωὰμ ἡ κολυμβήθρα, πρὸς κάθαρσιν ψυχῶν τε καὶ σωμάτων· διό, ὕμνοις
ἐνθέοις καταστέψωμεν, τῷ σοφωτάτῳ διδασκάλῳ καὶ συγγραφεῖ, τῷ Θεσσαλονίκης
βλαστήματι, καὶ Ναυπάκτου καυχήματι, βοῶντες πρὸς αὐτόν· ῥῦσαι ἡμᾶς ἱερώτατε
ἄνερ, τῆς ἀτιμίας τῶν παθῶν, καὶ τῶν σαρκικῶν μολυσμάτων, καὶ σῶσον ταις πρὸς
Χριστὸν ἱκεσίαις σου, τοὺς ἐκ πόθου σοὶ τιμὴν ἀπονέμοντας.
Ἦχος β’.
Δεῦτε φιλεόρτων αἱ χορεῖαι,
συνδράμωμεν σήμερον, ἐν τοῖς οἴκοις τοῦ Κυρίου, ἵνα τοῦ θεοκήρυκος Πατρὸς ἡμῶν,
Δαμασκηνοῦ τοῦ Στουδίτου, τιμήσωμεν τὴν θείαν μνήμην, ἀσπαζόμενοι τὴν ἱερὰν
τούτου μορφήν, περιγραπτῶς ἐν εἰκόνι, ὕμνοις μελιῤῥύτοις αὐτῷ ἀναμέλποντες·
παρέχει γάρ, τὴν παρὰ τῷ Θεῷ ληφθεῖσαν χάριν δαψιλῶς, νοσημάτων ἰατρείαν, παθῶν
ἀπαλλαγήν, καὶ παντοίων δεινῶν ἀπολύτρωσιν· ὅθεν πιστῶς αἰτησώμεθα, ταῖς ἁγίαις
αὐτοῦ πρεσβείαις, ὡς παῤῥησίαν ἔχοντα, πρὸς τὸν οἰκτίρμονα Θεόν, τοῦ σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος δ΄.
Δαυϊτικὴν ᾠδὴν ᾄσωμεν
πιστοί, τῷ πανοικτίρμονι Θεῷ, τοῦ Ἁγίου Δαμασκηνοῦ τοῦ Στουδίτου, τελοῦντες
σήμερον, μνήμην τὴν ὑπέρφωτον· ὅτι παναληθῶς· στόμα δικαίου μελετήσει σοφίαν,
χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· διὸ ἐν ὕμνοις μέλψωμεν καὶ ἡμεῖς, τὸν
πανεύφημον Ἱεράρχην, τῶν Ὁσίων κοινωνόν, καὶ Ἀγγέλων νῦν συνόμιλον, τοῦ
ἀμπελῶνος Χρισστοῦ, γνήσιον ἐργάτην, ὃν ἐδόξασεν ὁ Κύριος, ὁ θαυμαστὸς ἐν τοῖς
Ἁγίοις Αὐτοῦ, ἀνακράζοντες· πρέσβευε ἐκτενῶς, θεοπόθητε Πάτερ, τῷ παντεπόπτῃ
Δεσπότῃ σου, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς
δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν
ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίρει, Θεσσαλονίκη ἐν σοί, ἡ ἐκβλαστήσασα
βλαστὸν ἱερώτατον, τῆς Νέας Ῥώμης καυχᾶται, τῶν Στουδιτῶν ἡ Μονή, καὶ Ναυπάκτου
πόλις συναγάλλεται· πιστῶν δ’ ἡ ὁμήγυρις, συγχορεύει τιμῶσά σου, μνήμην ἁγίαν,
καὶ φωσφόρον πανεύφημε, καὶ τοῖς ᾄσμασι, μεγαλύνει σε κράζουσα· πάρεσο πρέσβυς ἔνθερμος,
ἡμῶν πρὸς τὸν Κύριον, ὡς παῤῥησίαν μεγάλην, Δαμασκηνὲ νῦν ἀπείληφας, καὶ
δώρησαι χάριν, τοῖς ἀσπαζομένοις πόθῳ, θείᾳ Εἰκόνι σου.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν, χείλη δὲ σοφῶν ἐπίστανται χάριτος.
Χαίρει,
τοῦ Λαγκαδᾶ νῦν λαός, καὶ Ναυπακτίων Ἐκκλησία εὐφραίνεται, θεόσοφος σὺ ποιμὴν
γάρ, πέφηνας Πάτερ καλῶς, καὶ Μονῆς Στουδίου σεμνολόγημα· φωστὴρ ἀληθέστατος,
τῆς Χριστοῦ θείας πίστεως, ἄγων πρὸς φέγγος, Θεοῦ γνώσεως ἅπαντας, καὶ ὁσίως
βίον ἐξεμέτρησας· ῥήμασι καὶ συγγράμμασι, ἐγένου πε΄ριδοξος, Δαμασκηνὲ οἰκουμένη,
ὡς θεοῤῥῆμον διδάσκαλος· καὶ νῦν ὑπὲρ πάντων, παριστάμενος Τριάδι, μάκαρ
μνημόνευε.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου
ἀγαλλιάσονται.
Δεῦτε,
Μακεδονίας στεῤῥόν, φύλακα ᾄσμασι Στουδίτην ὑμνήσωμεν, τὸν ἔφορον Ναυπακτίων,
καὶ σλαβοφώνων λαῶν, τὸν λαμπρὸν φωστῆρα καὶ διδάσκαλον· Ὁσίων συνόμιλλον,
Ἀποστόλων ὁμότροπον, Ἱεραρχῶν τε, καὶ Ἁγίων συμμέτοχον, ἐν τῷ πόλῳ νῦν, ὡς
ἀμέμπτως βιώσαντα· χαίροις αὐτῷ κραυγάζοντες· ποιμὴν ἱερώτατε, θεοειδέστατε
ἄνερ, Ἀρχιερέων ἀγλάϊσμα, τὸ στήριγμα πάντων, ἐν τῆς ζοφερᾶς δουλείας,
Δαμασκηνὲ καιροῖς.
Δόξα.
Ἦχος πλ. δ’.
Ἰδοὺ
νῦν ἐξέλαμψεν ἑορτὴ φαιδρά, πᾶσι τοῖς πέρασιν, ἡ τοῦ εὐκλεοῦς Πατρὸς Δαμασκηνοῦ
θεία μνήμη, συγκαλοῦσα τοὺς πιστούς, ἐν τῷ ναῷ Κυρίου, λαμπρῶς πανηγυρῖσαι καὶ
ἐκβοῆσαι τῷ θεοῤῥήμονι· χαίροις, τῆς Θεσσαλονίκης βλαστέ, τῆ Μονῆς Στουδίου
κλέος, καὶ Βασιλευούσης καύχημα· χαίροις, ὁ κατασπείρας τὸν λόγον τοῦ Θεοῦ,
λόγοις τε καὶ συγγράμμασι πᾶσι τῇ οἰκουμένῃ· χαίροις θεοπρόβλητε ποιμήν, λαοῦ
Λιτῆς καὶ Ῥενδίνης, καὶ Μητροπολίτα θεόσοφε, τῆς Ναυπάκτου τε καὶ Ἄρτης
ἐπαρχίας, ἐν ᾗ τὸ ζῆν ἐξεμέτρησας· διὸ καὶ ἅπασιν ἡμῖν, ὁσιώτατε Ἱεράρχα,
χάρισαι δεόμεθα, ταῖς σαῖς πρὸς Χριστόν, εὐπροσδέκτοις πρεσβείαις, εἰρήνην,
φωτισμόν, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τὸν
Λητῆς καὶ Ρεντίνης
χρυσολόγον ἐπίσκοπον, εἴτα δὲ Ναυπάκτου καὶ Ἄρτης θεοφόρητον πρόεδρον, τὸν
θεῖον καὶ σοφὸν Δαμασκηνόν, τιμήσωμεν ἐν
ὕμνοις ἱεροῖς, τὸν διδάξαντα τῇ βίβλῳ αὐτοῦ λαούς, πρὸς ὅν καὶ ἀνακράζουσι·
δόξα τῷ σὲ σοφίσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ταμιεύσαντι ἐν σοί,
χαρίτων θησαυρῶν Αὐτοῦ.
Δόξα.
Ὅμοιον.
Τὸ
θεόφυτον δένδρον καρπὸν φέρον τὸν εὔχημον, Θεσσαλονικέων τὸ κλέος, Στουδιτῶν τὸ
ἀγλάϊσμα, σοφὸν Δαμασκηνὸν ᾀσματικῶς, ὑμνήσωμεν πληθὺς Χριστιανῶν, τῆς
Ναυπάκτου τὸν ὑπέρτιμον καὶ λαμπρόν, Μητροπολίτην κράζοντες· δόξα τῷ σὲ
δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ καταστήσαντι ἡμῖν πρέσβυν σε
ἔνθερμον.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν
τάφον Σου Σωτήρ.
Ὡς ἥλιος λαμπρός, ἡ πανέορτος
μνήμη, ἐξέλαμψεν ἡμῖν, καὶ πιστῶν αἱ χορεῖαι, Ναυπάκτῳ σπουδάσωμεν, ἀγαλλόμενοι
σήμερον, ἵνα μέλεσι, Δαμασκηνὸν τὸν Στουδίτην, ἀνυμνήσωμεν, καὶ τὴν σεπτήν του
εἰκόνα, τοῖς δάκρυσι βρέξωμεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀγγέλων γλυκασμός, καὶ παρθένων ἡ
δόξα, πιστῶν ἡ χαρμονή, καὶ ἀντίληψις πάντων, Σὺ εἶ Μητροπάρθενε, τοῦ τεκεῖν
κατεπείγει Σε· δέξαι δέησιν, τῆς ταπεινῆς μου καρδίας, καὶ μεσίτευσον, πρὸς τὸν
Υἱὸν καὶ Θεόν Σου, παθῶν μου ῥυσθῆναί με.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’.
Θείας πίστεως.
Χαίρει σήμερον, ἐν σοὶ Στουδῖτα, ἡ
περίδοξος Ναυπάκτου πόλις, Θεσσαλονίκης λαὸς δ’ ἐπαγάλλεται, καὶ Νέας Ῥώμης
σκιρτᾷ ὦ Δαμασκηνέ, ὡς μαθητεύσας αὐτῇ πανσεβάσμιε· καὶ ἀγάλλεται, ἡ Ἐκκλησία
γεραίρουσα, λαμπρῶς μνήμην σου τὴν πάμφωτον, θεόσοφε διδάσκαλε τῆς πίστεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἄχραντε, Παρθενομῆτορ, ἡ ἐγγίζουσα,
τέξεσθαι φάτνη, Βηθλεὲμ Υἱὸν Θεοῦ προαιώνιον· χαῖρε παρθένων σεμνὸν ἐγκαλλώπισμα,
καὶ ὑμνῳδία Ἀγγέλων ἡ ἀπαύστος· χαῖρε ἄκουσμα, φρικτὸν ἅμα τε καὶ λάλημα, τοῦ
κόσμου ἁγνὴ διάσωσμα, Ποιμένων καὶ τῶν Μάγων ξένον θέαμα.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α’. Τὸν
συνάναρχον Λόγον.
Τοῦ Στουδίτου ἡ μνήμη ἐκλάμπει
σήμερον, τῇ τοῦ Χριστοῦ Ἐκκλησία καὶ συγκαλεῖ τοὺς πιστούς, συγκροτῆσαι οὖν ἑόρτιον
πανήγυριν· ἵνα σοφὸν Δαμασκηνόν, Θεοφάνους μαθητήν, πανένδοξον Ἱεράρχην, ᾀσματικῶς
ὑμνολογήσῃ, πρέσβυν ἡμῶν, τῷ φιλευσπλάγχνῳ Θεῷ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Βηθλεὲμ κατεπείγει ἔγκυος φέρουσα, ἐν
τῇ γαστρὶ Θεὸν Λόγον Παρθένε Κόρη σεμνή, σὺν τῷ μνήστορι πιστῷ δέλτους
γραφήσεσθαι· τέξεις γὰρ φάτνῃ πενιχρᾷ, ὃν φωναὶ Προφητικαί, προήγγειλαν πρὸ αἰώνων,
Χριστὸν Μεσσίαν παντὸς κόσμου, εἰς σωτηρίαν Πρωτοπλάστου Ἀδάμ.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Στόμα δικαίου μελετήσει σοφίαν, χείλη δὲ
σοφῶν ἐπίστανται χάριτος.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου
ἀγαλλιάσονται.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα:
Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ.
β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον ἐξέλαμψεν ἡμῖν, ὡς νοητὴ ἀνατολή,
ἡ τοῦ ἱεράρχου θεία μνήμη, συγκαλοῦσα ἡμᾶς, πανηγυρῖσαι φαιδρῶς. Δεῦτε οὖν
φιλέορτοι, τιμήσωμεν ἐνθέοις μελῳδήμασι, τὸν θεοῤῥήμονα Δαμασκηνόν, καὶ Ὅσιον
Πατέρα, βοῶντες αὐτῷ· χαίροις, διδάσκαλε Κυρίου, τῆς Θεσσαλονίκης θεῖον
βλάστημα, Βασιλευούσης μαθητά, Μονῆς Στουδίου κλέος, Ἑλλήνων ὁδηγέ, καὶ ὑπέρτιμε
τῆς ποίμνης τῶν πόλεων, Λαγκαδᾶ καὶ Ναυπάκτου. Ἀλλ’ ὦ πανσεβάσμιε θεοκῆρυξ, ἱκέτευε
ἀπαύσυως Χριστῷ τῷ Θεῷ, δοῦναι ἡμῖν πταισμάτων λύσιν, καὶ τὸ μέγα ἔλεος.
Εἶτα, οἱ Κανόνες· τῆς
Θεοτόκου, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς κατ’ Ἀλφάβητον· ἐν δὲ τοῖς Θεοτοκίοις: Γεωργίου.
ᾨδὴ α’. Ἦχος α’. Ἀνοίξω τὸ στόμα μου.
Ἀνοίγων τὰ
χείλη μου, πειρῶμαι ὕμνον προσάξασθαι, τῇ μνήμῃ σου Ἅγιε, Δαμασκηνὲ ἱερέ· ἀλλ’
οὐ ῥάδιον, σὲ μέλψασθε ἀξίως· διὸ χάριν Πνεύματος, σπεύδω αἰτήσασθαι.
Βεβαίωσις ἄριστος,
τοῖς ἀπιστοῦσιν ὑπάρχει νῦν, θεόσοφον σύγγραμμα, τῆς ἁγιότητος, Θησαυρὸς
κληθέν, Πατρὸς ἱερωτάτου, Στουδίου καυχήματος, πόλει τοῦ Βύζαντος.
Γεραίρομεν ᾄσμασι,
Δαμασκηνὸν τὸν θεόπνευστον, Ποιμένα πανάριστον, καὶ ὁδηγὸν εὐσεβῶν, ἐκβλαστήσαντα,
Μακεδονίας γαίης, Ναυπάκτου ὑπέρτιμον, χάριτας βλύζοντα.
Θεοτοκίον.
Γλυκύτατον ὄνομα,
Παρθενομῆτορ Μητράναδρε, ἡδύτατον ἄκουσμα, πέλεις τοῖς πᾶσιν ἁγνή, ἀνυψώσασα, τὸν
ἄνθρωπον εἰς πόλον, ὡς κλίμαξ οὐράνιος, καὶ θεοτίμητος.
ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Δεήσεις ἐκπέμψωμεν
συμφώνως, πιτοὶ ἐν Κυρίου τῷ ναῷ, Δαμασκηνὸν τοῖς μέλεσι, τιμῶντες θεοῤῥήμονα, ἐπὶ
τῇ μνήμῃ νῦν αὐτοῦ, τῇ ἱερᾷ συνερχόμενοι.
Ἐλήλυθεν ἄκουσμα
Ναυπάκτῳ, ἁγιοκατατάξεως ἀνδρός, ἡμέραν πανσεβάσμιον, τοῦ Λαγκαδᾶ μηνύσαντος,
προκρίτου Ἰωάννου νῦν, τῇ Ἐκκλησίᾳ τὰ δέοντα.
Ζωοῖς
θαυμαστῶς ψυχὰς πεσούσας, βορβόρῳ αἰσχρῶν ἁμαρτιῶν, τῆς μετανοίας δάκρυσι,
Δαμασκηνὲ τοῖς λόγοις σου, θαῦμα θαυμάτων μέγιστον, ἡ γὰρ ψυχῆς νεκράναστασις.
Θεοτοκίον.
Ἐλπὶς ἀκαταίσχυντε
τοῦ κόσμου, Σὲ ὕμνοις τιμᾷ ἀεὶ χορός, τῶν Ἀσωμάτων Δέσποινα, ἀγγελικῶν
Δυνάμεων, τιμιωτέρα πέφυκας, Υἱὸν Θεοῦ γὰρ ἐκύησας.
Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὴν πανσεβάσμιον, μνήμην φιλέορτοι,
νῦν μεγαλύνωμεν, τοῦ θεοῤῥήμονος, Δαμασκηνοῦ θεοπρεπῶς, δραμόντες ναοῖς Κυρίου,
ἡδυφθόγγοις ῥήμασι, καὶ αὐτῷ ἐκβοήσωμεν· ῥῦσαι περιστάσεων, τοὺς τιμῶντάς σε Ἅγιε,
καὶ ἐκ προβατοσχήμονος λύκου, φρούρει ἡμᾶς μάκαρ Στουδῖτα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεοῦ ἀπόῤῥητον, βουλὴν ὡς ἤγγειλε,
Σὲ παναμώμητε, ὁ Ἀρχιστράτηγος, σεμνοπρεπῶς ἔφης αὐτῷ· ἰδοὺ ἡ δούλη Κυρίου· ὥσπερ
εἶπας γένοιτο, ὑπακούω τῷ Πλάστῃ μου, ἅμα κατεσκήνωσε, Σῇ γαστρὶ ὁ ὑπέρθεος, Ἀδὰμ
γένος φθορᾶς ἵνα σώσῃ· ὅθεν ὑμνοῦμέν Σε Παρθένε.
ᾨδὴ
δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Ἡ πανέορτος ἐκλάμπει νῦν
ἡμέρα τῆς μνήμης σου, ἔνδοξε Στουδίτα, ὦ Δαμασκηνὲ ἱερώτατε, καὶ φιλεόρτων τὰ
πλήθη, οἴκοις σπεύδουσι, σὲ ὑμνήσασθαι, χαίροις σοφὲ ἀνακράζοντες.
Θαυματόβρυτος ἐδείχθη τῶν
λειψάνων σου ἡ κόνις σου, Πάτερ Ἱεράρχα, πᾶσι τοῖς πιστῶς προσπελάζουσι, τοῦ
ἀσπασθῆναι εἰκόνα, σὴν πανίερον, ὡς διώκουσα, πάθη ψυχῆς, νόσους σώματος.
Ἰατρεύει τοὺς νοσοῦντας
καὶ κουφίζει τοὺς πάσχοντας, ἐξ ἀῤῥωστημάτων, ὀδυνῶν πληγῶν ἀλγηδόνων τε, ἡ
σεβασμία μορφή σου, θείᾳ χάριτι, ὦ πανεύφημε, παρὰ Χριστοῦ, ἣν ἀπείληφας.
Θεοτοκίον.
Ὡραιότητος
ὑπάρχεις παρθενίας ἀγλάϊσμα, οὐρανοῦ καὶ γῆς τε πάσης, ἀειπάρθενε κτίσεως,
καθαρωτέρα ἀκτίνων τοῦ Ἡλίου γε, ἡ γεννήσασα, Ἥλιον δόξης τὸν ἄδυτον.
ᾨδὴ
ε’. Ἐξέστη τὰ σύμπαντα.
Κινείσθω πρὸς ἔπαινον, σῶν
θαυμασίων ἔνδοξε, πᾶσα γλῶσσα βρότειος ἀξίως, ὅ,τι ὡς ἦλθες, ᾧδε οἰκῆσαι
ποιμήν, Ναυπάκτου λαὸς παναληθῶς, ὦ Στουδῖτα χάριτος, τεραστίων ἀπείληφεν.
Λαλεῖς μῦστα ἄῤῥητα,
πανσόφως θεῖα δόγματα, πᾶσιν Ὀρθοδόξοις θεοφρόνως· ὅθεν ἐκ πόθου, Μικρᾶς Ῥωσίας
λαός, ‘ν πόλει Κιέβου σὲ πιστῶς, σπεύδει τοῦ ἀκούσασθαι, διδαχὴν θεοστήρικτον.
Μελίσμασιν ᾄσωμεν,
πολίτευμα τὸ ἔνθεον, τοῦ Δαμασκηνοῦ πιστῶν χορεῖαι, ὅσιον βίον, διδασκαλίαν
ὀρθήν, καὶ νίκας κατὰ τῶνν δυσσεβῶν, καὶ ἐχθρῶν τῆς πίστεως, ἕω ἄχρι τῆς
δύσεως.
Θεοτοκίον.
Ῥητόρων
πολύφθογγαι, αἱ γλῶσσαι ὄντως δέδενται, οὐ γὰρ Σὲ ἁγνὴ τολμῶσι δοῦναι, ὕμνοις
ἐνθέοις, πλὴν ἐὰν πίστιν θερμήν, τῷ Σῷ πανοικτίρμονι Θεῷ, σχῶσιν ἐξαιτούμενοι,
Σαῖς πρεσβείαις Θεόνυμφε.
ᾨδὴ
στ’. Τὴν θείαν ταύτην.
Ναοῖς Ἑλλάδος
προστρέξωμεν, πιστοὶ περιχαρῶς ἀσπαζόμενοι, Εἰκόνα πάνσεπτον, Δαμασκηνοῦ τὴν
ἐκβλύζουσαν, τὰς δωρεὰς καὶ χάριν, τὴν θεοβράβευτον.
Ξενίζει ὄντως ἡ ἄριστος,
Στουδῖτα τοῖς πιστοῖς πανσοφία σου, τῶν ὄντων γνῶσίς σου, ὡς Βασιλείῳ
προικίσασα, καὶ σοὶ ἐνῳκισμένη, παρὰ τοῦ Πνεύματος.
Ὀφρὺς δαιμόνων πεπάτηται,
σοῖς ῥήμασιν ἐνθέοις καὶ ἥττηνται, ἐχθρῶν φρυάγματα· διὸ καὶ χαίρει ὁμήγυρις,
Δαμασκηνὲ τιμῶσα, νῦν θείαν μνήμην σου.
Θεοτοκίον.
Γλυκεῖαν
δρόσον σταλάξατε, τὰ ὄρη καὶ βουνοί τε σκιρτήσατε, τὴν Θεομήτορα, πάντες βροτοὶ
ἀνυμνήσατε, καὶ σὺν Ἀγγέλοις ταύτην, ὑπερδοξάσατε.
Κοντάκιον.
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Μακεδόνων
κλέϊσμα, ὑμνολογείσθω, Στουδιτῶν ἀγλάϊσμα, ὁ ἱερὸς Δαμασκηνός, καὶ τῆς
Ναυπάκτου ὑπέρτιμος, Μητροπολίτης, Χριστοῦ
δοῦλος γνῆσιος.
Ὁ
Οἶκος.
Τοῦ
Ψαλμῳδοῦ φήσαντος προφητικῶς· τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ
Κύριος, πεπλήρωκας τὸ ῥηθὲν φιλάνθρωπες, καὶ ἐδόξασας τὸν ἐπὶ τῆς γῆς σὲ
δοξάσαντα, πολιτείᾳ ἀμέμπτῳ καὶ θεοφιλεῖ, ὁσιωτάτῃ διαγωγῇ, ἐναρέρῳ,
ἀκαταγνώστῳ βίῳ, ταπεινὸν καὶ πρᾶον, ἀκτήμονα καὶ σοφόν, Δαμασκηνὸν τὸν
παναοίδιμον, Θεσσαλονίκης τὸν βλαστόν, Στουδιτῶν τὸ καύχημα, Λιτῆς καὶ Ῥενδίνης
ἐπίσκοπον, καὶ Ναυπάκτου τὸν λαμπρὸν ποιμενάρχην, ἅμα δέ, καὶ πανάριστον
διδάσκαλον τῶν Ὀρθοδόξων Ἑλλήνων, καὶ Σλαβοφώνων λαῶν, καὶ μοναζόντων ὁδηγὸν
καὶ ποδηγέτην, ἐν τοῖς καιροῖς τῆς ζοφερᾶς δουλείας, τῶν ἐκ τῆς Ἄγαρ. Οὗτος γὰρ
παναληθῶς, ἀνεδείχθη ἐν θείοις λόγοις, καὶ ἱεροῖς περισπουδάστοις συγγράμμασι,
τῆς Ἐκκλησίας ἀκάματος ἐργάτης, τῆς οἰκουμένης φωστὴρ ἀειλαμπέστατος, καὶ Χριστοῦ δοῦλος γνήσιος.
Συναξάριον.
Τῇ ΚΖ΄ τοῦ αὐτοῦ Μηνός,
μνήμη τοῦ Ἁγίου Δαμασκηνοῦ τοῦ Στουδίτου, ἐπισκόπου Λητῆς καὶ Ῥεντίνης
Χαίρει
Στουδῖτα, ἐν σοὶ Θεσσαλονίκη,
καυχᾶται
Ναύπακτος, ὡς ποιμενάρχην σχοῦσα.
Εἰκάδι
καὶ ἑβδόμῃ, θεῖος Δαμασκηνὸς πόλῳ ἀνῆλθε.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰακώβου τοῦ Πέρσου.
Τμηθεὶς
μεληδόν, καὶ σφαγὴν Πέρσης φέρων,
«Ψυχὴ σεσώσθω, φροῦδά μοι μέλη» λέγει.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πινουφρίου
Ὁ
Πινούφριος ἀρετῶν πολλαῖς χρόαις
ἐν οὐρανοῖς ἔλαμψεν ὡς ἶρις νέα.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ναθαναήλ
Ἀφεῖσα
κόσμον, πρὸς Θεὸν ψυχὴ τρέχε»,
Ναθαναὴλ ἔκραζε μέλλων ἐκπνέειν.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μωϋσέως
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Γρηγορίου τοῦ Σιναΐτου
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοδοσίου τοῦ ἐν Τυρνόβῳ Βουλγαρίας.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ’. Οὐκ ἐλάτρευσαν.
Πλημμυρίζουσιν οἱ λόγοι
σου πανεύφημε Στουδῖτα πάνσοφε, πᾶσαν τὴν γῆν ἀληθῶς, καὶ θαύματα, ξένα
ἐργάζονται, τῆς Ναυπάκτου νῦν, δῆμος πιστῶν ἐξίσταται, σοῖς φρικτοῖς
θεοσημείαις.
Ῥαθυμότοκοι τοῦ βίου ἀεὶ
μέριμναι ἡμῶν ἁρπάζουσι, γῆθεν τὸν νοῦν χαμερπῶς· ἀλλὰ τῇ σῇ χάριτι,
ἐπιδαψίλευσον, ἐξ εἰκόνος σου, ᾧδε Δαμασκηνὲ πιστοῖς, ἀτενίζειν εἰς τὰ ἄνω.
Συστησώμεθα χορείαν νῦν
φιλέορτοι πανηγυρίζοντες, μνήμην Πατρὸς εὐκλεοῦς, ὁσίως ἐκλάμψαντος, χρόνοις
τοῖς ὕστερον, τῆς ἁλώσεως, ὕμνοις αὐτῷ χαρμονικῶς, μελῳδοῦντες σὺν Ἀγγέλοις.
Θεοτοκίον.
Ἱκετεύσατε
λιταῖς σὺν Θεομήτορι θεῖοι Ἀπόστολοι, Ἱεραρχῶν ὁ χορός, Μαρτύρων τὰ τάγματα,
Πατέρες Ὅσιοι, σὺν Προφήταις τε, πλῆθος γυναίων τῷ Θεῷ, σὺν Δαμασκηνῷ Στουδίτῃ.
ᾨδὴ
η’. Παῖδας εὐαγεῖς.
Τόποις τῆς Λιτῆς καὶ τῆς
Ῥενδίνης, τὸ πρῶτον ὡς Ἱεράρχης ἐχρημάτισας, ἔνδοξε διδάσκαλε, καὶ Στουδίτα
πάνσοφε, καὶ τῆς Ναυπάκτου ἔπειτα, ποίμνην ἐποίμανας, δωρούμενος, πιστοῖς
ἰατρείαν, ἐκ θανατηφόρων, βελῶν τοῦ παγκακίστου.
Ὕμνους θείους μέλψωμεν
ἐκθύμως, πιστοὶ τὸν Δαμασκηνὸν νῦν μεγαλύνοντες, ἤχοις ἀλαλάζοντες· χαίροις,
τούτῳ κράζοντες, Θεσσαλονίκης βλάστημα, Στουδίου καύχημα, Μονῆς σεπτῆς, Ἑλλήνων
προστάτα, καὶ τῶν Ὀρθοδόξων, ἁπάντων θεοκῆρυξ.
Φρούρει τὴν Ἑλλάδα ἐκ
παντοίων, κινδύνων καὶ ἀπειλῶν θεῖε διδάσκαλε, τήρει διασώζουσαν, πόλιν
Βασιλεύουσαν, καὶ φιλοχρίστοις βράβευσον, εἰρήνην ἄνωθεν, δωρούμενος, τὰ
κρείττω τοῖς πᾶσι, σὲ ὑμνολογοῦντας, ἀξίως εἰς αἰῶνας.
Θεοτοκίον.
Ὅλην
μου ψυχὴν σὺν τῇ καρδίᾳ, κἀγὼ ὥσπερ γηγενεῖς Σὲ ἀνατίθημι, χάριν ἐξαιτούμενος,
τὴν Σὴν πλὴν λυπούμενος, ὅτι τὰ ἁμάρτηματα, ἀναμιμνήσκομαι, καὶ πράξεις μου,
ἀθλίας καὶ λόγους· διὸ ταῖς Σαῖς πρεσβείαις, ῥῦσαί με κράζω Κόρη.
ᾨδὴ
θ’. Ἅπας γηγενής.
Χαῖρε ἀληθῶς, Ναυπάκτου ἡ
ἔνδοξος, πόλις τὴν σήμερον, συμπανηγυρίζουσα, Θεσσαλονίκη, Βασιλευούσῃ τε, τὴν
φωτοφόρον πάντιμον, καὶ πανσεβάσμιον, θείαν μνήμην, τοῦ Μητροπολίτου σου, ὃν
ἀξίως Χριστὸς νῦν ἐδόξασεν.
Ψάλλωμεν ᾠδάς, Χριστοῦ τὸν
διδάσκαλον, ὑμνολογήσασθαι, λαμπαδηφορούμενοι, πιστῶν χορεῖαι, καὶ ἀσπασώμεθα
θείαν Εἰκόνα βλύζουσαν, τοῖς μετὰ πίστεως, ἐκζητοῦσι, χάριν τὴν σωτήριον, ἣν
πλουσίως Χριστὸς πᾶσι δίδωσι.
Ὦ τῶν ὑπὲρ νοῦν, θαυμάτων
πανεύφημε, Στουδῖτα πάνσοφε, ἅπερ κατεργάζει οὖν, τοῖς προσιοῦσι πόθῳ
ἀσπάσασθαι, τὴν ἱερὰν Εἰκόνα σου, χάρις ἡ ἔνθεος, ἐν τοῖς θείοις, δόμοις τῆς
Ἑλλάδος γῆς, ἡ σβενύουσα πάθη ψυχόλεθρα.
Θεοτοκίον.
Ὕμνους
καὶ ᾠδάς, ἐξύφανον Δέσποινα, πρὸς Σὲ τοὺς πρπέποντας, πνευματεμφορούμενος,
ὁμολογῶν Σου τὸ ἀειπάρθενον, ὅτι Θεὸν ἐκύησας καὶ ἐγαλούχησας, ὥσπερ βρέφος·
ὅθεν Μητροπάρθενε, τῷ Σῷ γάλακτι χάριτος θρέψον μοι.
Ἐξαποστειλάριον.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Δαμασκηνοῦ
ἡ μνήμη, σήμερον θεία καὶ σεπτή, ἐπέλαμψεν εὐδοκίᾳ, Θεότητος Τριαδικῆς· διὸ
τιμήσωμεν ὕμνοις, τὸν Ἱεράρχην Κυρίου.
Θεοτοκίον.
Ὦ
Θεοτόκε Παρθένε, σὺν τῷ Στουδίτῃ τῷ σοφῷ, Δαμασκηνῷ τῷ Ἁγίῳ, Υἱὸν μὴ παύσῃ
δυσωπεῖν, δοῦναι παθῶν ἡμῶν λύσιν, μακαριζόντων Σε πόθῳ.
Αἶνοι.
Ἦχος α’. Τῶν οὐρανίων Ταγμάτων.
Δεῦτε
πιστοὶ συνελθόντες πανηγυρίσωμεν, τὴν σήμερον ἡμέραν, τὴν πανένδοξον μνήμην,
τοῦ θείου Ἱεράρχου Δαμασκηνοῦ, Στουδιτῶν ἀμαγάλματος, θείας σοφίας καὶ γνώσεως
θύῤῥαθεν, ἀρεταῖς βίον κοσμήσαντος.
Ἐν
τῷ ναῷ τοῦ Κυρίου Στουδίτην πάνσοφον, μεγαλύνωμεν ὕμνοις, τὴν φαιδρὰν ἑορτήν
του, τελοῦντες θεαρέστως οἱ εὐσεβεῖς, καὶ τοῖς δάκρυσι βρέξωμεν, τὴν σεβασμίαν
μορφήν του περιγραπτῶς, ἣν ἱστόρησαν φιλέορτοι.
Τίς
ἐπαξίως ὑμνήσει σοῦ τὰ τεράστια, Δαμασκηνὲ Στουδίτα, κατορθώματα θεία; Νηστείαν
ἀγρυπνίαν καὶ προσευχήν, σὺν πτωχείᾳ ταπείνωσιν, καὶ ἀρετὰς ἃς εἰργάσω βίῳ
σοφέ, τῷ ὁσίως διαλάμψαντι.
Δίδου
πρεσβείαν ἀπαύστως τοῖς ἐκτελοῦσί σου, τὴν σεβασμίαν μνήμην, τῷ Κυρίῳ παμμάκαρ,
ῥυσθῆναι τῆς κολάσεως τοῦ πυρός, καὶ τρυφῆς ἀξιώσασθαι, καὶ ἐν τῇ ὥρᾳ τῆς
κρίσεως τῷ Κριτῇ, ὑπὲρ πάντων ἡμῶν μνήσθητι.
Δόξα.
Ἦχος πλ. α’.
Σαλπίσωμεν
ἐν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν ἑόρτια, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι τῷ
πνεύματι, ἐπὶ τῇ φωτοφόρῳ πανηγύρει, τοῦ θεοφόρου Πατρός· ἱερεῖς καὶ ἄρχοντες
συντρεχέτωσαν, καὶ τὴν σεβάσμιον εἰκόνα τοῦ Ἱεράρχου, πανευλαβῶς
κατασπασάσθωσαν. Φιλέορτοι θεόφρονες, σὺν τοῖς πιστοῖς εὐσεβέσι, χορείαν
κροτείτωσαν ἐν μέλεσι, καὶ τὸν θεῖον διδάσκαλον τιμάσθωσαν. Ἄγγελοι γὰρ ἐν
οὐρανοῖς, καὶ ἄνθρωποι ἐπὶ τῆς γῆς, λαμπρῶς συνεορτάζουσι, τὰ ἐπίγεια τοῖς ἄνω
νῦν συγχορεύει· ἡ Θεσσαλονίκη φαιδρῶς σεμνύνεται, ἡ ἐκβλαστήσασα μυρίπνοον
ἄνθος, ἡ Βασιλὶς τῶν πόλεων, καὶ Στουδιτῶν Μονὴ συγχαίρει, ὁ Λαγκαδᾶς τὰ γέρα
κομίζει, τῷ σοφῷ μυστολέκτῃ, καὶ ἡ τῆς Ναυπάκτου θεία πόλις τέρπεται.
Λαμπρύνεται ἡ Μακεδονία, καὶ οἱ σλαβόφωνοι Ὀρθόδοξοι λαοί, Βουλγαρίας καὶ
Οὐκρανίας, σὺν πάσῃ τῇ Ἑλλάδι συνευφραίνονται. Καὶ ἡ ἐν τοῖς πέρασι τῆς
οἰκουμένης Χριστοῦ ἁγία Ἐκκλησία, τιμᾶ ἐνθεαστικῶ τὸν τοῦ Θεοφάνους πανάριστον
μαθητήν, θεοκήρυκα, καὶ συγγραφέα, Ὅσιον ποιμενάρχην, ἐν ἐγκωμίοις καὶ ᾠδαῖς
κραυγάζουσα· ὦ Δαμασκηνὲ μακάριε, φύλαττε, φρούρει καὶ σκέπε ἀεί, ἀτρώτους τοὺς
εὐσεβεῖς, ἐκ πάσης ἀνάγκης καὶ βλάβης, καὶ σῷζε Ἑλλήνων τὸ γένος, τῆς ἐνεστώσης
ἀπειλῆς, σὺν τῇ ποίμνῃ σου καὶ τῷ λαῷ, ταῖς πρὸς τὸν Δεσπότην ἱκεσίαις σου.
Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ
δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον,
τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Δεῦτε ἀσπασώμεθα εὐλαβῶς, τὴν σεπτὴν
εἰκόνα, τοῦ Ἁγίου Δαμασκηνοῦ· χαίροις Ἱεράρχα, βοῶντες ἐκ καρδίας, ἡμᾶς τῆς ἐπηρείας,
σατᾶν ἐκλύτρωσαι.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ
πανενδόξου τοῦ Χριστοῦ Ἱεράρχα, περιχαρῶς τῶν φιλεόρτων χορεῖαι, Δαμασκηνοῦ
τιμήσωμεν τὴν μνήμην φαιδρῶς, βίον τούτου ἐκμιμούμενοι, ἀρετὰς τὰς θεοειδεῖς,
πίστιν τὴν ἀληθινήν, καὶ παλαίσματα θεῖα, ὡς μέγαν πρέσβυν ἔχοντες Θεῷ, ὅπως
πρεσβεύῃ, ἡμῖν δοῦναι ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε,
τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ
ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Τῷ θεοῤῥήμονι μέλος ἥδιστον. Γεωργίου
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τὸν βίον ἀνύσας θεοπρεπῶς, Χριστοῦ νῦν αὐλίζει,
ἱερώτατε ταῖς σκηναῖς, ὃν δοῦναι φρεσὶ θεογνωσία, πνευματοφόρε Στουδῖτα
δυσώπησον.
Ὡράθης ὑπέρφωτος τοῖς λαοῖς, σοφὸς Ἱεράρχης· διὸ
σκότους μου τῆς ψυχῆς, μετάβαλε τάχυ σαῖς πρεσβείαις, πρὸς τὸν Σωτῆρα καὶ δὸς
θείαν φώτισιν.
Θεὸν ἐκδυσώπησον εὐμενῶς, ἡμῖν δοῦναι λύσιν,
ἀπολύτρωσίν τε σοφέ, κινδύνων καὶ θλίψεων ῥυσθῆναι, Δαμασκηνὲ τοὺς πιστῶς
ἀνυμνοῦντάς σε.
Θεοτοκίον.
Ἐλέους ὑπάρχεις πρέσβυς θερμή· διὸ τὸν Υἱόν Σου,
ἐκδυσώπησον Μαριάμ, δοθῆναι συγχώρησιν πταισμάτων, τῶν ἱκετῶν Σου ἁγνὴ
ἀειπάρθενε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὀδυνόμενος σπεύδῳ τῇ σῇ
μορφῇ Ἅγιε, καὶ καθικετεύω γαλήνην, δὸς τῇ καρδίᾳ μου, ὡς κεκτημένος σοφέ,
Πνεύματος δύναμιν θείαν, ἣν παρέχεις ἄφθονον, τοῖς σὲ γεραίρουσι.
Ῥητορείας ἀθέσμου
πανουργικῆς ῥῦσαί με, καὶ συκοφαντίας τὰς πλάνας, ἀποσκοράκισον, τῇ σῇ πρεσβείᾳ
σοφέ, καὶ πρὸς Χριστὸν παῤῥησίᾳ, ἵνα μὴ ἐπίχαρμα, ἐχθροῖς γενήσωμαι.
Ῥαθυμίας τὸν ὕπνον καὶ
ὀκνηρὸν δίωξον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, τῶν ἀνυμνούντων σε, Δαμασκηνὲ ἱερέ,
ἀρχιεράρχα Κυρίου, καὶ ἐχθρῶν ἐκλύτρωσαι, παρακαλοῦμέν σε.
Θεοτοκίον.
Ἡ ἀμφίστομος σπάθη
ἰατρικὸν βάλσαμον, τὸ οὐλὰς ψυχῶν ἐπουλῶνον, ὑπάρχεις ἄχραντε, κατὰ δαιμόνων
ἡμᾶς, ἐπαπειλούντων ὀξέως· ὅθεν σβέσον τάχιστα, τούτων τοξεύματα.
Διάσωσον, ὦ εὐκλεῆ Ἱεράρχα
παντὸς κινδύνου, τοὺς εὐλαβῶς ἑορτήν σου πανηγυρίζοντας, καὶ σὴν εἰκόνα
κατασπαζόμενους.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ
πρέσβυν πρὸς τὸν εὔσπλαγχνον, πτωχῶν ἀρωγόν, πασχόντων ἀντιλήπτορα, φρουρὸν σὲ
κεκτήμεθα, Στουδῖτα πιστῶν ἡ πληθὺς κράζοντες, σπεῦσον ταχέως ῥῦσαι συμφορῶν,
πάσης ἀνάγκης ἡμᾶς τε καὶ θλίψεως.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μεθοδείας ἀφάνισον, τῶν ἐχθρῶν καὶ ῥῦσαι ἐκ πάσης
θλίψεως, τοὺς πιστῶς σὲ μεγαλύνοντας, θεῖε Ἱεράρχα πανσεβάσμιε.
Οἰδημάτων ἀπάλλαξον, πάντας καὶ καρδίας λύπην ἀφάνισον,
καὶ χαρᾶς Χριστοῦ καταύγασον, τῷ φωτὶ τοὺς μέλποντάς σε Ἅγιε.
Νέκταρ θείας σῆς χάριτος, στάλαξον καρδίαις τῶν
ἀνυμνούντων σε, καὶ ζητούντων σὴν ἀντίληψιν, καὶ δὸς Πάτερ βίον ἀνεπίληπτον.
Θεοτοκίον.
Ἱκετεύω Σε Δέσποινα, ἵλεως Υἱός Σου ὁ πολυεύσπλαγχνος,
ὅπως γένηται αἰτούμεθα, ἅπαντας λυτρώσασθαι κολάσεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μεῖνον μεθ’ ἡμῶν, τῶν ὑμνούντων σε πανεύφημε, καὶ τῇ
σεπτῇ σου μορφῇ πανευλαβῶς, ἀσπαζομένοις, παράσχου εἰρήνην ἄνωθεν.
Ἔχει σὲ στεῤῥόν, ἡ Μονὴ Στουδίου πρόμαχον, καὶ
Ναυπάκτου πόλις ἡ ἱστορική, ἃς ῥῦσαι, ἐχθρῶν παμμάκαρ ἁλώσεως.
Λήθης ἐξελοῦ, καὶ Δεσπότην ἐξευμένισον, ὅτι ἀγνώμονες
ἐσμὲν δωρεῶν, ὡς παῤῥησίαν Δαμασκηνὲ ἔχεις ἔνθερμον.
Θεοτοκίον.
Ὅρμῳ γαληνῷ, Ἐκκλησίας ναῦν ὁδήγησον, ἡ ἀχώρητον
χωρήσασα γαστρί, Ὃν ἐκδυσώπει, ἡμᾶς τρυφῆς ἀξιώσασθαι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Σωτήριον, νῦν ὁδὸν ὑπόδειξον, καὶ πρὸς τρίβους τοῦ
Χριστοῦ ἴθυνόν με, Δαμασκηνέ, μυστολέκτα ἀῤῥήτων, Ἱεραρχῶν καὶ πιστῶν
ἐγκαλλώπισμα, καὶ μέλποντα περιχαρῶς, τὴν σεπτὴν καὶ πανέορτον μνήμην σου.
Ἠμαύρωσα, νοὸς ἐνδιαίτημα, ἡδοναῖς τῆς ἁμαρτίας
δουλεύσας, ὅτι παθῶν, ἡ ψυχὴ ἐμολύνθη, καὶ ὡς ἰχθὺν ὁ Βελίαρ ἐζώγρησεν, ἀλλὰ
πρὸ τέλους ἐκβοῷ· Ἱεράρχου λιταῖς Σῶτερ σῶσόν με.
Δεδούλωκα, τὴν ψυχὴν ὡς ἄσωτος, ἀλλὰ κάθαρον παθῶν σαῖς
πρεσβείαις, νόσων δεινῶν, πειρασμῶν με ὀδύνης, σοφὲ Στουδῖτα κινδύνων καὶ
θλίψεων, ἐκλύτρωσαι τὸν ψαλμικῶς, σὲ ὑμνοῦντα ἀπαύστως πανεύφημε,
Θεοτοκίον.
Ἱλάσθητι, τὸν ἀχρεῖον ἄνασσα, καὶ δυνάμει Σου ἐνίσχυσον
θείᾳ, ὅτι τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια· ἀεὶ
ὑμνοῦμέν Σε πιστῶς, προσκυνοῦντες τὸν ἄφραστον Τόκον Σου.
Διάσωσον, ὦ εὐκλεῆ Ἱεράρχα
παντὸς κινδύνου, τοὺς εὐλαβῶς ἑορτήν σου πανηγυρίζοντας, καὶ σὴν εἰκόνα
κατασπαζόμενους.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀντιλήπτωρ τῶν Χριστιανῶν
πέλεις Ἅγιε, καὶ μεσίτης πάντων πρὸς Χριστὸν ἀξιάγαστε· σὺ Στουδῖτα
πεπλανημένων ὤφθης φωτισμός· διὸ πρόφθασον Δαμασκηνέ, εἰς βοήθειαν ταχύ, τῶν
πιστῶς προσκαλούντων σε· ἴασαι ἀσθενοῦντας, καὶ ῥῦσαι τοὺς δαιμονῶντας, καὶ
τήνδε πόλιν ἐξελοῦ πάσης βλάβης παμμακάριστε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Στόμα δικαίου μελετήσει σοφίαν, χείλη δὲ
σοφῶν ἐπίστανται χάριτος.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου
ἀγαλλιάσονται.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. Ι΄, 9-16).
Εἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ
θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται,
καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ·
ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ
ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ
ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι
τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ
μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ
εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς
γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν
προβάτων. καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ
ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς
ποιμήν.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Μὴν οὖν ἀποῤῥίψης με,
σαρκὸς τὸν μεμολυσμένον, καὶ ψυχῆς τὸν ἄστατον, σὲ νῦν καταφεύγοντα ὁ
πανάθλιος· Ἅγιε σῶσόν με, λιταῖς πρὸς Κύριον, ὦ Στουδῖτα παναοίδιμε, ἴασιν
δώρησαι ἄμφω, καὶ κινδύνων ἐκλύτρωσαι, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν
συμφορῶν τοῦ βίου· ὅπως σὴν εἰκόνα, ἀσπάζομαι ἐν πίστει ποθητῶς, καὶ μεγαλύνω
σου ᾄσμασι, μνήμην τὴν ὑπέρλαμπρον.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σατᾶν ὁ καθαιρέτης τῶν αἰρέσεων θράση καὶ κακοδόξων
ὀφρύν, ὦ ἔνδοξε Στουδῖτα, κατάβαλε ταχέως, ἵνα χαίροντες μέλπομεν· ὁ τῶν
Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τιμὴν τῇ σῇ εἰκόνι ἀπονέμομεν πόθῳ τῶν Ὀρθοδόξων λαοί·
διὸ ταῖς σαῖς πρεσβείαις, ἐκλύτρωσαι κινδύνων, καὶ εὐκλείας ἀξίωσον, τῆς Βασιλείας
Θεοῦ, ἡμᾶς Πάτερ θεόφρον.
Ὁμοῦ μετ’ Ἀσωμάτων αὐλιζόμενος πόλῳ καὶ τῶν Ἁγίων
Χριστόν, ἱλέωσαι λιταῖς σου, κολάσεως ῥυσθῆναι, Ἱεράρχα τοὺς κράζοντας· ὁ τῶν
Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ναὸς ἡγιασμένος ἀπειρόγαμε πέλεις Σὺ ὡς κατεῖδε Μωσῆ, ἐν
μὲν Σινᾷ ὡς Βᾶτον, φλογὶ παραδοθεῖσαν, ἀλλὰ δ’ ἄφλεκτον μείνασαν· διὸ τὴν
φλόγαν παθῶν, ἡμῶν σβέσον Παρθένε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γῆθεν ἀπέστης, εἰρηνικῶς καὶ ὁσίως, ἐν Ναυπάκτῳ πάνσοφε
Στουδῖτα· ὅθεν τῶν πταισμάτων, εὐχαῖς σου δίδου λύσιν.
Ἐλέους θείου, καὶ δωρεῶν πάντας πλῆσον, καὶ Ναυπάκτου
πόλιν σὲ τιμῶσα, σὺν Θεσσαλονίκης, καὶ Λαγκαδᾶ τῇ γαίᾳ.
Ὦ πανοικτῖρμον, σῶσον λιταῖς Ἱεράρχου, τοὺς πιστῶς
ἀπαύστως σὲ ὑμνοῦντας, καὶ δοξολογοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ῥῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, καὶ Ἁγίων ἡ
ἁγιωτέρα, Κόρη Σὲ ὑμνοῦντας, καὶ σκέπε Σοὺς ἱκέτας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γαλήνιον δὸς βίον, φύλαττε μοι Σώτερ, τοῦ διδασκάλου
λιταῖς τὸν προσφέρονταν νῦν, τόνδε τὸν ὕμνον, καὶ πάντας διάσωσον.
Ἱκέτευε Σωτῆρα, ὅπως ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ
Στουδῖτα ἡμᾶς, τοὺς τὴν σὴν ἔνδοξον μνήμην πανηγυρίζοντας
Ὀρδὰς τῶν ἀλλοπίστων, Δαμασκηνὲ Πάτερ, ἡμᾶς τοὺς
ἐπαπειλοῦντας, ἐκδίωξον νῦν, καὶ ὑπερμάχει Ἑλλήνων, ἀεὶ τιμώντων σε.
Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, πέλεις ἐν τῷ πόλῳ· διὸ δυσώπει Υἱόν Σου
σωθῆναι ἡμᾶς, τοὺς ἀληθῆ Θεοτόκον, ὁμολογοῦντάς Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Γέγραπται ἐν θείᾳ βίβλῳ
Δαυΐδ, ὁρισμὸς ὁποῖος, τοῦ δικαίου ἀνδρὸς ἐστίν, ἐλεῶν ἀπαύστως, κατατρυφᾶν
Κυρίῳ, φῶς ἀρετῶν ἐκλάμπων, ἃ ἔσχες Ἅγιε.
Ἔλεος αἰτούμεθα Ἰησοῦ, σαῖς
λιταῖς θεόφρον, Ἱεράρχα Δαμασκηνέ, ἵνα Παραδείσου, τρυφῆς ἀξιωθῶμεν, καὶ
λάβωμεν πταισμάτων, τὴν θείαν ἄφεσιν.
Ὦ Θεσσαλονίκης γόνε σεπτέ,
τὸ κλέος Στουδίου, παλαιφάτου θείας Μονῆς, Λαγκαδᾶ ἡ δόξα, φρουρὲ τῶν
Ὀρθοδόξων, Ναυπάκτου ποιμενάρχα, θεοειδέστατε.
Ῥῦσαι τῶν παγίδων τοῦ
πονηροῦ, τοὺς ἀσπαζομένους, τὴν μορφήν σου τὴν ἱεράν, τῶν λειψάνων κόνιν, καὶ
σὴν μνήμην τελοῦντας, Δαμασκηνὲ τρισμάκαρ, Πάτερ θεόσοφε.
Ἱκεσίαις δέξαι πάντων ἡμῶν,
τῶν πιστῶς τιμώντων, σὴν πανένδοξον ἑορτήν, καὶ τὴν σὴν εἰκόνα, καταφιλούντων
πόθῳ, Δαμασκηνὲ Στουδῖτα, κῆρυξ τῆς πίστεως.
Ὄμματα καθάρισον τῆς ψυχῆς,
ὃ νεκρώσας ὄφιν, τὸν μισόκαλον, πτερνιστήν, καὶ λαοῖς κηρύξας, Χριστὸν
ἐσταυρωμένον, τὸν ἀληθῆ Σωτῆρα, Πάτερ θεόπνευστε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον
ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε
ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ
χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ
ξύλου.
Πέλεις, Λαγκαδᾶ λαοῦ
φρουρός, τῶν Χριστιανῶν ἀντιλήπτωρ, Δαμασκηνὲ ἱερέ, εὐσεβῶν διδάσκαλος, κλέος
Ναυπάκτου λαμπρόν, καταπλήττων σοῖς ῥήμασι, τοὺς πόθῳ δραμόντας, καὶ ἐπιστασίαν
σου, ἐπιζητούντων θερμῶς· ὅθεν δίδου πᾶσι τὰ κρείττω, σώζων ἐκ φθορᾶς
νοσημάτων, τοὺς τὴν θείαν μνήμην σου γεραίροντας.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.