+ ΙΟΥΛΙΟΣ ΙΖ΄.
ΜΑΡΙΝΑ ΜΑΡΤΥΣ
+ ΙΟΥΛΙΟΣ ΙΖ΄.
ΜΑΡΙΝΑ ΜΑΡΤΥΣ
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ὥσπερ ἄνθος νοητόν, ῥίζης ἐκ δυσώδους ἐφύης, Μαρίνα πάνσεμνε, τότε τὴν οὐράνιον ὀσμὴν διέπνευσας, τῆς Χριστοῦ ἀγαθότητος, τούτου δεξαμένη, πίστιν τὴν σωτήριον, ψυχῆς θερμότητι· ὅθεν, καὶ αὐτῷ νυμφευθεῖσα, ἤθλησας στεῤῥῶς καὶ τῆς πλάνης, ᾔσχυνας τὸ κράτος καλλιπάρθενε.
Ὅτε, τῶν ἐν κόσμῳ ἀγαθῶν, πᾶσαν ὑπερεῖδες τὴν σχέσιν, τῇ ἀγαπήσει Χριστοῦ, τότε ἔξω γέγονας, σαρκὸς καὶ αἵματος, καὶ ὡς ἄσαρκος ἤνεγκας, σαρκὸς τὰς ὀδύνας, καὶ τοῖς πᾶσιν ἔδειξας, Χριστοῦ τὴν δύναμιν· ὅθεν, ὡς παρθένος καὶ Μάρτυς, θείων δωρεῶν καὶ χαρίτων, ἔνδοξε Μαρίνα κατηξίωσαι.
Ὅτε, τὸν ἀνίσχυρον ἐχθρόν, ᾔσχυνας σαρκὸς ἀσθενείᾳ, ἐν τῇ δυνάμει Χριστοῦ, τότε τῇ ἐνστάσει σου τῶν διωκτῶν τὰς ὀρμάς, κατεπάτησας πάνσεμνε, καὶ τῆς ἀθανάτου, δόξης ὤφθης μέτοχος, ὡς καλλιπάρθενος· ὅθεν, τῶ ἀφθάρτῳ νυμφῶνι, ἤδη συγχορεύουσα Μάρτυς, τῶν πταισμάτων αἴτει ἡμῖν ἄφεσιν.
Ὅτε, καὶ σιδήρου καὶ πυρός, ὤφθης στεῤῥοτέρα Μαρίνα, πίστεως χάριτι, τότε τοῖς σοῖς θαύμασι πολλοὺς προσήγαγες, σεσῳσμένους τῷ Κτίστῇ σου, λιπόντας τὴν πλάνην, ὥσπερ θεῖα θύματα, οἰκείοις αἵμασιν· ὅθεν, σὺν αὐτοῖς ἐκδυσώπει, ἴασιν ψυχῶν καὶ σωμάτων, δίδοσθαι ἡμῖν τοῖς σὲ γεραίρουσι.
Δόξα. Ἦχος α΄.
Τὴν πατρικὴν λιποῦσα ἀπάτην, τῷ Χριστῷ θερμῶς προσέδραμες, τῆς ἐν αὐτῷ ζωῆς τὴν ἔλλειψιν, δεξαμένη καλλιπάρθενε· καὶ τὴν οἰκείαν ἀποῤῥίψασα ἀσθένειαν, ἀθλητικῶς ἠνδραγάθησας, στεῤῥοτάτῃ ψυχῇ. Καὶ νῦν, τῆς δόξης τοῦ Νυμφίου σου, ἀμέσως ἀπολαύουσα, ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε, Μαρίνα παμμακάριστε.
Καὶ νῦν. Θεοτοκίον.
Ἀμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων Σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Εἰς ταὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἔρωτι τοῦ Χριστοῦ, Μαρίνα ὡς ἐτρώθης, τῶν γεηρῶν ἁπάντων, ἀπέστης καὶ ἀθλήσει, ὡς ἄσαρκος ἠρίστευσας.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Ἤνεγκας τοὺς ξεσμούς, καὶ τοῦ πυρὸς τὴν ῥύμην, Μαρίνα ἀνενδότως, καὶ ἔφλεξας τῆς πλάνης, τὴν ἄκανθαν τοῖς ἄθλοις σου.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Χαίροις νύμφη Χριστοῦ, Μαρίνα Ἀθληφόρε, τῶν Παρθενομαρτύρων, ὡράϊσμα καὶ κλέος, καὶ εὐσεβῶν προσφύγιον.
Δόξα. Τριαδικόν.
Δόξῃ τῇ μυστικῇ, Τριάδος τῆς Ἁγίας, Μαρίνα λαμπομένη, τὸν ζόφον τῶν εἰδώλων, ἀθλητικῶς διέλυσας.
Καὶ νῦν. Θεοτοκίον.
Νύμφη περικαλλής, τοῦ Σοῦ Υἱοῦ ἐδείχθη, Μαρίνα ἡ παρθένος, Παρθένε Θεοτόκε, ἀθλήσει διαλάμψασα.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀνδρείαν καὶ φρόνησιν σὺ κεκτημένη σεμνή, ἀνδρείως κατεπάτησας ὄφιν ἀρχέκακον, Μαρίνα πανεύφημε, ἤσχυνας Ὀλυμβρίου, τὰς πικρᾶς τιμωρίας, εὔφρανας Ἀσωμάτων, τὰς χορείας ἀθλοῦσα· διὸ ἀπαύστως πρέσβευε Χριστῷ, εἰς τὸ σωθήναι ἠμᾶς.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ το· Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Μάρτυρος. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὴν πατρώαν ἀσέβειαν, νουνεχῶς καταλείψασα, τῷ Χριστῷ προσέδραμες καλλιπάρθενε, καὶ τῆς Αὐτοῦ ἀγαπήσεως, τρωθεῖσα τῷ ἔρωτι, ἠκολούθησας Αὐτῷ, δι’ ἀγώνων ἀθλήσεως, οὓς διήνυσας, ἀνενδότῳ Μαρίνα καρτερίᾳ· διὰ τοῦτό σου τὴν μνήμην, τὴν φωταυγῆ ἑορτάζομεν.
Τοὺς ξεσμοὺς ὥσπερ ἄσαρκος, καὶ μαστίγων τὴν ἔφοδον, καὶ τὸ πῦρ ὑπέμεινας καρτερώτατα, τῆς ἀσθενείας τῆς φύσεως, σεμνὴ ἀλογήσασα, καὶ νενύμφευσαι Χριστῷ, ὡς παρθένος ἀκήρατος, ᾯ προσήγαγες, ὥσπερ προῖκα πολύτιμον Μαρίνα, τοὺς Αὐτῷ πεπιστευκότας, τοῖς θαυμασίοις σου ἔνδοξε.
Τῆς ψυχῆς τὴν λαμπρότητα, τῷ ὡραίῳ τοῦ σώματος, πᾶσιν ὑποφαίνουσα καλλιπάρθενε, τῆς εὐσεβείας τὴν δύναμιν, ἐκλάμπουσαν ἔδειξας, δι’ ἀγώνων ἀνδρικῶν, τῆς στεῤῥᾶς σου ἀθλήσεως, δι’ ὧν ἤσχυνας, τὸν ὀφθέντα ἐχθρόν σοι Ἀθληφόρε, καὶ ἐδέξω οὐρανόθεν, τὴν τῶν θαυμάτων ἐνέργειαν.
Ἕτερα. Ἦχος πλ. δ' Ὢ τοῦ παραδόξου θαύματος
Ὢ
τοῦ παραδόξου θαύματος! τὴν ἐπηρμένην ὀφρύν, τοῦ τὴν γῆν καὶ τὴν θάλασσαν, ἐξαλείφειν
φάσκοντος, πρὸς τὴν γῆν ἐταπείνωσεν, ἁπαλὴ κόρη καὶ παναμώμητος, τὰς πανουργίας
αὐτοῦ νικήσασα. Ὢ τῆς δυνάμεως, τοῦ Σταυροῦ καὶ χάριτος! ἥτις ἡμῶν, πᾶσαν ὑπεστήριξε,
σαφῶς ἀσθένειαν.
Μάρτυς
Μαρῖνα πανένδοξε, τὰς οὐρανίους μονάς, ἐπαξίως οἰκήσασα, σὺν παρθένων τάγμασι,
καὶ Μαρτύρων στρατεύμασι, τοὺς ἐκτελοῦντας πίστει τὴν μνήμην σου, καὶ προσιόντας
πιστῶς τῇ σκέπη σου, σῷζε πρεσβείαις σου, καὶ πταισμάτων ἄφεσιν παρὰ Θεοῦ, αἴτησαι
καὶ λύτρωσιν, καὶ μέγα ἔλεος.
Μάρτυς
Μαρῖνα πανεύφημε, οὔτε βασάνων τὸ πῦρ, οὐ τρυφῆς ἡ ἀπόλαυσις, οὐ τοῦ κόσμου χάριτες,
οὐ τερπνότης νεότητος, τῆς πρὸς Χριστὸν ἀγάπης ἐχώρισεν, ἐφιεμένην τῆς ὡραιότητος,
τῆς ὑπὲρ ἔννοιαν, τοῦ σεπτοῦ νυμφίου σου, ἐπιτυχεῖν, ἧσπερ κατηξίωσαι, θεομακάριστε.
Δόξα. Ἦχος β'
Ἐν φωνῇ ἀγαλλιάσεως, καὶ ἐν ψαλμοῖς ἀλαλαγμοῦ, ἀνυμνήσωμεν Μαρῖναν τὴν Μάρτυρα· ὅτι καθεῖλεν ἐπὶ γῆς τῶν εἰδώλων τὴν πλάνην, καὶ τὸν ἀντίπαλον ἐχθρὸν ἀνδρείως ἐν τοῖς ποσὶν αὐτῆς κατεπάτησε· διὸ καὶ τελειωθεῖσα, εἰς οὐρανοὺς ἀνίπταται, τὴν κάραν στεφηφοροῦσα καὶ ἀνακράζουσα· Σὲ νυμφίε μου ποθῶ, καὶ τὸ τοῦ πόθου φίλτρον ἔχουσα, ὑπὲρ σοῦ τὰς σάρκας μου τῷ πυρὶ παρέδωκα, κατασκηνώσω οὖν εἰς τὰς αἰωνίους σου μονάς, ἔνθα ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία.
Καὶ νῦν ... Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος· Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λ΄ 10-26).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπ᾿ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ εἰς ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις· θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ, οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ᾿ αὐτῇ ἐνδεδυμένοι εἰσί. Διττὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα, περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων καὶ κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε, καὶ ἀπέδοτο τοῖς Φοίνιξι καὶ περιζώματα τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾽ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα. Ἦχος α'
Τὴν ἐν Χριστῷ εὐφροσύνην, δεξαμένη μυστικῶς, τῶν ἐν κόσμῳ ἠλόγησας, οὐρανίῳ φρονήματι, Μαρίνα πανεύφημε. Καὶ τοῖς οἰκείοις αἵμασι φοινιχθεῖσα, διὰ πόνων ἀθλήσεως, ὡς παρθένος φρονίμη, καὶ Μάρτυς εὐκλεής, λαμπαδηφόρος ἀνέδραμες, εἰς νυμφῶνα τὸν οὐράνιον. Καὶ νῦν τῷ Νυμφίῳ καὶ Θεῷ συνηδομένη, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Ὡς
ἐν πέτρᾳ στεῤῥᾷ, τῆς ὁμολογίας Χριστοῦ προσερεισθεῖσα, Μαρῖνα πανεύφημε, τὸν
παλαμναῖον ἐχθρὸν εἰς χάος ἐβύθισας, καὶ στέφος τῆς νίκης ἐπάξιον ἀπείληφας.
Μετὰ
τῶν ἄνω ταγμάτων, συνηριθμήθης ἔνδοξε, κόσμον λιποῦσα, καὶ τὸν Χριστὸν ποθήσασα,
Μαρῖνα πάνσεμνε, αἰτοῦσα ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος β'
Ὡς ἀλάβαστρον μύρου, τὸ αἷμά σου προσενήνοχας τῷ σῷ νυμφίῳ Χριστῷ, Μαρῖνα μάρτυς ἀθληφόρε ἀήττητε, ἀντάμειψιν δὲ εἴληφας στέφος ἄφθαρτον, παρ' αὐτοῦ ἀξιάγαστε· ὅθεν καὶ τὸν ἀρχέκακον ἐχθρόν, ὡραίοις σου ποσὶ κατεπάτησας, τῇ ἐπικλήσει τοῦ σωτηρίου ὀνόματος τοῦ Σωτῆρος Χριστοῦ· διὸ καὶ οὐρανίων θαλάμων ἠξιώθης, ὡς παρθένος, καὶ μάρτυς Χριστοῦ πολύαθλε.
Δόξα... Ἦχος πλ. α'
Τῇ παρθενικῇ σου θελχθεὶς ὡραιότητι, ὁ Βασιλεὺς τῆς δόξης Χριστός, ὡς ἀμώμητον νύμφην ἑαυτῷ σε ἡρμόσατο, ἀκηράτῳ συναφείᾳ· ἐν γὰρ τῷ θελήματι αὐτοῦ παρασχόμενος τῷ κάλλει σου δύναμιν, κατ' ἐχθρῶν τε καὶ παθῶν, ἀήττητον ἔδειξεν, ἐγκαρτερήσασαν δὲ αἰκίαις πικραῖς, καὶ βασάνοις δριμυτάταις, διπλῷ στέφει δισσῶς σε κατέστεψε, καὶ παρέστησεν ἐκ δεξιῶν αὐτοῦ, ὡς βασίλισσαν πεποικιλμένην. Αὐτὸν δυσώπησον, παρθενομάρτυς Μαρῖνα πανεύφημε, τοῖς ὑμνηταῖς σου δοθῆναι σωτηρίαν, καὶ ζωήν, καὶ μέγα ἔλεος.
Καὶ νῦν ... Θεοτοκίον
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος β' Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρόν
Δεῦτε, φιλομάρτυρες πιστῶς, τὴν ὑπὲρ τοῦ πάντων Δεσπότου στεῤῥῶς ἀθλήσασαν, Μάρτυρα τιμήσωμεν, Μαρῖναν νύμφην Χριστοῦ· παρθενίας χιτῶνι γάρ, τὸ σῶμα κοσμοῦσα, χρύσεον ὡς ὕφασμα, τούτῳ ἐπέθηκεν, αἷμα, τοῦ σεπτοῦ μαρτυρίου, καὶ διπλοῖς κοσμεῖται στεφάνοις, καὶ τῷ στεφανίτῃ νῦν παρίσταται.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Μέγα, τὸ κατόρθωμα τὸ σόν, μέγα καὶ πανάριστον ὄντως, σοῦ τὸ ἐκνίκημα· φύσις γὰρ εὐπτόητος, καὶ εὐταπείνωτος, τὸν ἀόρατον δράκοντα, τὸ ὄρος τὸ μέγα, νοῦν τὸν πολυμήχανον, Μαρῖνα σὺ ἀληθῶς, εἷλες, εὐτελὲς ὡς στρουθίον, καὶ καταπατοῦσα χορεύεις, νῦν μετὰ Ἀγγέλων ἀξιάγαστε.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Λόγου,
τοῦ φανέντος ἐπὶ γῆς, νύμφη ἐκλεκτὴ ἀνεδείχθης, Μαρῖνα σὺ ἀληθῶς, κάλλει διαλάμπουσα,
ἐνθέων πράξεων, καὶ μαραίνουσα χάριτι, φυτὰ ἀθεΐας· ὅθεν τὴν πανίερον μνήμην
σου σέβομεν, πόθῳ, καὶ λειψάνων τὴν θήκην, νῦν περιπτυσσόμεθα χάριν, ἐξ αὐτῆς ἰάσεων
λαμβάνοντες.
Δόξα. Ἦχος πλ. β'
Ἐκ
δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος, καὶ Ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη
ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένη ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς
ἀθλήσεως, καὶ βοῶσα πρὸς Αὐτὸν ἐν ἀγαλλιάσει, τὴν λαμπάδα κατέχουσα· Εἰς ὀσμὴν
μύρου Σου ἔδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς Σῆς ἀγάπης ἐγώ, μὴ χωρίσῃς
με νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτήρ, τὰ
ἐλέη Σου.
Καὶ νῦν. Θεοτοκίον Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῆς Ἀθληφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Ταῆς ἐρήμου πολίτης.
Τὴν πατρώαν ἀπάτην καταλείψασα ἔνδοξε, τῷ Χριστῷ ἐνυμφεύθης διὰ πόνων ἀθλήσεως, Μαρίνα καλλιπάρθενε σεμνή, καὶ ᾔσχυνας ἐχθροῦ τὰς μηχανάς· διὰ τοῦτο τῶν θαυμάτων τὰς δωρεάς, παρέχει τοῖς βοῶσί σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ἕτερον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀνδρείαν καὶ φρόνησιν σὺ κεκτημένη σεμνή, ἀνδρείως κατεπάτησας ὄφιν ἀρχέκακον, Μαρίνα πανεύφημε, ἤσχυνας Ὀλυμβρίου, τὰς πικρᾶς τιμωρίας, εὔφρανας Ἀσωμάτων, τὰς χορείας ἀθλοῦσα· διὸ ἀπαύστως πρέσβευε Χριστῷ, εἰς τὸ σωθήναι ἠμᾶς.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα.Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ὡραιότατον Χριστὸν ἀγαπήσασα, καὶ δι' ἁγνείας τὴν ψυχὴν ὡραΐσασα, διὰ παντοίων πόνων τε καὶ θλίψεων, τούτῳ κατηγγύησαι, ὥσπερ ἄμωμος νύμφη· ὅθεν σε ἠξίωσεν, οὐρανίων θαλάμων, ὑπὲρ ἡμῶν πρεσβεύουσαν αὐτῷ, τῶν σὲ τιμώντων Μαρίνα πανεύφημε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτὴρ.
Ὡς ἄμωμος ἀμνάς, καὶ ἁγνὴ τῷ Κυρίῳ, συνήφθης μυστικῶς, ἐν σεμνότητι βίου, τῷ κάλλει τῆς ἀθλήσεως, σεαυτὴν ὡραΐσασα· ὅθεν εἴληφας, τῶν ἰαμάτων τὴν χάριν, ἰατρεύουσα τὰ ἀῤῥωστήματα πάντα, δυνάμει τοῦ Πνεύματος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.
Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ἀνδρείαν καὶ φρόνησιν σὺ κεκτημένη, σεμνή, τελείως κατεπάλαισας, ὄφιν ἀρχέκακον, Μαρίνα πανεύφημε· ᾔσχυνας Ὀλυβρίου, τὰς πικρὰς τιμωρίας, εὔφρανας ἀσωμάτων, τὰς χορείας ἀθλοῦσα· διὸ καὶ ἐορτάζομεν, μάρτυς, τὴν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἡ μόνη κυήσασα, τὸν Ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα, τὴν ἀνθρωπότητα, τῷ τόκῳ σου ἄχραντε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, αὐτὸν δυσωποῦσα ἐκτενῶς, ὃν ἐσωμάτωσας.
Εἶτα, οἱ Ἀναβαθμοί. Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
Προκείμενον. Ἦχος δ'.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις… (Ζήτει τῷ Σαββάτῳ τῆς ΙΖ΄ ἑβδομάδος Ματθαίου)
Ὁ Ν΄ Ψαλμός.
Δόξα... Ταῖς τῆς ἀθληφόρου…
Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου…
Εἶτα τὸ ἰδιόμελον. Ἦχος β΄. Στίχ. Ἐλέησόν με ὁ Θεὸς …
Ὡς ἀλάβαστρον μύρου, τὸ αἷμά σου προσενήνοχας, τῷ σῷ νυμφίῳ Xριστῷ, Mαρῖνα μάρτυς ἀθληφόρε ἀήττητε· ἀντάμειψιν δὲ εἴληφας στέφος ἄφθαρτον, παρ' αὐτοῦ ἀξιάγαστε· ὅθεν καὶ τὸν ἀρχέκακον ἐχθρόν, ὡραίοις σου ποσὶ κατεπάτησας, τῇ ἐπικλήσει τοῦ σωτηρίου ὀνόματος τοῦ Σωτῆρος Χριστοῦ· διὸ καὶ οὐρανίων θαλάμων ἠξιώθης, ὡς παρθένος, καὶ μάρτυς Χριστοῦ πολύαθλε.
Ὁ Κανὼν τῆς Ἁγίας Μεγαλομάρτυρος, οὗ ἡ Ἀκροστιχίς: Χριστοῦ Παρθενομάρτυρα νύμφην ᾄσμασι μέλπω. Ποίημα Θεοφάνους.
ᾨδὴ α' Ἦχος πλ. δ' Ὑγρὰν διοδεύσας
Χορεύουσα Μάρτυς περὶ Θεόν, καὶ τῶν λαμπηδόνων, πληρουμένη τῶν παρ' αὐτοῦ, αἴγλην μοι παράσχου φωτοφόρον, ταῖς σαῖς πρεσβείαις καλλιπάρθενε.
Ῥεόντων τὸ ἄστατον καὶ φθαρτὸν σοφῇ διανοίᾳ, κεχρημένη Μάρτυς Χριστοῦ, παρεῖδες ἐμφρόνως καὶ δικαίως, κατηξιώθης τῆς ἄνω λαμπρότητος.
Ἱκέτης προσέρχομαι σοὶ σεμνή, ταῖς σαῖς ἱκεσίαις, τῶν τοῦ βίου με δυσχερῶν, διάσωσον Μάρτυς ἀθληφόρε, καὶ τῶν παθῶν μου κατεύνασον τάραχον.
Σοφίᾳ καὶ χάριτι λαμπρυνθείς, ὁ νοῦς σου Μαρῖνα, τῶν τυράννων τὰς ἀπειλάς, οὐκ ἔπτηξε μάρτυς τοῦ Σωτῆρος, θείᾳ δυνάμει κρατυνόμενος.
Θεοτοκίον
Τὴν τρίβον ὑπέδειξας τῆς ζωῆς, ζωὴν οὐσιώδη συλλαβοῦσα καὶ σαρκικῶς, κυήσασα ταύτην Θεομῆτορ, καὶ τὰ δεσμὰ τοῦ θανάτου διέῤῥηξας.
Καταβασία.
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί· καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων· καὶ ᾄσω γηθόμενος, Ταύτης τὰ θαύματα.
ᾨδὴ γ', Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς
Οὐ πῦρ οὐδὲ μάστιγες, οὐδὲ ξίφους ἀκμή, οὐ τυράννων ὠμότητες, οὐδὲ θάνατος, οὐ θηρῶν ἀγριότης, τῆς θείας ἐχώρισεν, ἀγάπης σε πανόλβιε.
Ὑπῆρξας ἄσειστος καὶ ἀσάλευτος, ἐν καιρῷ περιστάσεως, πύργος πανένδοξε, εὐσεβείας κρηπῖδα, θεμένη τῆς πίστεως, ἐν πέτρᾳ παμμακάριστε.
Παρθένος ἐν μάρτυσιν ἐχρημάτισας, ἐν παρθένοις ἀήττητος, Μάρτυς γεγένησαι, τῷ Χριστῷ νυμφευθεῖσα, διπλοῦν σοι παρέχοντι, τὸν στέφανον πανόλβιε.
Ἁγίων αἱμάτων σου καλλιπάρθενε, οἱ κρουνοὶ προχεόμενοι, πᾶσαν κατέσβεσαν, τῶν εἰδώλων τὴν πλάνην, καὶ δῆμον προσήγαγον, Μαρτύρων τῷ νυμφίῳ σου.
Θεοτοκίον
Ῥωσθέντες τῇ χάριτι, Θεοτόκον σε ὁμοφρόνως δοξάζομεν, σάρκα γενόμενον, τὸν τὸ εἶναι τοῖς πᾶσι· διδοῦντα γὰρ τέτοκας, καὶ κόσμον ἀνεκαίνισας.
Καταβασία.
Τοὺς Σούς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντος, πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ Σου, στεφάνων δόξης ἀξίωσον.
Κάθισμα Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ
Μαρῖνα μάρτυς τοῦ Χριστοῦ, ἀνευφημοῦμέν σε πιστοί, ὅτι τὸν τύραννον ἐχθρόν, ἐν τῇ δυνάμει τοῦ Σταυροῦ, ἐν τοῖς ποσὶ κατεπάτησας γενναιοφρόνως, καὶ γέγονας ἡμῖν, ἀνδρεία πίστεως, πᾶσαν τοῦ ἐχθροῦ, πατοῦσα δύναμιν· καὶ οὐρανόθεν ἔλαβες τὸν στέφανον, τῇ κορυφῇ σου ἀοίδιμε, Χριστὸν δυσώπει, σωθῆναι πάντας, τοὺς τελοῦντας τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Κατεπλάγη,
Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ
ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν,
καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει,
καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.
ᾨδὴ δ', Σύ μου ἰσχὺς Κύριε
Θεοπρεπής, γέγονεν ὄντως ὁ βίος σου, τοῖς Ἀγγέλοις, ὤφθη ποθεινότατος, τῶν δὲ δαιμόνων τῇ στρατιᾷ, καὶ τοῖς ὑπηρέταις, ἐκείνων τῆς ἀγριότητος, ἀπρόσιτος ἐδείχθη· τῷ Χριστῷ γὰρ ἐβόας, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Ἐπὶ τῆς γῆς, ἠγωνισαμένη πανόλβιε, καὶ προσκαίρους, πόνους ὑπομείνασα, ἐν οὐρανοῖς, νῦν τὰς ἀμοιβάς, παρὰ τοῦ Δεσπότου, κομίζῃ Μάρτυς ἀοίδιμε, ἀπείρους εἰς αἰῶνας, σὺν Ἀγγέλοις βοῶσα, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Νῦν ἐπὶ σοί, χαίρει Παρθένων τὸ καύχημα, νῦν Μαρτύρων, ὅμιλος εὐφραίνεται, νῦν καὶ τὸ πλῆθος τῶν εὐσεβῶν, ἐπισυναχθέντες, χορεύουσιν ἀγαλλόμενοι, βοῶντες τῷ Δεσπότῃ, ἐν φωναῖς ἀσιγήτοις, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Ὅλη καλή, πέφηνας κόρη καὶ ἄσπιλος, ὤφθης ὅλη, νύμφη παναμώμητος, τῷ τῶν ψυχῶν, κάλλους ἐραστῇ· διὰ γὰρ βασάνων, πυρώσεως παμμακάριστε, ἐφάνης λαμπροτέρα, τῷ Χριστῷ μελῳδοῦσα, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Θεοτοκίον
Μόνη ἁγνή, καὶ μετὰ τόκον διέμεινας· σὺ γὰρ Λόγον, μόνη ἐνυπόστατον, τὸν τῷ Πατρί, σύνθρονον Υἱόν, ἐκ σοῦ σαρκωθέντα, γεγέννηκας Θεονύμφευτε, καὶ φέρεις ἐν ἀγκάλαις, τὸν ἀχώρητον πᾶσι, καὶ τὸν πάντων τὸ κράτος κατέχοντα.
Καταβασία.
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, Σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· δόξα τῇ δυνάμει Σου Κύριε.
ᾨδὴ ε', Ἵνα τί με ἀπώσω
Ἀθλητῶν ἐν σταδίῳ, δρόμον συντονώτατον κόρη διήνυσας· ὁ γὰρ θεῖος πόθος, τὸ τοῦ θήλεος χαῦνον ἐπτέρωσε, προφανῶς δεικνύων, τὸν λογισμὸν τῶν παθημάτων, αὐτοκράτορα Μάρτυς ὑπάρχοντα.
Ῥανίδες σῶν αἱμάτων, Μάρτυς ἀποστάζουσαι χλαίναν πολύτιμον, καὶ τῆς ἀκηράτου, εὐφροσύνης χιτῶνα ἐξύφαναν, ὅνπερ νῦν θεόφρον, ἐν οὐρανοῖς ἐνδεδυμένη, νοητῷ σου νυμφίῳ παρίστασαι.
Τοῖς δεσμοῖς τῶν εὐχῶν σου, κόρη τὸν μεγάλαυχον ὄφιν ἐδέσμευσας, καὶ ὀφρὺν τὴν πρώην, ἐπηρμένην πρὸς γῆν ἐταπείνωσας· ἐκτελεῖν γὰρ οἶδεν, ὡς ἀγαθὸς ὁ παντεπόπτης, τῶν αὐτὸν φοβουμένων τὸ θέλημα.
Ὑπερτέρας σε δόξης, θείοις διαδήμασιν ὄντως ἐκόσμησεν, ὁ νυμφίος Λόγος, δι' αὐτὸν ἐναθλοῦσαν θεώμενος, καὶ πυρὸς τὴν φλόγα, καὶ αἰκισμῶν τὰς ἀλγηδόνας, καρτερῶς ὑπομένουσαν ἔνδοξε.
Θεοτοκίον
Ῥυπτομένην ὁρῶντες, τῷ τῆς παρθενίας σου τόκῳ πανάμωμε, τῶν βροτῶν τὴν φύσιν, τῆς κατάρας τῆς πρώην δοξάζομεν, τὸν ἐκ σοῦ τεχθέντα, μόνη ἁγνὴ δι' εὐσπλαγχνίαν, ὃν δυσώπει Παρθένε σωθῆναι ἡμᾶς.
Καταβασία.
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ Σου· Σὺ γὰρ Ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί Σε, σωτηρίαν βραβεύοντα.
ᾨδὴ ς', Ἱλάσθητί μοι Σωτὴρ
Ἀπόθετον τῷ Χριστῷ, ἐφάνης κάλλος καὶ ἄσπιλον, καὶ ὡς πηγὴ διαυγής, καὶ κῆπος πολύκαρπος, Μαρῖνα πανένδοξε, καὶ γνησία νύμφη, καὶ Παράδεισος ἀσύλητος.
Νεᾶνις πανευπρεπής, ὀπίσω σου ἠκολούθησε, δραμοῦσα πρὸς τὴν ὀσμήν, τῶν μύρων σου Δέσποτα, τὸ ἄχραντον Πάθος σου, διὰ καρτερίας, μιμουμένη τὸ σεβάσμιον.
Ὑπέμεινας ἀνδρικῶς, ἀγῶνας Μάρτυς πολύαθλε, καὶ τὸν πρὶν φρενοβλαβῶς, μεγάλα καυχώμενον, μετ' ἤχου ἀπώλεσας, Σταυροῦ τῇ δυνάμει, ὦ Μαρῖνα κυριώνυμε.
Θεοτοκίον
Μαρία τὸ καθαρόν, καὶ πάνσεπτον ἐνδιαίτημα, τοῦ πάντων Δημιουργοῦ, ψυχῆς καθαρτήρια, παράσχου μοι δάκρυα, καὶ ἐπάκουσόν μου, τῆς δεήσεως πανάμωμε.
Καταβασία.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτήν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεόν δοξάζοντες.
Κοντάκιον Ἦχος γ' Ἡ Παρθένος σήμερον
Παρθενίας κάλλεσι, πεποικιλμένη παρθένε, μαρτυρίου στίγμασι, στεφανωθεῖσα Μαρῖνα, αἵμασιν ἀθλητικοῖς τε ῥεραντισμένη, θαύμασι καταλαμφθεῖσα τῶν ἰαμάτων, εὐσεβῶς Μάρτυς ἐδέξω, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.
Ὁ Οἶκος
Τῷ νυμφίῳ Χριστῷ, ἔρωτι τῆς καρδίας σου ἀπὸ βρέφους σεμνὴ πυρποληθεῖσα, ἔδραμες, δορκὰς ὡς διψῶσα πηγαῖς ἀειῤῥύτοις, Παρθενομάρτυς, καὶ τῇ ἀθλήσει σεαυτήν συντηρήσασα, ἐν τῷ ἀφθάρτῳ ὄντως τοῦ Κτίστου σου, νύμφη εὐκλεής, θαλάμῳ ἔφθασας ἐστολισμένη, πεποικιλμένη, στεφανηφόρος, νικητὴς λαμπαδηφόρος, εὐθαλής, ἀφθάρτου νυμφῶνος τυχοῦσα, καὶ δεξαμένη ὡς χρυσίον, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.
Συναξάριον.
Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Μαρίνης.
Χεὶρ δημίου τέμνει σε Μαρῖνα ξίφει,
Χεὶρ Κυρίου χάριτι θείᾳ δὲ στέφει.
Ἑβδομάτῃ δεκάτῃ Μαρῖνα δειροτομήθη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σπεράτου καὶ Βηρονίκης.
Σὺν αἵμασι, Σπεράτε, τοῖς ἐξ αὐχένος,
αἷμα τραχήλου μιγνύει Βηρονίκη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐφρασίου, ἐπισκόπου Ἰωνοπόλεως.
Εὐφράνας, Εὐφράσιε, τοῖς ἔργοις Λόγον,
χαίρων πορεύου τὴν πρὸς οὐρανὸν τρίβον.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ὁσίου Λαζάρου τοῦ Γαλησιώτου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ', Παῖδες Ἑβραίων
Φῶς τὸ ἀπρόσιτον Μαρῖνα, κατεφώτισεν ἀξίως τὴν ψυχήν σου, καὶ λαμπάσι φωτὸς κατηύγασε βοῶσαν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἤρθης πρὸς θεῖον ὄντως ὕψος· ὑψηλὴν γάρ σου ἐκέκτησο τὴν γνώμην, καὶ νυμφῶνα λαμπρὸν κατῴκησας βοῶσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Νύμφη γνησία τοῦ Δεσπότου, ἀναδέδειξαι Μαρῖνα θεοφόρε, καὶ ὡς μάρτυς αὐτῷ ἀήττητος κραυγάζεις· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἄρχων οὐκ ἔτι ἐξ Ἰούδα, ἀλλ' ἐξέλιπεν· ἐκ σοῦ γὰρ ὁ Δεσπότης, τῶν ἐθνῶν ἡ ἐλπὶς ἀνέτειλεν ἀφράστως, ὃν εὐλογοῦσιν ἅπασαι, γενεαὶ φυλαὶ καὶ γλῶσσαι.
Καταβασία.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρά τὸν Κτίσαντα· ἀλλά πυρός ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε· ὁ τῶν πατέρων Κύριος, καὶ Θεός, εὐλογητὸς εἶ.
ᾨδὴ η', Μουσικῶν ὀργάνων συμφωνούντων
Σταθηρὰν τὴν γνώμην κεκτημένη, σταθερῶς τοὺς ἄθλους ἐκαρτέρεις, καὶ στέμμασι νικητικοῖς, ἐστέφθης μελῳδοῦσα· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μυστικὴν Μαρῖνα σοι παστάδα, ὁ ψυχῶν νυμφίος Θεὸς Λόγος, ηὐτρέπισεν ἐν οὐρανοῖς, ὃν βλέπουσα κραυγάζεις· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἀρεταῖς ποικίλαις κοσμουμένη, δωρεῶν πλειόνων ἠξιώθης, τὸ ἔσχατον τῶν ὀρεκτῶν, ὁρῶσα καὶ βοῶσα· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Σωτηρίας ὤφθης ἀθληφόρε, τοῖς πολλοῖς αἰτία καὶ μαρτύρων, προσήγαγες δῆμον Χριστῷ, συμφώνως μελῳδοῦσα· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ἱλασμὸς ἡμῖν Θεογεννῆτορ, διὰ σοῦ ἐδόθη· σὺ γὰρ μόνη, ἀπέτισας τὴν ὀφειλήν, τὸν πάντων συλλαβοῦσα, Θεόν τε καὶ Δεσπότην, ἄχραντε Παρθένε, εἰς πάντων σωτηρίαν.
Καταβασία.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νῦν δέ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἐγείρει ψάλλουσαν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ', Ἔφριξε πᾶσα ἀκοὴ
Μαρῖνα μάρτυς τοῦ Χριστοῦ, τὴν αἰώνιον ζωὴν καὶ ἀνώλεθρον, ἐν Παραδείσῳ τρυφῆς, ἐπιτηδείως ὄντως ἐτρυγησας, τὴν στρεφομένην ἀβλαβῶς· ῥομφαίαν διέβης γάρ, μαρτύρων αἵμασι, λαμπομένη τηλαυγῶς καλλιπάρθενε.
Ἔφλεξε πᾶσαν ὑλικήν, καὶ φιλόκοσμόν σου Μάρτυς διάνοιαν, ἔρως ὁ ἔνθεος, καὶ στεῤῥοτάτην μάρτυρα ἔδειξε, παρθενικαῖς μαρμαρυγαῖς, τὸ πρὶν διαλάμπουσαν, Μαρῖνα πάνσεμνε· διὸ πάντες σε πιστῶς μακαρίζομεν.
Λῦσόν μου νύμφη ἐκλεκτή, τῶν πταισμάτων τὰς σειρὰς ταῖς πρεσβείαις σου, καὶ τὸ χειρόγραφον, τῆς ἁμαρτίας Μάρτυς διάῤῥηξον, παρισταμένη εὐπρεπῶς, Χριστῷ τῷ νυμφίῳ σου, τῷ πανοικτίρμονι, καὶ παθῶν μου τὴν ἀχλὺν διασκέδασον.
Πέπαυται φρύαγμα δεινόν, τοῦ ἀλάστορος. Ἰδοὺ γὰρ νεάνιδες, ἐπιλαθόμεναι, τῆς γυναικείας φύσεως ἤθλησαν, καὶ κατ' αὐτοῦ περιφανῶς, τὴν νίκην ἀράμεναι, νῦν τῆς προμήτορος, ἀνεκτήσαντο σαφῶς τὴν παράπτωσιν.
Θεοτοκίον
Ὥριμον δρέπομαι ζωήν, μὴ βλαπτόμενος τῷ ξύλῳ τῆς γνώσεως· σὺ γὰρ πανάχραντε, ζωῆς τὸ ξύλον, Χριστὸν ἐβλάστησας, τὸν τὰς εἰσόδους τῆς ζωῆς, τοῖς πᾶσι γνωρίζοντα· διό σε πάναγνε, Θεοτόκον εὐσεβῶς καταγγέλλομεν.
Καταβασία.
Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι λαμπαδοχούμενος· πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω, χαίροις Παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.
Ἐξαποστειλάριον Ἦχος γ' Ὁ οὐρανὸν τοῖς ἄστροις
Μαρῖνα μάρτυς Κυρίου, καὶ καλλιπάρθενε νύμφη, ῥῦσαι λαόν σου καὶ πόλιν, ἐκδυσωποῦσα τὸν Θεόν, ὅπως ῥυσθῶμεν οἱ πάντες, φθορᾶς ὀργῆς καὶ κινδύνων.
Θεοτοκίον
Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην.
Αἶνοι. Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσι
Πολυώδυνα
βάσανα ὑποστῆναι πανένδοξε, ἀνδρικῷ φρονήματι ηὐτομόλησας, καὶ τῶν Ἑλλήνων σεβάσματα,
ὡς κόνιν ἐλέπτυνας, καὶ τὸν τύραννον ἐχθρόν, ἀθληφόρε πανεύφημε τὸν καυχώμενον,
ὑπεράνωθεν ἄστρων θρόνον θεῖναι, σὺ κατῄσχυνας Μαρῖνα, καὶ τοὺς λαοὺς κατεφώτισας.
(Δίς)
Τὸν
ἀρχέκακον δράκοντα, τὸν τὴν Εὔαν γυμνώσαντα, παραβάσει πρότερον, Μάρτυς ἔνδοξε,
διὰ Σταυροῦ ἀπενέκρωσας, ἀγῶσι δεσμεύσασα, τοῖς σεπτοῖς σου εὐσεβῶς, Χριστὸν δύναμιν
ἔχουσα, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας,
τὴν ἀεισέβαστον μνήμην σου.
Ὥσπερ προῖκα πολύτιμον, τῷ νυμφίῳ προσήγαγες, Ἀθληφόρε ἔνδοξε δῆμον ἅγιον, τοῖς θαυμασίοις πιστεύσαντα, οἷς πίστει ἐτέλεσας, ἀνωτέρα καὶ ποινῶν, καὶ πυρὸς καταφλέγοντος, καὶ στρεβλώσεων, ἐν Χριστῷ δεικνυμένη τῷ τὴν νίκην, οὐρανόθεν σοι παρθένε, θεουργικῶς χορηγήσαντι.
Δόξα. Ἦχος πλ. β'
Ἀθλητικὴν ὁδεύσασα ὁδόν, προγονικὴν ἐξέφυγες βουλήν, Μαρῖνα πανσεβάσμιε, καὶ ὡς μὲν παρθένος φρονίμη, λαμπαδηφόρος εἰσῆλθες εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου, ὡς δὲ μάρτυς ἀνδρεία, χάριν ἔλαβες ἀπελαύνειν πᾶσαν νόσον ἐξ ἀνθρώπων. Ἀλλὰ καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, ψυχικῶν ἀλγηδόνων ἐλευθέρωσον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.
Καὶ νῦν. Θεοτοκίον
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῆς Ἀθληφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Μεγάλη Δοξολογία καὶ Ἀπόλυσις.