Πέμπτη 19 Σεπτεμβρίου 2019

ΣΕΠΤΕΜΒΡΙΟΣ 11. ΑΓΙΑ ΜΑΡΤΥΣ ΙΑ ΑΚΟΛΟΥΘΙΑ


ΣΕΠΤΕΜΒΡΙΟΣ ΙΑ!!
ΙΑ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)
https://scontent.fath3-4.fna.fbcdn.net/v/t1.18169-9/20621038_1374252472694921_870200713598693833_n.jpg?_nc_cat=103&ccb=1-5&_nc_sid=8bfeb9&_nc_ohc=_sfy_tYu_cwAX8R1OH0&_nc_oc=AQkSq6YG7W-nzTfzMoBUYvSOYoRBdahiZkul_oreYSGAZF7iarKNIU78jt8xncYhzuweaKggeXgj5FkB6Hhuec5-&_nc_ht=scontent.fath3-4.fna&oh=d276c4b276102fbf445cea678131b398&oe=614ADBFC
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Ἄνθος εύωδέστατον, ἐκ τῆς Ἑώας ἐβλάστησας, καὶ πιστοὺς κατεμύρισας, ὀδμαῖς σῆς ἀθλήσεως, Ἴα καλλιμάρτυς, νύμφη τοῦ Κυρίου, ἁγνὴ καὶ πάγκαλε ἀμνάς, τοῦ Ἀρχιποίμενος· ὅθεν ἅπαντες, ἀεί σε μακαρίζοντες, ὡς Ἀθληφόρον ἀήττητον, ἐκτελοῦμεν τὴν μνήμην σου, τὴν λαμπρὰν καὶ πανέορτον.

Λάμπουσα πυρσεύμασι, φαιδροῖς Χριστοῦ ἀγαπήσεως, ἐν βαθεῖ ὄντως γήρατι, νεᾶνις ὡς ἄλκιμος, ἔδραμες ἀθλῆσαι, καὶ σκεδάσαι ζόφον, λατρείας ὕδατος πυρός, καὶ τῶν στοιχείων οἴμοι τῆς φύσεως· διὸ νῦν εὐφημοῦντές σε, οἱ φωτισθέντες τῶν ἄθλων σου, ταῖς ἀκτῖσι γεραίρομεν, Ἴα Μάρτυς τὴν μνήμην σου.

Ἤνεγκας στεῤῥότατα, ἐν γηραλέῳ σου σώματι, αἰκισμούς τε καὶ μάστιγας, καὶ τμῆσιν αὐχένος σου, Ἴα καρτερόφρον, ὅλῃ διανοίᾳ, ὁρῶσα πρὸς τὸν Λυτρωτήν, ᾯ καὶ προσήγαγες τῶν αἱμάτων σου, τὰ χεύματα πανεύφημε, ὡς προσφορὰν πολυτίμητον, καὶ περίχαρις ἔδραμες, πρὸς παστάδα οὐράνιον.

Ἤσχυνας Σαβώριον, Περσίδος ἄνομον ἄρχοντα, τῇ ἐνδόξῳ ἐνστάσει σου, καὶ θείοις σου φθέγμασιν, Ἀθληφόρε Ἴα, ἐν προβεβηκυῖᾳ, σῇ ἡλικίᾳ ἀληθώς· διό σε Κύριος ἀντεδόξασε, τῇ ἀφθαρσίᾳ σκήνους σου, ὃ εἰς τὴν Πόλιν τῶν Πόλεων, κοσμιθὲν καθηγίασεν, εὐσεβῶν τὰ συστήματα.

Δόξα. Ἦχος β΄
Ὡς σεπτὸν ἀνάθημα σεαυτὴν προσενέθηκας, τῷ σῷ Λυτρωτῇ καὶ Σωτῆρι, ἀλκίφρον Ἴα θεομακάριστε· ἀποκρούσασα γὰρ εὐσθενῶς, Σαβωρίου τὴν μανίαν ἀνέδραμες, μαρτυρικῶς ὑπαντῆσαι Χριστῷ ἐν πόλῳ δόξης. Καὶ νῦν σὺν Μάρτυσιν ἀγαλλομένη, καὶ Ἀγγέλοις εὐφραινομένη, μὴ διαλίπῃς Χριστῷ πρεσβεύουσα, ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.




Καὶ νῦν. Τῆς Ἑορτῆς
Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί· δεῦτε ὑποδέξασθε πόθῳ, τῆς παρθενίας τὸ καύχημα, ἐκ πέτρας βλυστάνουσαν στερεᾶς, τὴν πηγὴν τῆς ζωῆς, καὶ ἐκ τῆς ἀτεκνούσης, τὴν βάτον τοῦ ἀΰλου πυρός, καὶ καθαίροντος, καὶ φωτίζοντος τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ
ᾜσχυνας τὸν ἐχθρόν, τῇ σῇ στεῤῥᾷ ἐνστάσει, μεγαλομάρτυς Ἴα, Ἑώας θεῖε γόνε, καὶ Ἐκκλησίας ἄνθισμα.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Αἵμασιν ἱεροῖς, ἐφοίνιξας ψυχῆς σου, τὴν χλαῖναν Ἴα Μάρτυς, ἀνδρείας μυροθήκη, καὶ πίστεως θησαύρισμα.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Γραῖα θεοσεβές, ὡς ἄλκιμος νεᾶνις, ὁδὸν τοῦ μαρτυρίου, διήνυσας γενναίως, Μαρτύρων Ἴα καύχημα.

Δόξα. Τριαδικόν.
Εὔσπλαγχνε παντουργέ, Τριὰς ὑπεραγία, τῆς Ἀθληφόρου Ἴας, πρεσβείαις ἀσιγήτοις, ἐλέησον τὸν κόσμον Σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἴωμεν οἱ πιστοί, δοξάζοντες τὴν Κόρην, ἐτέχθη γὰρ ἐκ στείρας, τὴν στειρωθεῖσαν φύσιν, ἡμῶν ἀνακαινίζουσα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Εὐωδέστατον ἄνθος Χριστοῦ τῆς πίστεως ὀδμαῖς καθήδυνας πάντας, εὐψύχου διαγωγῆς, Ἴα πίστεως περίδοξε ἀθλήτρια, ἡ ὡς νεᾶνις τὴν ὁδόν, ἐν σῷ γήρατι καλῶς, ἀνύσασα μαρτυρίου, καὶ πρὸς τὸν Κτίστην δειχθεῖσα, ἡμῶν μεσίτρια διάθερμος.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον της ἑορτῆς. Ἦχος δ'
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

Ἀπόλυσις

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος α' Τῶν οὐρανίων ταγμάτων
Ἰωακεὶμ καὶ ἡ Ἄννα πανηγυρίζουσι, τὴν ἀπαρχὴν τεκόντες, τῆς ἡμῶν σωτηρίας, τὴν μόνην Θεοτόκον, οἷς καὶ ἡμεῖς, συνεορτάζοντες σήμερον, τὴν ἐκ τῆς ῥίζης ἐκείνης τοῦ Ἰεσσαί, μακαρίζομεν Παρθένον ἁγνήν.

Ἡ θεοχώρητος Κόρη, καὶ Θεοτόκος ἁγνή, τῶν Προφητῶν τὸ κλέος, τοῦ Δαυΐδ ἡ θυγάτηρ, σήμερον γεννᾶται ἐξ Ἰωακείμ, καὶ τῆς Ἄννης τῆς σώφρονος, καὶ τοῦ Ἀδάμ τὴν κατάραν τὴν εἰς ἡμᾶς, ἀνατρέπει ἐν τῷ τόκῳ αὐτῆς.

Ἡ πρώην ἄγονος χώρα, γῆν καρποφόρον γεννᾷ, καὶ ἐξ ἀκάρπου μήτρας, καρπὸν ἅγιον δοῦσα, γάλακτι ἐκτρέφει· θαῦμα φρικτόν! ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἡ τὸν οὐράνιον ἄρτον ἐν τῇ γαστρί, δεξαμένη γαλουχεῖται μαζῷ.

Καὶ γ’ τῆς Μάρτυρος. Ὅμοια.
Ἑώας βλάστημα θεῖον καὶ καλλιμάρτυρα, Χριστοῦ Ἁγίαν Ἴαν, εὐφημήσωμεν ὕμνοις, αὐτὴ γὰρ Σαβωρίου τοῦ δυσσεβοῦς, καθελοῦσα τὴν ἔπαρσιν, τομὴν αὐχένος ὑπέμεινεν ἀνδρικῷ, ὄντως καὶ στεῤῥῷ φρονήματι.

Σὺν Ἀθληφόροις ἀπαύστως καὶ θείοις Μάρτυσι, λαμπρῶς ἀγαλλομένη, ἐκδυσώπει τὸν Κτίστην, ὑπὲρ τῶν ἀνυμνούντων περιχαρῶς, μνήμην σὴν τὴν πανσέβαστον, καὶ γεραιρόντων σοὺς ἄθλους τοὺς ἱερούς, Ἴα Μάρτυς ἀξιάγαστε.

Τὸ σὸν πανίερον Ἴα καὶ θεῖον λείψανον, τὸ δοξασθὲν θεόθεν, ἀφθαρσίᾳ μετήχθη, ὡς ὄλβος θαυμασίων καὶ θησαυρός, εἰς τὴν Κωνσταντινούπολιν, τὴν μακαρίζουσαν ἄθλους σου τοὺς σεπτούς, καὶ τῆς κάρας σου τὴν ἔκτμησιν.

Δόξα. Ἦχος πλ. β΄.
Χριστὸν ἐκ ψυχῆς μυχίων ἀγαπήσασα, μαρτυρικὴν εὐκληρίαν ἐπλούτησας ἐν βαθεῖ γήρατι, γενναιόφρον Ἴα πανεύφημε. Τῆς πίστεως γὰρ ἰσχύϊ Σαβωρίου τὴν μανίαν, καὶ πᾶσαν ἔπαρσιν εἰς γῆν καταβέβληκας, οἰκείοις οὖν αἵμασιν ὡς μυστικὴ θυσία, Χριστῷ τῷ παμβασιλεῖ προσηνέχθης, ᾯ πρέσβευε σωθῆναι τοὺς ἐκθύμως τιμῶντάς σε.

Καὶ νῦν... Τῆς Ἑορτῆς.
Σήμερον, ὁ τοῖς νοεροῖς θρόνοις ἐπαναπαυόμενος Θεός, θρόνον ἅγιον ἐπὶ γῆς ἑαυτῷ προητοίμασεν, ὁ στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανούς, οὐρανὸν ἔμψυχον, ἐν φιλανθρωπίᾳ κατεσκεύασεν· ἐξ ἀκάρπου γὰρ ῥίζης φυτὸν ζωηφόρον, ἐβλάστησεν ἡμῖν τὴν Μητέρα αὐτοῦ, ὁ τῶν θαυμασίων Θεός, καὶ τῶν ἀνελπίστων ἐλπίς, Κύριε δόξα σοι.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ').
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ ἀκουσάτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ἔτι ἀπ’ ἀρχῆς, καὶ οὐκ ἔστιν ἐκ τῶν χειρῶν μου ὁ ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ΄. γ).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξεν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς· καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήνουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν. Ἦχος α'.
Τῇ ἀγάπῃ Θεοῦ ῥυθμιζομένη, πᾶσιν ὑπέδειξας τῆς εὐσεβείας τὸ κράτος, Ἴα Μάρτυς πολύαθλε. Σὺ γὰρ ὡς αἰχμάλωτος ἀχθεῖσα εἰς Περσίαν, ἄχρι μαρτυρικῆς τελευτῆς σου Χριστὸν ὡμολόγησας, ὡς μόνον ἀληθινὸν Θεὸν καὶ Κύριον. Καλῶς οὖν τὸν ἀγῶνα τελέσασα, οὐρανίων θαλάμων ἠξίωσαι, ὑπὲρ ἡμῶν πρεσβεύουσα τῶν ὁλοθύμως τιμώντων σε.

Ἦχος β΄.
ᾘσχύνθη Σαβώριος ὁ ἄφρων Περσίδος ἄρχων, τῇ σῇ εὐτόλμῳ ἐνστάσει γραῖα Ἴα πανεύφημε· ἀθλητικοῖς γὰρ πόνοις ἄχρις αἵματος ὑπομείνασα, ἀθλητικῶν ἐπάθλων ἔτυχες παρὰ Κυρίου. Αὐτὸν οὖν ἀδιαλείπτως ἱκέτευε, ὑπὲρ ὑγίειας τοῦ σύμπαντος κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.
Μαρτυρικοῖς ὡραϊσμένη στίγμασι, πρὸς τὴν οὐράνιον ἀνέδραμες παστάδα, ἐν προβεβηκυῖᾳ ἡλικίᾳ, Ἴα στεῤῥόψυχε. Σαπφείροις γὰρ καὶ λίθοις πολυτίμοις στολισαμένη, τὴν στολὴν τῆς σῆς ψυχῆς ἐπορφύρωσας, οἰκείοις σου αἵμασιν. Οὐρανίῳ γὰρ φρονήματι κατατολμήσασα, βασάνων ποικίλων, στεφάνων ἠξιώθης ἀφθάρτων, ὧν καὶ ἡμᾶς τυχεῖν πρέσβευε, τῷ ἀθανάτῳ παντάνακτι.

Δόξα. Ἦχος δ΄.
Ὡς ἀδάμας ἔστης ἐν ταῖς κακώσεσι, καὶ τυραννικὴν μανίαν Ἴα κατέπτηξας, ἀνωτέρα οὖν πασῶν τῶν κολάσεων φανεῖσα, Ἀγγέλων συνήφθης τάξεσιν, ἁγιασμὸν καὶ ἔλεος πιστοῖς παρέχουσα, τοῖς τελοῦσι τὴν μνήμην σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἡ παγκόσμιος χαρά, ἐκ τῶν δικαίων ἀνέτειλεν ἡμῖν, ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἡ πανύμνητος Παρθένος· ἥτις δι᾿ ὑπερβολὴν ἀγαθότητος, ναὸς Θεοῦ ἔμψυχος γίνεται, καὶ μόνη κατὰ ἀλήθειαν, Θεοτόκος γνωρίζεται. Αὐτῆς ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ἑώας θεῖε βλαστέ, τῆς γενναιότητος ὀσφράδιον εὔοσμον, ἐχθροῦ ἡ καταβαλοῦσα, τοῦ Σαβωρίου ὀφρῦν, καὶ τοῦ μαρτυρίου διανύσασα, ὁδὸν ὥσπερ ἄσαρκος, ἐν σῷ γήρατι πάνσεμνε, ἀλκίφρον Ἴα, καὶ ὀδμὴν τὴν οὐράνιον, διαπνεύσασα, εὐσεβῶν ὁμηγύρεσιν· ὅθεν τὴν θείαν μνήμην σου, τιμῶντες γηθόμενοι, ἀναβοῶμεν· μὴ παύσῃ, ἐκδυσωποῦσα τὸν Κύριον, εἰρήνην διδόναι, καὶ ὑγίειαν κατ’ ἄμφω, τοῖς εὐφημοῦσί σε.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις, ἡ δι’ Ἁγίας Γραφῆς, ἣν ἀπὸ στήθους Χριστομάρτυς ἐγίγνωσκες, διδάσκουσα γεγηθυῖᾳ, Περσίδος ταῖς γυναιξίν, εἰς ἣν κατεστάθης ὡς αἰχμάλωτος, καὶ πάσας ἐγείρουσας, εἰς τοῦ Κτίσαντος αἴνεσιν, τοῦ Θεανθρώπου, Ἰησοῦ ἀξιάγαστε, Ἴα πάγκαλε, Ἀθληφόρων ἀγλάϊσμα· ὅθεν καὶ τῆς ἀθλήσεως, τὸ σκάμμα διέδραμες, νομίμως καὶ ἠξίωθης, ἀπολαβεῖν νίκης κότινον, ζωῆς τῆς ἀλήκτου, ἐκ χειρῶν τοῦ Ἀθλοθέτου, τοῦ γέρα νέμοντος.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Χαίροις, ὁ τῆς ἀνδρείας λειμών, ὁ ἐξανθήσας μαρτυρίου πανεύοσμα, κιννάμωμα εὐωδίας, τὴν Ἐκκλησίαν Χριστοῦ, ἀρετῆς ἐνθέου πᾶσαν πλήσαντα· διὸ νῦν οἱ σύλλογοι, φιλεόρτων τὴν μνήμην σου, τὴν σεβασμίαν, Ἴα Μάρτυς γεραίροντες, τὰς πρὸς Κύριον, ἐκζητοῦμεν δεήσεις σου, ἵνα ταχὺ διώξωμεν, ἠθῶν καταπτώσεως, καὶ ἁμαρτάδων παντοίων, τὴν δυσωδίαν πολύαθλε, ἡ ἐν ἡλικίᾳ, ἀληθῶς προβεβηκυῖᾳ, στεῤῥῶς ἀθλήσασα.


Δόξα. Ἦχος πλ. δ΄.
Τὸν καλὸν ἀναδεξαμένη ἀγῶνα τῆς πίστεως, ὑπερεφρόνησας τῆς γηραλέας γυναικείας φύσεως, καὶ ἀνδρικῶς νομίμως Ἴα ἠγωνίσω. Θωρακίσασα γὰρ σεαυτὴν τῇ τοῦ Χριστοῦ χάριτι, ἀνδρείας ἀδιάσειστος στῦλος ὤφθης, καὶ γενναιότητος ἀσάλευτον κρηπίδωμα. Καὶ νῦν μέτοχος τῆς χαρᾶς τῶν Ἀγγέλων ὑπάρχουσα, Κυρίῳ πρέσβευε τῷ σὲ ἐν σταδίῳ κραταιώσαντι, σώζεσθαι τοὺς τιμῶντας τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε ἅπαντες πιστοί, πρὸς τὴν Παρθένον δράμωμεν· ἰδοὺ γὰρ γεννᾶται, ἡ πρὸ γαστρὸς προορισθεῖσα τοῦ Θεοῦ ἡμῶν Μήτηρ, τὸ τῆς παρθενίας κειμήλιον, ἡ τοῦ Ἀαρὼν βλαστήσασα ῥάβδος, ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαί, τῶν Προφητῶν τὸ κήρυγμα, καὶ τῶν δικαίων, Ἰωακεὶμ καὶ Ἄννης τὸ βλάστημα. Γεννᾶται τοίνυν, καὶ ὁ κόσμος σύν αὐτῇ ἀνακαινίζεται, Τίκτεται, καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς εὐπρέπειαν καταστολίζεται, ὁ ναὸς ὁ ἅγιος, τὸ τῆς θεότητος δοχεῖον, τὸ παρθενικὸν ὄργανον, ὁ βασιλικός θάλαμος, ἐν ᾧ τὸ παράδοξον τῆς ἀποῤῥήτου ἑνώσεως, τῶν συνελθουσῶν ἐπὶ Χριστοῦ φύσεων, ἐτελεσιουργήθη μυστήριον· ὃν προσκυνοῦντες ἀνυμνοῦμεν, τὴν τῆς Παρθένου πανάμωμον γέννησιν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Εὐωδέστατον ἄνθος Χριστοῦ τῆς πίστεως ὀδμαῖς καθήδυνας πάντας, εὐψύχου διαγωγῆς, Ἴα πίστεως περίδοξε ἀθλήτρια, ἡ ὡς νεᾶνις τὴν ὁδόν, ἐν σῷ γήρατι καλῶς, ἀνύσασα μαρτυρίου, καὶ πρὸς τὸν Κτίστην δειχθεῖσα, ἡμῶν μεσίτρια διάθερμος.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον της ἑορτῆς. Ἦχος δ'
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

Ἀπόλυσις









ΟΡΘΡΟΣ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον Σου Σωτήρ.
Μαρτύρων γυναικῶν, καλλονὴ Ἀθληφόρε, ὡς μύρον ἐκλεκτόν, καὶ θυμίαμα θεῖον, Κυρίῳ προσήγαγες, τῶν αἱμάτων χεύματα, καὶ ἀπείληφας, ὥσπερ ἀντίδωρον στέφος, ἀμαράντινον, χαρᾶς ἀτέρμονος Ἴα· διό σε δοξάζομεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Τοῦ λίθου σφραγισθέντος
Τεχθεῖσα παραδόξως στειρωτικῶν ἐξ ὠδίνων, παρθενικῶν ἐκ λαγόνων ἐκύησας ὑπὲρ φύσιν· ὡραῖος φανεῖσα γὰρ βλαστός, ἐξήνθησας τῷ κόσμῳ τὴν ζωήν· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν, βοῶσί σοι Θεοτόκε· Δόξα τῇ νῦν προόδῳ σου σεμνή· δόξα τῇ παρθενίᾳ σου· δόξα τῇ κυοφορίᾳ σου, μόνη πανάχραντε.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Περσίδος τοῦ ἄνακτος τοῦ δυσσεβοῦς τὴν ὀφρῦν, ἐπάτησας λόγοις σου, τοῖς θεοσόφοις σεμνή, καὶ ἤθλησας ἄριστα· ὅθεν τὴν σὴν ἁγίαν, ἑορτάζοντες μνήμην, Ἴα μεγαλομάρτυς, σᾶς εὐχὰς ἐκζητοῦμεν, πρὸς κτῆσιν ἀρετῶν καὶ χαρᾶς, τῆς ὑπὲρ ἔννοιαν.
Δόξα. Καὶ νῦν... Τῆς Ἑορτῆς, ὅμοιον
Ἰούδα μεγαλύνθητι καὶ κραταιούσθω Δαυΐδ· Ἀδὰμ ἀνακαινίσθητι καὶ εὐφραινέσθω Λευΐ, ἐξ ὧν μοι ἐτέχθη Χριστός. Τεῖνόν σου τὴν κινύραν, ὑμνογράφε καὶ λέγε· Τίς ἐστιν ἡ τεχθεῖσα, ἣν καλεῖς θυγατέρα; Τροφός ἐστι τῆς ζωῆς μου, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

Μετὰ ταὸν Πολυέλεον. Κάθισμα . Ἦχος γ΄. Τὴν ὡραιότητα
Μαρτύρων πρόβολε, λαμπὰς πολύφωτος, ἀνδρείας πέφηνας, καλῶς ἀθλήσασα, καὶ κατηγλάϊσας πιστῶν τῷ φέγγει σου θείων ἄθλων, πάντων τὴν διάνοιαν, Ἀθληφόρε ἀήττητε, Ἴα θεοδόξαστε· ὅθεν πάντες τὴν μνήμην σου, τιμῶντες τὴν λαμπρὰν ἐκβοῶμεν· Χαῖρε Κυρίου καλλιμάρτυς.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.
Ἀναβόησον Δαυΐδ, τί ὤμοσέ σοι ὁ Θεός; Ἅ μοι ὤμοσε φησί, καὶ ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρθένον· ἐξ ἧς ὁ πλαστουργός, Χριστὸς ὁ νέος Ἀδάμ, ἐτέχθη βασιλεύς, ἐπὶ τοῦ θρόνου μου· καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν βασιλείαν ἀσάλευτον. Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.






Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, κατὰ Μᾶρκον: Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν… (Ζήτει τῇ Δευτέρᾳ τῆς ΙΕ’ Ἑβδομάδος Ματθαίου)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Τοὺς ὑπὲρ τῆς πίστεως ἀγῶνάς σου ἐδόξασεν ὁ Κύριος, δι’ ὧν ἐχθρὸν ἐθριάμβευσας ἐν ἀσθενείᾳ γήρατος, Ἴα μεγαλομάρτυς ἀήττητε· ἐκχύσασα γὰρ ὑπὲρ τῆς εὐσεβείας τὸ αἷμά σου, χαρᾶς ἀδιαδόχου ἠξιώθης ἐν οὐρανίῳ παστάδι. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον Ἀθληφόρε, τοὺς ἑορτάζοντας πόθῳ τὴν ἀεισέβαστον μνήμην σου.

Ὁ Κανὼν τῆς Μάρτυρος, οὗ ἡ ἀκροστιχίς: Ἴαν μέλπω τὴν μεγαλομάρτυρα ἐκθύμως. Χ.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Ἰσχὺν δός μοι Κύριε, ὑμνῆσαι Ἴαν τὴν ἔνδοξον, καὶ λόγον παράσχου μοι, ἐγκωμιάσαι αὐτῆς, τὰ παλαίσματα, καὶ ἄθλησιν τὴν θείαν, δι’ ἧς καὶ ἠξίωται, δόξης τῆς κρείττονος.
Ἀνέλαμψας πάμφωτε, τῇ Ἐκκλησίᾳ τοῦ Κτίσαντος, λαμπὰς ὡς πολύφωτος, ἀνδρείας καὶ ἀρετῆς, Ἴα πάνσοφε, καὶ ηὔγασας τῷ φέγγει, ἡμῶν τὴν διάνοιαν, ἄθλων τιμίων σου.
Νομίμως διήνυσας, τοῦ μαρτυρίου τὸ στάδιον, καὶ ᾔσχυνας λόγοις σου, καὶ σῇ στεῤῥᾷ ἀγωγῇ, τὸν Σαβώριον, τὸν πλάνον Μάρτυς Ἴα, ἀθλήσεως καύχημα, περιφανέστατον.
Θεοτοκίον.
Μαρτύρων ἀγλάϊσμα, θεοχαρίτωτε Δέσποινα, τῆς Ἴας ἐντεύξεσι, τῆς Ἀθληφόρου ταχύ, πέμψον ἅπασι, τὴν χάριν τοῦ Υἱοῦ Σου, καὶ ἄμετρον ἔλεος, Τούτου Μητρόθεε.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Ἐν σώματι ὄντως γηραλέῳ, ἠγώνισαι Ἴα θαυμαστῶς, καὶ πλάνον καταβέβληκας, Σαβώριον λατρεύοντα, στοιχεῖα τὰ τῆς φύσεως, ὕδωρ καὶ πῦρ Μάρτυς ἄριστε.
Λαμπρῶν Ἀθληφόρων ἀνεδείχθης, λευκάνθεμον Ἴα μυριστόν, εὐωδιάζον ἅπαντας, ὀδμαῖς σῆς γενναιότητος, καὶ εὐωδίᾳ πόνων σου, τῶν ὑπὲρ νοῦν καὶ διάνοιαν.

Περσίδος γυναίων τὰς χορείας, καὶ συναιχμαλώτων σοι χορούς, ἐφαίδρυνας τοῖς λόγοις σου, καὶ γυναικῶν τὸν σύλλογον, τῆς κώμης σου τοῖς φθέγμασι, καὶ σῷ λαμπρῷ παραδείγματι.
Θεοτοκίον.
Ὡς Λόγου Θεοῦ Μητέρα πάντες, τιμῶντές Σε πόθῳ ἀγαθή, Παρθένε καὶ διάσωσμα, βροτείου γένους κράζομεν· ὑπὲρ ἡμῶν τῷ Τόκῳ Σου, μὴ διαλίπῃς πρεσβεύουσα.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Μάρτυς ἔνδοξε, ἠγλαϊσμένη, Ἴα πάνσεμνε, ἡ ἐν τῷ πόλῳ, ἐντρυφῶσα θεϊκῆς ὡραιότητος, μὴ διαλίπῃς Χριστὸν ἱκετεύουσα, ὑπὲρ τῶν ὕμνοις τιμώντων σὴν ἄθλησιν, τὴν πανσέβαστον καὶ ᾄσμασι τὴν σὴν ἔνστασιν, στεφόντων καὶ σὴν μνήμην τὴν ἀοίδιμον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ'. Τὸ προσταχθὲν μυστικῶς.
Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω· ὁ τοῦ Θεοῦ γὰρ οὐρανός, ἐν γῇ ἐτέχθη, ἡ Θεόνυμφος αὕτη ἐξ ἐπαγγελίας. Ἡ στεῖρα βρέφος θηλάζει τὴν Μαριάμ· καὶ χαίρει ἐπὶ τῷ τόκῳ Ἰωακείμ. Ῥάβδος λέγων ἐτέχθη μοι, ἐξ ἧς τὸ ἄνθος Χριστός, ἐβλάστησεν ἐκ ῥίζης Δαυΐδ. Ὄντως θαῦμα παράδοξον!

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Τῆς αἰχμαλωσίας Ἴα, Μάρτυς πεῖραν ἀπείληφας, σὺν Ἡλιοδώρῳ, ἐπισκόπῳ θείῳ καὶ τάγματι, ἑκατοντάδων περίπου ἐνενήκοντα, εἰς τὸ ὄνομα, βεβαπτισμένων τοῦ Κτίσαντος.
Ἤχθης Ἴα εἰς τὴν πόλιν, Βεθχουζᾶ ὡς αἰχμάλωτος, ἔνθα τοῦ Σωτῆρος, πίστιν τὴν ἁγίαν ἐδίδαξας, ταῖς γυναιξὶ μὴ γνούσαις τὴν ἀλήθειαν, καὶ τὸν σώζοντα, μόνον δυνάμενον Κύριον.
Νίκην ἤγαγες ὡραίαν, κατ’ ἐχθροῦ εἰδωλόφρονος, σὲ τοῦ παραδόντος, εἰς πικρὰς βασάνους καὶ θάνατον, δι’ ἐκτομῆς κεφαλῆς τῆς παναγίας σου, Ἴα πάνσοφε, Μάρτυς Κυρίου καλλίνικε.
Θεοτοκίον.
Μῆτερ Λόγου τοῦ Ὑψίστου, φωτοφόρον παλάτιον, παρθενίας ὤφθης, καὶ λαμπὰς φαιδρὰ ταπεινώσεως· διό Σε πάντες ὡς οἶκον ἁγιότητος, μεγαλύνοντες, τὰς Σὰς λιτὰς ἐκδεχόμεθα.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ἐξέστησαν ἅπαντες, οἱ πλάνοι θεασάμενοι, θαῤῥος τῆς ψυχῆς σου Μάρτυς Ἴα, ἐν ταῖς βασάνοις, καὶ τοῖς πικροῖς αἰκισμοῖς, οὓς ἔτλης ὑμνοῦσα ἀκλινῶς, τὸν ἐνδυναμοῦντά σε, ἐν σταδίῳ Θεάνθρωπον.
Γεώργιον πέφηνας, ὠδίνων Ἴα πάγκαλε, Μάρτυς ἐναρέτων καὶ ἀμέμπτων, ἠθῶν τῷ ὄντι· διό σε πάντες λαμπρῶς, τιμῶμεν πολύφορον καρπόν, πίστεως τὴν φέρουσαν, καὶ ἀρίστης ἀθλήσεως.

Ἀνέδραμες χαίρουσα, πρὸς τὴν ζωὴν τὴν ἄληκτον, καὶ ἀγήρω Ἴα καλλιμάρτυς, θανατωθεῖσα, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, τῆς κτίσεως πάσης Πλαστουργοῦ, ὑποδεξαμένου σε, οὐρανῶν ἐν σκηνώμασι.
Θεοτοκίον.
Λαμπρύνεις τὰ σύμπαντα, τῇ θείᾳ προστασίᾳ Σου, κεχαριτωμένη Θεοτόκε, καὶ ἀπελαύνεις, ἀποστασίας ἡμῶν, δεινὴν σκοτομήνην Μαριάμ, τῶν καταφευγόντων Σοι, καὶ λαμπρῶς ἀνυμνούντων Σε.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Οὐδόλως Ἴα κατίσχυσεν, ὁ ἄφρων κηλιδῶσαι Σαβώριος, στολὴν καρδίας σου, πεποικιλμένην τῆς πίστεως, σπαφείροις πολυτίμοις, Μαρτύρων καύχημα.
Μαρτύρων στέφος ἀπείληφας, ἐν γήρατι τιμίῳ σου ἄλκιμε, ὁμολογήσασα, Χριστοῦ τὸ ἅγιον ὄνομα, καὶ δι’ Αὐτὸν σὸν αἷμα, ἐκθύμως χύσασα.
Ἀνόμων κράτος κατήσχυνας, καὶ τμῆσιν καθυπέμεινας κάρας σου, καθάπερ ἄσαρκος, Ἴα τρισμάκαρ ἐν γήρατι, βάθει· διὸ ἀξίως, καὶ ἐστεφάνωσαι.
Θεοτοκίον.
Ῥοὰς δακρύων τῶν δούλων Σου, Παρθένε μὴ παρίδῃς βοῶμέν Σοι· Θεογεννήτρια, ἀλλὰ αὐτὰς Σῶν δεήσεων, ἀπόσμηξον τῷ μάκτρῳ, πρὸς τὸν Θεάνθρωπον.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῆς γενναιότητος ὀσφράδιον τὸ πάντερπνον, καὶ εὐψυχίας ἴον ἥδιστον τιμήσωμεν, Ἀθληφόρον τὴν πρεσβῦτιν τὴν προσαχθεῖσαν, εὐωδίας εἰς ὀσμὴν τῷ Παντοκράτορι, δι’ ἀθλήσεως ἀρίστης ἐν τοῖς σκάμμασι, πόθῳ κράζοντες· Χαίροις Ἴα πανεύφημε.
Ὁ Οἶκος.
Ἄγγελοι σὴν ἀνδρείαν, ἐν σκηναῖς οὐρανίοις, ἀνύμνησαν σὴν ἄθλησιν Ἴα, καὶ ὁ ἀθλοθέτης Χριστός, ἀφθαρσίας στέφει κορυφὴν ἔστεψε, σὴν θείαν ἣν ἀπέταμε Σαβώριος· διὸ βοῶμεν·
Χαῖρε, τὸ ἴον τῆς Ἐκκλησίας·
χαῖρε, τὸ ῥόδον τῆς εὐψυχίας.
Χαῖρε, Ἀθληφόρων εὐῶδες ὀσφράδιον·
χαῖρε, στεφηφόρων γυναίων κιννάμωμον.
Χαῖρε, ἄρωμα πανεύοσμον, ἀγωγῆς ἀθλητικῆς·
χαῖρε, σκήνωμα πολύτιμον, εὐτολμίας ἀνδρικῆς.
Χαῖρε, ὅτι κάθεῖλες τῶν ἀπίστων μανίαν·
χαῖρε, ὅτι ἐτμήθης κάραν σὴν τὴν ἁγίαν.
Χαῖρε, Χριστοῦ ὁρῶσα τὴν ἔλλαμψιν·
χαῖρε, ἐχθροῦ νεκροῦσα τὴν κάκωσιν.
Χαῖρε, σεμνῶν γυναικῶν ὡραιότης·
χαῖρε, λαμπρῶν Ἀθληφόρων ἀκρότης.
Χαίροις, Ἴα πανεύφημε.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἴας, πρεσβύτιδος τὴν ἡλικίαν.
Ὀσμὴν μύρων ἔπνευσεν ἡ Μάρτυς, Ἴα,
ἐρυθροβαφῶν αἱμάτων ἀτμοπνόων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοδώρας τῆς ἐν Ἀλεξανδρείᾳ.
Καὶ σχῆμα καὶ νοῦν ἀῤῥενοῖ Θεοδώρα,
καὶ τὸν μέγαν νοῦν αἰσχύνει πρὸ τοῦ τέλους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐφροσύνου τοῦ μαγείρου.
Ἤνεγκε πᾶν δύσοιστον εὐψύχως βάρος,
θείας ὁ Εὐφρόσυνος ἠδονῆς χάριν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Διοδώρου, Διομήδους καὶ Διδύμου.
Διόδωρος μάστιξι σὺν τοῖς συνάθλοις,
τὴν σάρκα δόντες, μαστιγοῦσι τὴν πλάνην.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Δημήτριος, καὶ Εὐανθία ἡ σύζυγος αὐτοῦ, καὶ Δημητριανὸς ὁ υἱὸς αὐτῶν, λιμῷ τελειοῦνται.
Ἄγχουσιν οἱ τρεῖς ἀρτολιμῷ γεννάδαι,
ἄρτους τὸν αἰτήσαντα δεῖξαι τοὺς λίθους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὀσιομάρτυρος Θεοδώρας τῆς ἐκ Πελοποννήσου, κειμένης ἐν τῷ χωρίῳ Βάστᾳ Ἀρκαδίας.
Θεω ὥσπερ δώρημα Μῆτερ προσῆξας,
Πόνους ἀσκήσεως καὶ χύσιν αἱμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων· Ἠλιοὺ τοῦ Σπηλαιώτου καὶ Ἀρσενίου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Γρηγορίου, Θεοδώρου καὶ Λέοντος, τῶν ἐν Σάμῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν λειψάνων τῶν Ὁσίων Σεργίου καὶ Γερμανοῦ, τῶν ἐν Βαλάμῃ θαυματουργῶν, ἐκ τῆς Νοβαγράδας (Νεαπόλεως) ἐπιστραφέντων εἰς τὴν ἐν Βαλάμῃ ἱερὰν αὐτῶν μονήν.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Τοῦ ἀλάστορος βουλεύματα κατήσχυνας Ἴα πανθαύμαστε, ἐνστάσει σῇ γεραρᾷ, καὶ θείας ἐνέπλησας, χαρᾶς χριστώνυμον, γένος λείψανον, τὸ σὸν λαβὸν τὸν ἅγιον, καὶ κηδεῦσαν καθηκόντως
Ὕμνοις πρέπουσι τὸ ἄφθαρτόν σου λείψανον, εἰς Βασιλεύουσαν, μετεκομίσθη λαμπρῶς, καὶ οἶκον ἐκόσμησε, σὸν Ἴα πάνσεπτον, ὃν ἐδόμησαν, οἱ εὐσεβεῖς ταῆς Πόλεως, ἔξω τῆς Χρυσῆς τῆς Πύλης.
Ῥείθροις θείου σου πορφυρωθεῖσα αἵματος, παρέστης ἔνδοξος, τῷ σῷ Σωτῆρι Χριστῷ, καὶ ὥσπερ θησαύρισμα, πιστοῖς δεδώρηται, Ἴα λείψανον, σὸν ἄφθαρτον τοῖς κράζουσι· Χαῖρε γραῖα καλλιμάρτυς.
Θεοτοκίον.
Ἀειπάρθενε Μαρία γένος βρότειον τῆς πάλαι πτώσεως, τοῦ πρωτοπλάστου Ἀδάμ, διὰ τοῦ πανσέπτου Σου, Υἱοῦ λελύτρωσαι, τοῦ ὑψώσαντος, ἡμᾶς δι’ ἀγαθότητα, πρὸς τὴν πρώτην εὐκληρίαν.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Ἔστης ἀπερίτρεπτος ἐν πάσαις, βασάνοις τοῦ Σαβωρίου Ἴα εὔψυχε, καὶ τομὴν αὐχένος σου, τοῦ σεπτοῦ ὑπέμεινας, ἐν τῷ σταδίῳ κράζουσα· Χριστὸν τὸν Κύριον, οἱ παῖδες, εὐλογεῖτε ἐκθύμως, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Κόσμημα Μαρτύρων ἀνεδείχθης, ἀνδρείᾳ σου παῤῥησίᾳ πρὸ τοῦ βήματος, τοῦ ἀπίστου ἄρχοντος, Ἴα χαριτόβρυτε· διὸ τὴν θείαν μνήμην σου, νῦν ἑορτάζοντες, τὰς θείας σου, λιτὰς ἐκζητοῦμεν, πρὸς τὸν Ζωοδότην, καὶ πάντων Βασιλέα.
Θείᾳ τὴν ψυχήν σου τετρωμένη, ἀγάπῃ τὰς ἀλγηδόνας καθυπέμεινας, ἀνδρικῶς ἀθλήσεως, σῆς στεῤῥᾶς καὶ τμήσεως, αὐχένος τοῦ τιμίου σου, τῷ δυναμώσαντι, βοῶσα· δέξαι Σῶτερ σὴν δούλην, σὲ τὴν ἀγαπῶσαν, ἐκ βάθους τῆς καρδίας.
Θεοτοκίον.
Ὕμνοις ἀνυμνήσωμεν τὴν μόνην, πανύμνητον Θεοτόκον τὴν κυήσασαν, ἀποῤῥήτως Κύριον, καὶ ἐπανορθώσασαν, τὴν ἔκπτωσιν προπάτορος, Ἀδὰμ κραυγάζοντες· ἁγνὴ θεοχαρίτωτε χαῖρε, πρόξενε τοῦ γένους, μερόπων σωτηρίας.

ᾨδὴ θ’. Ἅπας γηγενής.
Μάρτυς ἀψευδής, Χριστοῦ ἐχρημάτισας, Ἴα πανένδοξε, ᾯ τὰ ῥεῖθρα ἤνεγκας, τοῦ σοῦ οἰκείου, ἀσμένη αἵματος· διὸ τὴν θείαν μνήμην σου, πανηγυρίζοντες, εὐσεβούντων, οἱ χοροὶ ὑμνοῦμέν σε, ὡς Μαρτύρων σεπτῶν ἀκροθίνιον.
Ὥσπερ θεαυγῶν, γυναίων ὑπόδειγμα, σὲ μακαρίζομεν, Ἴα τὴν τὸ πέλαγος, τοῦ μαρτυρίου, εὐτόλμως πλεύσασαν, καὶ ὅρμῳ προσχωρήσασαν, ζωῆς ἐν δώμασιν, οὐρανίοις, ἔνθα σὺν τοῖς τάγμασι, τῶν Ἀγγέλων δοξάζεις τὸν Κύριον.
Στῦλε ἀκλινές, ἀνδρείας τὸ ἄχραντον, νῦν καὶ ἀμήχανον, καθορᾷς τοῦ Κτίσαντος, κάλλος ἐν δόμοις, ἀϊδιότητος· σὺ γὰρ παρεῖδες μάστιγας, σαρκὸς ἐπώδυνον, Μάρτυς ξέσιν, Ἴα καὶ τὸν θάνατον, δι’ ἀγάπην ἐδέξω τοῦ Κτίσαντος.
Θεοτοκίον.
Χαῖρε τοῦ Θεοῦ, εὐρύχωρον σκήνωμα, καὶ ἐνδιαίτημα, Παναγία Δέσποινα, ἀναβοῶμεν, Θεογεννήτρια· ἐκ Σοῦ γὰρ σεσωμάτωται, ὁ ὑπερούσιος, ᾯ ἀπαύστως, δόξαν πάντες πέμποντες, σὲ ᾠδαῖς μυστικαῖς μεγαλύνομεν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ὡς ἴον εὐωδέστατον, ἐμύρισας τὰ σύμπαντα, ὀδμαῖς τῆς σῆς εὐψυχίας, καὶ μαρτυρίου γενναίου, ἐν ἡλικίᾳ γήρατος· διό σε μακαρίζοντες, τὴν μυροβόλον μνήμην σου, ἐπιτελοῦμεν ἀξίως, Ἴα Χριστοῦ καλλιμάρτυς.
Ἕτερον, τῆς ἑορτῆς, ὅμοιον
Ἀδὰμ ἀνακαινίσθητι, καὶ Εὔα μεγαλύνθητι, Προφῆται σὺν Ἀποστόλοις, χορεύσατε καὶ Δικαίοις, κοινὴ χαρὰ ἐν τῷ κόσμῳ, Ἀγγέλων τε καὶ ἀνθρώπων, ἐκ τῶν Δικαίων σήμερον, Ἰωακεὶμ καὶ τῆς Ἄννης, γεννᾶται ἡ Θεοτόκος.

Αἶνοι. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ταῆς πρεσβύτιδος ἄθλησιν, ταὴν γενναίαν γεραίροντες, καὶ ταῆς κάρας ἔκτμησιν μεγαλύνοντες Ἴας ἀλκίφρονος Μάρτυρος, ἐκθύμως κραυγάζομεν· Ἀθληφόρων καλλονή, ἡ ἀσθένειαν γήρατος, καὶ ταῆς φύσεως, παριδοῦσα ταὸ χαῦνον μὴ ἐλλίπῃς, ἱκετεύουσα ταὸν Κτίστην, ὑπὲρ ταῶν πόθῳ τιμώντων σε.

Δεῦτε πάντες φιλέορτοι, εὐφημήσωμεν ᾄσμασιν, Ἴαν ταὴν ἀήττητον καλλιμάρτυρα, ταὴν Σαβωρίου αἰσχύνασαν, ταὸ ἄνομον φρύαγμα, καὶ ταὴν τμῆσιν κεφαλῆς, εὐθαρσῶς ὑπομείνασαν, δι’ ἀγάπησιν, τοῦ Χριστοῦ στεφανοῦντος τοὺς ἀθλοῦντας, ἐν τοῖς σκάμμασι νομίμως, καὶ γέρα νέμοντος ἅπασιν.

Ἴον πίστεως εὔοσμον, καὶ ἀθλήσεως κύμινον, Ἴαν ταὴν στεῤῥόψυχον ἀνυμνήσωμεν, ταὴν ἀσιγήτως διδάσκουσαν, Κυρίου ταὸ ὄνομα, ταῆς Περσίδος γυναιξί, καὶ ταῖς συναιχμαλώτοις σου, Μάρτυς ἔνδοξε· ὅθεν πάντες σῶν πόνων εὐωδίᾳ, ἀπολαύοντες αἰνοῦμεν, ταὸν σὲ ἰσχύσαντα Κύριον.




Ταὸ σὸν ἄφθαρτον λείψανον, εὐσεβεῖς μετεκόμισαν, εἰς Κωνσταντινούπολιν καὶ ἀπέθεσαν, αὐτὸ εἰς τέμενος πάγκαλον, ὃ πόθῳ ἐδόμησαν, ἔξω Πύλης ταῆς Χρυσῆς, Ἴα βάθρον ταῆς πίστεως, ἀδιάσειστον, καὶ κρηπὶς εὐψυχίας καὶ ἀνδρείας, ἡ ἐν γήρατι Μαρτύρων, στέφος λαβοῦσα ἀμάραντον.

Δόξα. Ἦχος πλ. α΄.
Ὁλικῶς ἀτενίζουσα ταῷ σῷ Σωτῆρι Χριστῷ, μαρτυρίου ταὰς βασάνους ὡς ἄσαρκος, ὑπέμεινας Ἴα πολύαθλε· ὑπερφρονήσασα γὰρ ταῆς ἀσθενείας τοῦ γήρατος, εὐσθενῶς ἐνήθλησας, καὶ Σαβωρίου ταὴν ἰσχὺν κατεπάτησας· ὅθεν ὡε μεγαλομάρτυς, δόξης ἀλήκτου ἀξιωθεῖσα, μὴ παύσῃ Χριστῷ πρεσβεύουσα, ὑπὲρ ταῶν τιμώντων ταὴν σὴν ἀήττητον ἄθλησιν.

Καὶ νῦν... Τῆς Ἑορτῆς. Ἦχος πλ. β'
Αὕτη ἡμέρα Κυρίου, ἀγαλλιᾶσθε λαοί· ἰδοὺ γὰρ τοῦ φωτὸς ὁ νυμφών, καὶ ἡ βίβλος τοῦ λόγου τῆς ζωῆς, ἐκ γαστρὸς προελήλυθε· καὶ ἡ κατὰ ἀνατολὰς πύλη ἀποκυηθεῖσα, προσμένει τὴν εἴσοδον, τοῦ Ἱερέως τοῦ μεγάλου, μόνη καὶ μόνον εἰσάγουσα Χριστὸν εἰς τὴν οἰκουμένην, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ἡ ἀθλήσασα εὐσεβῶς, ἐν προβεβηκυῖᾳ, ἡλικίᾳ ὑπὲρ Χριστοῦ, Ἴα καλλιμάρτυς, καὶ θείας εὐωδίας, ἡ πλήσασα καὶ σθένους, πᾶσαν ὑφήλιον.