Σάββατο 21 Νοεμβρίου 2020

ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΔ΄. ΟΣΙΟΣ ΚΟΠΡΙΣ ΑΚΟΛΟΥΘΙΑ

ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΔ΄

ΚΟΠΡΙΣ ΟΣΙΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.

 

Μετὰ τὸν Προοιμιακόν, εἰς το· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.

Ὁσίων Πατέρων τιμαλφές, Κόπρι σεμνολόγημα, Θεοδοσίου παμμάκαρος, Μάνδρας ὡράϊσμα, ὁ ἐν τῇ κοπρίᾳ, γεννηθεὶς καὶ Χάριτι, τῇ θείᾳ ἀναβὰς Πάτερ κλίμακα, ὄντως ἀπάγουσαν, ἀρετῶν πρὸς τελειότητα, στέφος νίκης, ἀμάραντον εἴληφας.

 

Ἐχθρῶν ἀποφεύγουσα σφαγήν, μήτηρ σου ἡ ἔγκυος, ἐπὶ κοπρίας σε ἔτεκε, Κόπρι πανθαύμαστε, ὃν Κοινοβιάρχης, θεῖος Θεοδόσιος, λαβὼν ὡς νεογνὸν αἶγα ἔνθεε, ξένως προσέταξε, σὲ θηλάζειν ἄχρις Ὅσιε, σῆς ἐν χρόνῳ, ἀπογαλακτίσεως.

 

Προσέταξας σοὶ ὑπηρετεῖν, ἄρκτον ὑποζύγιον, σὸν τραυματίσασαν Ὅσιε, Κόπρι τοῦ Πνεύματος, διαυγὲς δοχεῖον, καὶ ταμεῖον νήψεως, οὗ τὰς ἐπιθυμίας ὁ Κύριος, πάσας ὁ εὔσπλαγχνος, ἐνεπλήρου καὶ οὗ βήματα, ἀπαθείας, πρὸς τρίβους κατηύθυνε.

 

Οἰκείᾳ ἀνέδευσας χειρί, ὕδωρ ζέον Ὅσιε, ἐν μαγειρείῳ Σεμνείου σου, Κόπρι πανθαύμαστε, ξένως θείαν χάριν, μονασταῖς οἰκοῦσάν σοι, δεικνὺς τοῦ ἱεροῦ κοινοβίου σου, ὅπερ ἡγίασας, ὀχετοῖς σεπτῶν ἱδρώτων σου, καὶ δακρύων, ῥοαῖς παναοίδιμε.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τὸν κεχαριτωμένον Κοινοβιάρχου Θεοδοσίου Μονῆς ἔνοικον, Κόπριν τὸν ὁσιώτατον εὐφημήσωμεν γεγηθότες, ὡς θείου Πνεύματος ἐντευκτήριον οὕτω λέγοντες· Ὁ νυχθημέροις πόνοις καὶ συντόνοις καμάτοις, τὴν κλίμακα ἀνελθὼν τῆς θεώσεως, ἀξίωσον οὖν καὶ ἡμᾶς αὐτῆς ἀνελθεῖν τὰς βαθμίδας, καὶ σὺν σοὶ ἀπολαῦσαι τῆς ἐν πόλῳ ἀφθίτου ἀγαλλιάσεως.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαῖρε ὁ ἀσκητής, Κοινοβιάρχου Μάνδρας, Θεοδοσίου Κόπρι, ὃν θαύμασι παντοίοις, ὁ Κύριος ἐδόξασε.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαῖρε ὁ γεννηθείς, ἐπὶ σωροῦ κοπρίας, καὶ εὐωδίᾳ πόνων, ἀσκητικῶν σου Κόπρι, ἡδύνας τὴν ὑφήλιον.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαῖρε ᾧ εὐλαβῶς, ὑπείκων θῆρες Κόπρι, Ὁσίων κοσμιότης, ὁ ἔρημον φωτίσας, αὐγαῖς ἀτρύτων πόνων σου.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι ὁ Θεός, ἐκ τοῦ μὴ ὄντως πᾶσαν, παραγαγὼν τὴν κτίσιν, Τριὰς ὑπεραγία, σεπτὴ καὶ ὁμοούσιε.

 

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε ἡ χαρμονή, ἀζύγων Θεοτόκε, καὶ πάντων σε τιμώντων, καταφυγὴ καὶ σκέπη, εὐλογημένη Δέσποινα.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον,

Γεννηθεὶς ἐν κοπρίᾳ τῆς Μάνδρας ἔξωθι, Θεοδοσίου τοῦ θείου, καὶ θηλασθεὶς ὑπ’ αἰγός, ξένως Κόπρι Παρακλήτου ἐνδιαίτημα, ἄρκτον θελήματι τῷ σῷ, καθυπέταξας σοφῶς, καὶ ἔχθιστον σῇ ἀσκήσει, ὁ ἱλεούμενος Κτίστην, ἡμῖν ἀεί σε μακαρίζουσι.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια τοῦ Ὁσίου. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Ὁ ἐπαρθεὶς ἐκ κοπρίας, τῆς ματαιότητος, πρὸς εὐφροσύνους κήπους, ἀφθαρσίας συγχαίρει, Ἀγγέλοις καὶ Κυρίου κάλλους μορφῆς, ἀπολαύεις ὡς Ὅσιος, Θεοδοσίου οἰκήτωρ σεπτῆς Μάνδρας, Κόπρις Χάριτος τὸ σκήνωμα.

 

Θεοδοσίου Ὁσίου, Μονῆς τὸν ἔνοικον, ὅνπερ αὐτοῦ ἡ μήτηρ, ἐκφυγεῖν τῆς μανίας, δραμοῦσα μιαιφόνων εἰς τὸν σωρόν, τῆς κοπρίας ἀπέτεκεν, ὡς ἀσκουμένων Πατέρων ὑπογραμμόν, Κόπριν πάνσεπτον τιμήσωμεν.

 

Λαβὼν αὐτοῦ ἐν ἀγκάλαις, ὁ Θεοδόσιος, σὲ ὥσπερ βρέφος Κόπρι, ἀρτιγέννητον μάκαρ, σωροῦ ἐκ τῆς κοπρίας ὁ θαυμαστός, σὲ θηλάζειν προσέταξεν, αἶγα τῆς πίστεως γάλακτι τοῦ Χριστοῦ, τὸν τραφέντα Πάτερ Ὅσιε.

 

Εἰς ἀρετῆς ἐπαρθέντα, ἀνευφημήσωμεν, διὰ σεπτῶν σκαμμάτων, δυσαντίβλεπτον ὕψος, καὶ Πνεύματος Ἁγίου σκεῦος χρυσοῦν, ἐποφθέντα ὡς πρόβολον, διαγωγῆς ἰσαγγέλου καὶ προσευχῆς, ἀσιγήτου Κόπριν σκήνωμα.

 

Τὸν προϊδόντα τὸ τέλος, αὐτοῦ ἰσάγγελον, νῦν Θεοδοσιάτην, ἀσκητὴν θεῖον Κόπριν, νηστείᾳ ἀγρυπνίᾳ καὶ προσευχῇ, τὸν ἀνύσαντα δόλιχον, προσκαίρου βίου ἐρήμου ἐν τῇ Μονῇ, τοῦ Κοινοβιάρχου μέλψωμεν.

 

Μνήμην τὴν θείαν σου Κόπρι, πανηγυρίζοντες, τῶν φιλοσίων δῆμοι, ἀνυμνοῦμέν σου πόνους, ἀσκήσεως ἀρίστης ὑπομονῆς, ταπεινώσεως νήψεως, καὶ ἐγρηγόρσεως μάκαρ διηνεκοῦς, ἀρετῆς πρὸς ὁλοκλήρωσιν.

 

Δόξα. Ἦχος πλ. β΄.

Τὸν ταπεινόφρονα Θεοδοσιάτην κοινοβιάρχην μοναστήν, κτήνεσι συναγελαζόμενον ὡς τὸν Ἀδὰμ πρὸ τῆς πτώσεως, Κόπριν τὸν χαριτόβρυτον ἐγκωμιάσωμεν, ἐν εὐλαβείᾳ αὐτῷ κραυγάζοντες· Ὁ γεννηθεὶς ἐπὶ σωροῦ κοπρίας, καὶ γάλακτι αἰγὸς διατραφεὶς παραδόξως, εὔφρανον ἡμᾶς εὐχῶν σου εὐωδίᾳ, τοὺς παθῶν ὀσφραινομένους δυσσωδίαν χαμαιζήλων, καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς τῶν ὕμνοις τιμώντων σε.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. β΄, 1-11)

Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ᾿ ἐσχάτων σου. πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. πίστευσον αὐτῷ, καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ᾿ αὐτόν. οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν; διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. α΄, 1-10)

Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας. ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα, καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος α’.

Εὐφραίνεσθε ἐν Κυρίῳ φιλοσίων αἱ χορεῖαι, πανήγυριν λαμπρὰν ἄγουσαι ἐπὶ τῇ μνήμῃ, Κόπριος τοῦ Θεοδοσιάτου ἰσαγγέλου Ὁσίου, ἀναβάντος τὴν κλίμακα τῶν ἀρετῶν συντόνοις πόνοις, καὶ καταντήσαντος εἰς θέωσιν οὕτω λέγοντες· Ὁ ἀπὸ βρέφους ἑαυτὸν Θεῷ ἀφιερώσας, καὶ ὑπερόπτης ὀφθεὶς προσύλων, μὴ παύσῃ Αὐτοῦ δεόμενος, ὑπὲρ τῶν ἐκθύμως μακαριζόντων σε.

 

Ἦχος β΄.

Λαβών σε ἐν ἀγκάλαις ὡς βρέφος ἀρτιγέννητον, ὁ τῶν Κοινοβίων πρῶτος σεπτὸς Θεοδόσιος, ἀνήγαγεν ἐκ τῆς κοπρίας εἰς πόλου ἐπάλξεις, Θεῷ συναγάλλεσθαι Κόπρι πανόσιε· σὺν αὐτῷ οὖν αἰωνίως ἀγαλλόμενος, καὶ Ἀγγέλοις συγχορεύων, χάριν εἴληφας πρεσβεύειν, ὑπὲρ εἰρήνης τοῦ σύμπαντος κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος γ΄.

Θεῷ προσομιλῶν καθ’ ἑκάστην τῷ ἡγαπημένῳ σου· ἐν τῷ Σεμνείῳ τῶν ὑπερφυῶν ἀγώνων σου, Κόπρι μακάριε, ὑπερήρθης πάσης προσύλου σχέσεως, καὶ κατὰ μέθεξιν ἐθεώθης ἀοίδιμε. Ἔχων οὖν παῤῥησίαν πρὸς Κύριον, ὡς μέροψ ἰσάγγελος καὶ Ἄγγελος σαρκοφόρος, μὴ παύσῃ Αὐτὸν ἡμῖν ἱλεούμενος, τοῖς τιμῶσιν ἐν ὕμνοις τὴν ἀεισέβαστον μνήμην σου.

 

 

 

 

Ἦχος δ΄.

Ὡς καλῶς ἐπὶ γῆς τελέσας τὸν ἀγῶνα, βραβείων ἀφθίτων ἠξιώθης Κόπρι Ὅσιε, ἐν τῇ ἀλήκτῳ μακαριότητι. Ὡς οὖν μέτοχον θείας δόξης, σὲ ἀπολαύοντα ἀγαθῶν τῶν ἡτοιμασμένων, ἀπὸ καταβολῆς κόσμου, ἀξιοχρέως οἱ πιστοὶ μεγαλύνοντες, τὰς θεοπειθεῖς εὐχάς σου ἐξαιτούμεθα, πρὸς ἀρετῆς ὁλοκλήρωσιν καὶ βίον κρείττονα.

 

Δόξα. Ὁ αὐτός.

Ὁ Θεῷ εὐηρεστήσας συντόνοις ἀσκητικοῖς σου καμάτοις, καὶ δεξάμενος οὐρανόθεν πλουσίαν τὴν χάριν τοῦ Πνεύματος, ἰσάγγελε Θεοδοσιᾶτα Κόπρι παναοίδιμε, ἀξίως θεόθεν δεδόξασαι· ὅθεν πάντες τὴν μνήμην σου ἑορτάζοντες, καὶ ὡς σημειοφόρον Πατέρα μεγαλύνοντες, τὰς ἀδιαλείπτους σου πρὸς Κύριον λιτὰς αἰτούμεθα, τὸν παρέχοντα πᾶσι τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, τῶν ἀσκητῶν καλλονή, ἐρημιτῶν Πατέρων ἔμπνουν θησαύρισμα, σεπτὲ Θεοδοσιᾶτα, ἐπὶ κοπρίας σωροῦ, ὃν διωκομένη, σὲ ἀπέτεκεν, ἡ ἔγκυος μήτηρ σου, Κόπρι θεοφορούμενε, καὶ ὃν ἐν κόλποις, ὁ θεόφρων παρέλαβε, Θεοδόσιος, βρέφος ὡς ἀρτιγέννητον· ὅθεν τὴν θείαν μνήμην σου, τιμῶντες γηθόμενοι, τῶν φιλοσίων οἱ δῆμοι, σὲ ἀκλινῶς μακαρίζομεν, ὡς ὄλβον νηστείας, ταπεινώσεως ἀφάτου, καὶ ἐγρηγόρσεως.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις, Θεοδοσίου Μονῆς, Κοινοβιάρχου πολυτίμητον κόσμημα, ἀγώνων ὁσίων κλέος, τῆς ἀρετῆς λαμπηδών, ταπεινοφροσύνης, τὸ κειμήλιον, εἰκὼν ἀγαθότητος, ἐγκρατείας ἐκτύπωμα, εὐῶδες ἴον, τῆς Χριστοῦ ἀγαπήσεως, Κόπρι πάντιμε, καὶ χρηστότητος πρόβολε, βίον ὁ ὡς ἰσάγγελος, ἀνύσας τὸν βρότειον, καὶ καταντήσας εἰς δόμους, τῶν οὐρανῶν συναγάλλεσθαι, Ἀγγέλων χορείαις, καὶ Κυρίου ἀπολαύων, τῆς ὡραιότητος.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις, ὁ ἀναδεύσας χειρί, τῇ σῇ οἰκείᾳ ζέον ὕδωρ ἐν λέβητι, Μονῆς σου τοῦ μαγειρείου, καὶ ἀβλαβὴς ἀσκητά, παραμείνας ξένως, Κόπρι Ὅσιε, ὁ ἄρκτον ἐν ἔργοις σου, βοηθὸν ἔχων ἄγρυπνον, ἀντὶ παμμάκαρ, Πάτερ ὑποζυγίου σου, ὅνπερ ἔδακεν, εἰς μηρὸν αὕτη κράζοντες, χάριν τὴν σὴν αἰτούμεθα, καὶ θείας πρεσβείας σου, πρὸς τὸν σεπτὸν Ἀθλοθέτην, καὶ στεφοδότην Θεάνθρωπον, τὸν πᾶσι θεόθεν, καταπέμποντα ἀνθρώποις, τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. δ΄.

Διωκομένη ἡ ἔγκυος μήτηρ σου, ἐπὶ κοπρίας ἀπέτεκέ σε ἔξω τῆς Μονῆς Ὁσίου Θεοδοσίου, ἐξ ἧς καὶ τὴν κλῆσίν σου ἔλαβες Κόπρι ἀξιάγαστε· ὅθεν καὶ χάριν εἴληφας ἡμᾶς τοὺς ὑπ’ ἐχθρῶν ἀοράτων διωκομένων, ἐγείρειν ἐκ τῆς κοπρίας τῶν παθῶν καὶ τῶν θλίψεων, πρὸς ἐπάλξεις ἀπαθείας θειότατε, τοὺς ἐν πίστει τελοῦντας τὴν πανσεβάσμιον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον,

Γεννηθεὶς ἐν κοπρίᾳ τῆς Μάνδρας ἔξωθι, Θεοδοσίου τοῦ θείου, καὶ θηλασθεὶς ὑπ’ αἰγός, ξένως Κόπρι Παρακλήτου ἐνδιαίτημα, ἄρκτον θελήματι τῷ σῷ, καθυπέταξας σοφῶς, καὶ ἔχθιστον σῇ ἀσκήσει, ὁ ἱλεούμενος Κτίστην, ἡμῖν ἀεί σε μακαρίζουσι.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΟΡΘΡῼ.

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Ὁσίων καλλονή, καὶ ἀζύγων λαμπρότης, ὁ χάριν δαψιλῶς, εἰληφὼς Παρακλήτου, πυξίον σεμνότητος, ἀκρεμὼν ταπεινώσεως, ἀγαθότητος, καὶ ἀπαθείας φαιδρότης, Κόπρι πάνσοφε, Θεοδοσίου Ὁσίου, Μονῆς χαῖρε καύχημα.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Οἰκέτας Σου σεμνούς, ἀπειράστους συντήρει, παθῶν Μῆτερ Θεοῦ, Παναγία Παρθένε, τοὺς Σὲ μακαρίζοντας, παρθενίας ὡς σκήνωμα, καὶ ὡράϊσμα, διαγωγῆς ἰσαγγέλου, παντευλόγητε, ἁγνείας πάμφωτε στῦλε, καὶ λύχνε χρηστότητος.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἐν τῇ Μάνδρᾳ Ὅσιε, Θεοδοσίου, τοῦ κλεινοῦ ἐβλάστησας, καρπὸν πολύχουν ἀρετῶν, καὶ ἠξιώθης θαυμάσια, δυνάμει θείᾳ, τελεῖν Κόπρι ἔνδοξε.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Πάντων τῶν ἐν θλίψεσι, παραμυθία, Παναγία Δέσποινα, καταφυγὴ Χριστιανῶν, ἐν πειρασμοῖς καὶ στενώσεσι, ῥύου κινδύνων, τοὺς Σὲ μακαρίζοντας.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.

Ἐν ὁσιότητι, καὶ ταπεινότητι, πολιτευσάμενον, ἐκθύμως μέλψωμεν, Θεοδοσίου τῆς Μονῆς τὸν ἔνοικον τὸν θεόπνουν, ὡς Πατέρων σέμνωμα, τῆς ἐρήμου περίδοξον, καὶ θαυμάτων χείμαῤῥον οἱ πιστοὶ πολυχεύμονα, ψυχῆς ἐν κατανύξει βοῶντες· Χαῖρε πνευματοφόρε Κόπρι.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς Χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Εἶτα, οἱ ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον, Ὁσιακόν (Λουκᾶ, στ΄ 17-23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ… (Ζήτει τῇ Παρασκευῇ τῆς Β’ Ἑβδομάδος)

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Τὸν ὑπὸ τοῦ Ὁσίου Θεοδοσίου κηδεμονευόμενον, καὶ αὐτοῦ τῶν κατορθωμάτων ἰσοστάσιον ὀφθέντα, Κόπριν τὸν ἀοίδιμον εὐφημήσωμεν, ὡς Ὁσίων Πατέρων καλλώπισμα, ἐν εὐλαβείᾳ κραυγάζοντες· Ὁ γάλακτι αἰγὸς διατραφεὶς καὶ πανσόφως ἀσκήσας, θρέψον ἡμᾶς γάλακτι θερμῶν πρὸς Κύριον δεήσεών σου, καὶ οὐρανῶν πολίτας δεῖξον τοὺς σὲ μακαρίζοντας.

 

 

 

 

 

 

 

 

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Κόπριος αἶνος, ἀσκητοῦ Θεοδοσιάτου. Χ. Μ.

ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.

Κοπρίας ἐπώνυμον, ἐγκωμιάσωμεν Ὅσιον, σεμνὸν ἐνδιαίτημα, Θεοδοσίου Μονῆς, Κόπριν πάμφωτον, τῆς ἀρετῆς φωστῆρα, αὐγαῖς θείας Χάριτος, κόσμον φωτίσαντα.

σίων ἐγκαύχημα, τῶν ἀσκητῶν Κόπρι σέμνωμα, ὃν γάλακτι ἔθρεψεν, ὡς βρέφος αἲξ θαυμαστῶς, ὑπακούουσα, Θεοδοσίου λόγοις, ἀσκήσεως ἤνυσας, τρίβον τὴν σώζουσαν.

Πανεύφημε Ὅσιε, διωκομένη ἡ μήτηρ σου, ἡ ἔγκυος ἔτεκεν, ἐπὶ κοπρίας σωροῦ, σὲ τὸν πάμφωτον, Μονῆς Θεοδοσίου, φωστῆρα ἀσκήσεσι, Κόπρι τὸν λάμψαντα.

Θεοτοκίον.

εόντων ὑπέρτερον, τὸν Σὸν οἰκέτην ἀνάδειξον, ἁγνὴ ἀειπάρθενε, Θεογεννῆτορ σεμνή, τὸν τὰ ἄῤῥευστα, ζηλοῦντα μητρικαῖς Σου, εὐχαῖς πρὸς τὸν εὔσπλαγχνον, Τόκον Σου Δέσποινα.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

σχὺν δεδεγμένος οὐρανόθεν, ἐπάτησας φρόνημα σαρκός, καὶ πνεῦμά σου ἐζώωσας, πνευματοφόρε Ὅσιε, Θεοδοσίου κλέϊσμα, Σεμνείου Κόπρι παμμάκαρος.

πρῶτος τῶν κοινοβίων Κόπρι, ὡς βρέφος λαβὼν ἀρτιγενές, ἐκ τῆς κοπρίας Ὅσιε, σὲ ἐν στοργῇ ἀνέθρεψε, καὶ ξένως αἶγα γάλακτι, αὐτῆς θηλάζειν σε προὔτεψε.

Εὐτόνοις καμάτοις σου τὸ σκάμμα, διήνυσας τὸ ἀσκητικόν, ὑπείκων τοῖς προστάγμασι, τοῦ σοῦ Ὁσίου Γέροντος, Θεοδοσίου ἔμφρονος, τῶν ἀρετῶν Κόπρι σκήνωμα.

Θεοτοκίον.

πείρανδρε κεχαριτωμένη, ἁπάντων πιστῶν καταφυγή, βοήθει τοῖς ὑμνοῦσί Σε, δειναῖς ἐν περιστάσεσι, καὶ ῥύου βίου θλίψεων, τοὺς Σὲ λαμπρῶς μακαρίζοντας.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Ξένον θέαμα, θεόφρον Κόπρι, εἶδον ἅπαντες, οἱ ἐν τῇ Μάνδρᾳ, τοῦ σεπτοῦ Θεοδοσίου μονάζοντες· σὺ γὰρ θηρὸς τὰς ὀρμὰς καθυπέταξας, τῇ σῇ προστάξει καὶ Πνεύματος χάριτι· ὅθεν ᾄδοντες θαυμάτων σοφὲ τὸ πλῆθός σου, τὰς σὰς πρὸς τὸν Χριστὸν λιτὰς αἰτούμεθα.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Ῥόδον εὔοσμον, Θεοκυῆτορ, κλῆμα εὔκαρπον, τὸν θεῖον βότρυν, Ἰησοῦν ἀνθῆσαν ὕμνοις τιμῶμέν σε, καὶ γῆ πανύμνητε πίειρα ἄσταχυν, πολύχουν Λόγον Ὑψίστου βλαστήσασα, κόσμῳ Δέσποινᾳ τῷ πίστει Σε μακαρίζοντι, εὐτάκτοις μελῳδήμασιν ἑκάστοτε.

 

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.

λεούμενος μὴ παύσῃ, τὸν Σωτῆρα καὶ Κύριον, πᾶσί σε τιμῶσιν, ὡς τῶν μονοτρόπων ὑπόδειγμα, καὶ θεοφόρων ἀζύγων Κόπρι καύχημα, νῦν συγχαίροντα, ἀΰλων Νόων ταῖς τάξεσι.

Νικηφόρως τὸν ἀγῶνα, Κόπρι μάκαρ ἐτέλεσας, τὸν ἀσκητικόν σου, Θεοδοσιᾶτα πανύμνητε, καὶ στεφηφόρος ἀπῆλθες συνευφραίνεσθαι, τῷ Κυρίῳ σου, εἰς τὸν αἰῶνα τὸν ἅπαντα.

Οἰκιστὰ Θεοδοσίου, τοῦ Σεμνείου ἰσάγγελε, ὁ προστάξας ἄρκτον, σοὶ ὑπηρετεῖν τραυματίσασαν, σὸν ὑποζύγιον Κόπρι χαριτόβρυτε, κατηξίωσαι, τῆς οὐρανίου λαμπρότητος.

Θεοτοκίον.

Σὲ λαμπρῶς ἀνευφημοῦμεν, Θεοτόκε ἑκάστοτε, δῆμοι Χριστωνύμων, Κόπριος ὑμνούντων τὰ σκάμματα, καὶ δοξαζόντων Σὸν Τόκον τὸν πανάγιον, ὕμνοις πρέπουσι, καὶ μελιχροῖς μελῳδήμασι.

 

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

σκήσας ὡς ἄσαρκος, ἐν κοινοβίῳ Ὅσιε, Κόπρι τοῦ σεπτοῦ Θεοδοσίου, ὤφθης ἐρήμου, τῶν μοναστῶν καλλονή, καὶ γέρας Πατέρων θεαυγῶν, ἀρετῆς πυρσεύμασι, τῶν λαμπόντων ἐν πέρασι.

Σωρὸς ὤφθη λίκνον σου, κοπρίας Κόπρι ἔνθεε, ἔξω τῆς Μονῆς Θεοδοσίου, Κοινοβιάρχου, ἐν ᾧ σφαγὴν ἀπηνῆ, ἐκφεύγουσα μήτηρ σου σεμνή, τῶν ἐχθρῶν σε ἔτεκεν, ἀσκητὰ ἐνθεώτατε.

Κοσμῆτορ ἀσκήσεως, συντόνου Κόπρι πάνσεπτε, βίον σου ἠνάλωσας τὸν θεῖον, ἐν τῷ Σεμνείῳ, Θεοδοσίου σοφοῦ, πρὸς κτῆσιν παντοίων ἀρετῶν, ἀσκητὰ ἰσάγγελε, τῆς ἐρήμου καὶ θέωσιν.

Θεοτοκίον.

μῖν παντευλόγητε, βοήθει τοῖς προσφεύγουσι, χάριτι τῇ θείᾳ Σου Παρθένε, καὶ μελῳδοῦσι, Σὴν ταχινὴν ἀρωγήν, ἣν δείκνυς Σοῖς δούλοις ἀγαθή, Θεοκῦμον ἄχραντε, χοϊκῶν καταφύγιον.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.

Ταμεῖον Κόπρι σεμνότητος, ὑπείκων τοῦ σοῦ Γέροντος ῥήμασιν, ὥσπερ ἰσάγγελος, ἐν ταπεινώσει διήνυσας, τὰ σκάμματα ἀγώνων, τῶν νυχθημέρων σου.

σίων Κόπρι θησαύρισμα, ἀσκήσεώς σου τρίβωνα ἔδειξας, τὸν εὐστελέστατον, μαργάροις θείων ἀγώνων σου, χιτῶνα ἀφθαρσίας, πολυτιμότατον.

μνοῦντες πόνους ἀρτύτους σου, πρὸς κτῆσιν ἀρετῆς μεγαλύνομεν, Κόπρι ἀγῶνάς σου, οὕσπερ γιγνώσκει ὁ Κύριος, ταπείνωσιν ἀρίστην, καὶ νῆψιν Ὅσιε.

Θεοτοκίον.

Θεογεννῆτορ πανύμνητε, πηγὴ Φωτὸς ἀδύτου διάλυσον, τάχος σκοτόμαιναν, ταῖς ἀστραπαῖς Σῶν δεήσεων, ἡμῶν χαμαιζηλίας, μεγαλυνόντων Σε.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Ὃν Θεοδόσιος ὁ Ὅσιος ἀνέλαβεν, ἐκ τῆς κοπρίας τοῦ σωροῦ ὡς ἀρτιγέννητον, βρέφος καὶ αὐτοῦ ὀτρύνσει ὃν παραδόξως, αἲξ ἐθήλασεν ὑμνήσωμεν ὡς σέμνωμα, κοινοβιατῶν λαβόντων χάριν Πνεύματος, θείου κράζοντες· Χαίροις Κόπρι πανόσιε.

Ὁ Οἶκος.

Ἄγγελοι καθορῶντες, σῆς ἀσκήσεως τρόπους, ἐξέστησαν θειότατε Κόπρι, κοινοβίου Μονῆς οἰκιστά, τοῦ Θεοδοσίου ἀρετῶν κλίμακα, ἐν ᾗ ἀνῆλθες Ὅσιε, πρὸς ὃν πανευλαβῶς βοῶμεν·

Χαῖρε, σεμνὸς Θεοδοσιάτης·

χαῖρε, ὁ θεῖος κοινοβιάτης.

Χαῖρε, ὁ ἀσκήσας ὡς μέροψ ἰσάγγελος·

χαῖρε, ὁ ἐκλάμψας ὡς φῶς ταπεινώσεως.

Χαῖρε, ὅτι ἄρκτον ἔσχηκας ἐν τῷ βίῳ βοηθόν·

χαῖρε, ὅτι πάντων ηὔφρανας ὥσπερ λείριον τερπνόν.

Χαῖρε, Θεοδοσίου τοῦ Σεμνείου οἰκήτωρ·

χαῖρε, ἀνακτορίου ἀρετῶν ὁ δομήτωρ.

Χαῖρε, θαυμάτων ξένων τὸ πέλαγος·

χαῖρε, ἀγώνων θείων ὁ πρόβολος.

Χαῖρε, Ὁσίων Πατέρων ἀκρότης·

χαῖρε, ἐνθέων ἀζύγων λαμπρότης.

Χαίροις, Κόπρι πανόσιε.

 

Συναξάριον.

Τῇ ΚΔ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Κόπρι.

Οὐκ ἦν ὁ Κόπρις κόπρις, ἀλλ' ἄλλος βότρυς,

καλὸν κυπρισμὸν προσφέρων τῷ Κυρίῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θέκλης.

Αὐτός σε σῴζει Θέκλα ῥήξας τὴν πέτραν,

οὗ τῷ πάθει πρὶν ἐῤῥάγησαν αἱ πέτραι.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Περσίδος.

Μικρὸν θαλαττεύουσα Πέρσα, πρὸς χρόνον,

μέγαν πρὸς ὅρμον οὐρανοῦ προσωρμήσω.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νικάνδρου τοῦ ἐρημίτου, τοῦ ἐν Ποσκοβίᾳ, τοῦ θαυματουργοῦ τοῦ Ῥώσσου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Στεφάνου βασιλέως τῶν Σέρβων.

 

 

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Σιλουανοῦ, τοῦ Ἀθωνίτου.

Χριστόν, Ὃν εἶδες Σιλουανέ, πρὶν βίῳ

Αὐτὸν νῦν βλέπεις, ἀλλ’ οὐχὶ ἐν ἐσόπτρῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Δωροθέας τοῦ Κασίν, τῆς Ῥωσσίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Χαραλάμπους ἐκ Κύπρου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς ἐν Μυρτιδίοις τῶν Κυθήρων εὑρέσεως τῆς Εἰκόνος τῆς Παναγίας ἐξ οὗ καὶ Μυρτιδιωτίσσης.

Πόθῳ καὶ χαρᾷ ὁ λαὸς Κυθηραίων,

τὴν τῆς νήσου ἄγρυπνον ὑμνεῖ Προστάτιν.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Εὐωδέστατον, τῆς ἐρημίας κύμινον, Κόπρι πανεύφημε, Θεοδοσίου Μονῆς, Ὁσίου λευκάνθεμον, καὶ ἴον νήψεως, τὰ συστήματα, τῶν μοναστῶν καθήδυνας, ταῖς ὀδμαῖς ἀσκήσεως σου.

σιότητος, βραβεῖον Κόπρι ἔλαβες, παρὰ τοῦ Κτίσαντος, τοῦ δείξαντός σε κρουνόν, θαυμάτων πολύῤῥυτον, καὶ δόξης μέτοχον, τῆς ἐν δώμασι, τῶν οὐρανῶν ὡς ἔκτυπον, ἰσαγγέλου πολιτείας.

Δεῦτε μέλψωμεν, Θεοδοσίου ἔνοικον, Μονῆς θειότατον, ὃν ἐκ κοπρίας σωροῦ, ἐν κόλποις παρέλαβεν, αὐτὸς καὶ ἔθρεψε, διὰ γάλακτος, αἰγὸς ἥνπερ προσέταξε, τοῦτον τρέφειν, Κόπριν θεῖον.

Θεοτοκίον.

Οὐ παυόμεθα, ἡμεῖς Σε μακαρίζοντες, Θεογεννήτρια, τὴν προστασίαν πιστῶν, ἑτοίμην βοήθειαν, τῶν ἐν τοῖς κλύδωσι, καὶ ἀντίληψιν, τὴν κραταιὰν καὶ στήριγμα, κλονουμένων ἐν τῷ βίῳ.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Σὲ ἀνευφημοῦμεν Πάτερ Κόπρι, τὸν ἔγκλειστον ἀπὸ βρέφους παραμείναντα, ἐν Μονῇ ἀγώνων σου, νυχθημέρων Ὅσιε, Κοινοβιάρχου ἔμφρονος, ἥνπερ ἡγίασας, σοῖς ῥείθροις ἀείῤῥυτων δακρύων, καὶ ῥοαῖς ἱδρώτων, τῶν νυχθημέρων μάκαρ.

σχυσας ὠλένην σου βυθίσαι, πρὸς ὕδατος Κόπρι ζέοντος ἀνάδευσιν, ἐν Μονῇ σου λέβητι, ἔχων διακόνημα, μαγείρου καὶ τὴν χάριν σοι, οἰκοῦσαν ἅπασι, συνασκηταῖς σου δεῖξαι τρισμάκαρ, ἀρετῆς ταμεῖον, καὶ προσευχῆς πυξίον.

νωθεν Θεὸς ἐδόξασέ σε, Αὐτοῦ ἐν Ὁσίοις ὁ ἐνδοξαζόμενος, Κόπρι ὑπερθαύμασε, Μάνδρας ἐγκαλλώπισμα, Κοινοβιάρχου πάνσεπτον, καὶ καταγώγιον, παντοίων ἀρετῶν θεοφόρε, ὁ εὐκλείας θείας, ἐν πόλῳ ἀπολαύων.

Θεοτοκίον.

Τείχισον ἡμᾶς Σῇ προστασίᾳ, καὶ σκέπασον ἐν τῇ σκέπῃ ἀντιλήψεως, θείας Σου Μητρόθεε, Παναγία Δέσποινα, ἡ ἐν κινδύνοις δούλους Σου, περιτειχίζουσα, καὶ σκέπουσα ἐν βίου ἀνάγκαις, καὶ ἐν περιστάσει, τοὺς μεγαλύνοντάς Σε.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

σιε Χριστοῦ, τὴν μνήμην σου σέβομεν, τὴν πανσεβάσμιον, Κόπρι χαριτόβρυτε, καὶ ἀνυμνοῦμεν, σὰ κατορθώματα, πρὸς ἀρετῶν τελείωσιν, σεπτὲ καὶ θέωσιν, μονοτρόπων, τιμαλφὲς διάδημα, καὶ σεμνῶν ἀσκητῶν σεμνολόγημα.

μνων μελιχρῶν, τοῖς μύροις σε ῥαίνομεν, Κόπρι πανθαύμαστε, τὸν τῆς ταπεινώσεως, σκληραγωγίας, γονάτων κλίσεως, νηστείας τε καὶ νήψεως, φωστῆρα πάμφωτον, κοινοβίου, τὸν ἐξανατείλαντα, Μάνδρας Θεοδοσίου τοῦ σώφρονος.

Χαῖρε ἀσκητῶν, ὁσίων διάκοσμε, φανὲ λαμπρότατε, ἀρετῶν καὶ σκήνωμα, σκληραγωγίας, καὶ ταπεινώσεως, καὶ ὕψος ἀναβάσεων, ἄῤῥητον πνεύματος, τοῦ σεπτοῦ σου, Κόπρι θεοτίμητε, πρὸς σκηνὰς ἀϊδίου λαμπρότητος.

Θεοτοκίον.

Μέμνησο ἡμῶν, ἑκάστοτε Δέσποινα, μακαριζόντων Σε, καὶ τιμώντων Κόπριος, τοῦ θεσπεσίου, τὰ κατορθώματα, ἃ ἔτλη πρὸς τελείωσιν, οὗτος Μητρόθεε, ἡ ἀπαύστως, δεομένη Τόκου Σου, εὐϊλάτου Υἱοῦ τοῦ παντάνακτος.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Θεοδοσίου κλέϊσμα, Σεμνείου πολυτίμητον, ὁ ἐν αὐτῷ ἀπὸ βρέφους, ἀρτιγεννοῦς τὸν σὸν βίον, ἀνύσας Κόπρι Ὅσιε, καὶ ἀνελθὼν τὴν κλίμακα, τῶν ἀρετῶν ἠξίωσαι, εὐκλείας τῆς ἐν τῷ πόλῳ, Ἀγγέλων δήμοις συγχαίρειν.

Θεοτοκίον.

Χριστιανῶν προσφύγιον, ἐν συμφοραῖς καὶ θλίψεσι, καὶ πειρασμοῖς καὶ ἀνάγκαις, Θεογεννῆτορ Παρθένε, ἐπάκουσον δεήσεων, ἡμῶν μακαριζόντων Σε, καὶ πέμψον πᾶσιν ἔλεος, καὶ οἰκτιρμοὺς τοῦ Υἱοῦ Σου, Λόγου Θεοῦ εὐϊλάτου.

 

 

 

 

 

 

 

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ, ἀσκουμένων ἔκτυπον, ὁ ταπεινώσει εὐχῇ, ἐγρηγόρσει γονάτων σου, κλίσεσι καὶ δάκρυσι, διαλάμψας ὡς πάμφωτος, ἀστὴρ ἐν Μάνδρᾳ, Κόπρι θειότατε, Θεοδοσίου, τοῦ οὐρανόφρονος, ηὔγασας ἅπαντας, τοὺς συνασκουμένους σοι ὡς ἀληθῶς, ἀγωγῆς ἀμέμπτου σου, φαιδροῖς πυρσεύμασι.

 

Χαῖρε, Κόπρι ἀξιάγαστε, ἐπὶ κοπρίας σωροῦ, ὃν ἡ ἔγκυος μήτηρ σου, φεύγουσα τὴν μάχαιραν, τῶν ἀπίστων ἀπέτεκε, καὶ παραδόξως, ὃν αἲξ ἐθήλασε, Θεοδοσίου, προστάξει Ὅσιε, κοινοβιάζοντος, σὺν ἀζύγων τάγμασιν ἐν τῇ Μονῇ, ἣν αὐτὸς ἐδόμησεν, ὁ πανσεβάσμιος.

 

Χαίροις, ἀσκητὰ φιλάρετε, Θεοδοσίου Μονῆς, τοῦ Ὁσίου ὁ ἔνοικος, ἄρκτος ᾧ ὑπείκουσεν, ἡ αὐτοῦ τραυματίσασα, ὑποζυγίου, μηρὸν πανόσιε, καὶ ἀντ’ ἐκείνου, ὑπηρετήσασα, σοὶ Κόπρι ἔνθεε, ὁ πολιτευσάμενος ὡς ὁ Ἀδάμ, ἐν Ἐδὲμ πρὸ πτώσεως, Πάτερ παγκόσμιε.

 

Μνήμην, τὴν σεπτήν σου ἄγοντες, Κόπρι Ὁσίων φαεινέ, μονοτρόπων οἱ σύλλογοι, καὶ πιστῶν ὁμήγυρις, εὐλαβῶς μεγαλύνομεν, ἀσκήσεώς σου, συντόνου σκάμματα, Θεοδοσίου, τοῦ οὐρανόφρονος, ἐν Μάνδρᾳ πάνσοφε, Παρακλήτου σκήνωμα ὑπακοῆς, ὁ καὶ ταπεινώσεως, λάμψας πυρσεύμασι.

 

Δόξα. Ἦχος πλ. α΄.

Ἐν ταπεινώσει ἄκρᾳ τὸν βίον διάγων, πρὸς ὕψη ἀρετῆς ἐπήρθης Κόπρι πανθαύμαστε, καὶ ἀγγελικῆς ἠξιώθης εὐκλείας ἐν πόλῳ δόξης· ὡς οὖν κληρονόμος τῶν ἡτοιμασμένων ἀγαθῶν γενόμενος, εὐωδίᾳ τῶν σῶν πρὸς Κύριον δεήσεων, εὐφραίνεις τοὺς ἐν ὕμνοις τιμῶντάς σε, καὶ ἑορτάζοντας πόθῳ τὴν ἁγίαν μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Ἐν σωρῷ κοπρίας ὁ γεννηθείς, Κόπρι θεοφόρε, ῥόδον ἤνθησας εὐανθές, ἀρετῶν· διόπερ, καὶ ἠξιώθης ἄρκτον, τῷ σῷ καθυποτάξαι, μάκαρ θελήματι.