Κυριακή 30 Ιουνίου 2019

ΑΥΓΟΥΣΤΟΣ Ε΄. ΑΓΙΑ ΝΟΝΝΑ ΑΚΟΛΟΥΘΙΑ




ΑΥΓΟΥΣΤΟΣ Ε΄

ΝΟΝΝΑ ΟΣΙΑ

ΑΚΟΛΟΥΘΙΑ

(Φωτίου Τζελέπη)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ’. Ἔδωκας σημείωσιν.

Ἄγγελος φαινόμενος, ἐπὶ τῆς γῆς ἀναδέδειξαι, σεαυτὴν ἐπιτηδείον, πρὸς τοῦ θείου Πνεύματος ἀπεργασαμένη, τὴν ἄκτιστον χάριν· διὸ Ἁγίων ὁρμαθῷ, ἡ Ἐκκλησία σοὶ ἐκπεπλούτισται, ὁσίῳ παραδείγματι, καὶ χριστοφόρῳ μητρότητι, καὶ τῷ ζήλῳ σου ἔνδοξε, πρὸς Θεὸν Ὃν ἠγάπησας. (Δίς)

 

Ἔχουσα ἀκμάζοντα, περὶ Θεὸν πόθον ἅπαντα, τὸν Χριστὸν διεμόρφωσας, καρδίαις τῶν τέκνων σου, πανεύφημε Νόννα, καὶ πρὸς εὐσεβείας, καθοδηγήσασα ὁδόν, προσμαρτυροῦντος ἐντίμου βίου σου, παράδεισον κεκλήρωσαι, καὶ τοῖς Ἁγίοις ἠρίθμησαι, ὑπὲρ πάντων πρεσβεύουσα, τῶν πιστῶς δεομένων σου.

 

Λύρα παναρμόνιος, καὶ εὐμενὴς οἷα γέγονας, βιοτὴν τὴν ἐπίγειον, ὡς μέλος οὐράνιον ἐπιδειξαμένῃ, τρισσόκλεον Νόννα, καὶ καθὼς εἴρηκε Δαυΐδ, ᾆσμᾳ καινῷ τῷ Κυρίῳ ᾔνεσας, ἡδέως μελῳδήσασα, τῶν ἀρετῶν γνησιότητι· διὰ τοῦτο γεραίρομεν, σοῦ τὴν μνήμην πανένδοξε.

 

Δόξα. Ἦχος πλ. α’.

Τὸ κάλλος τῆς εὐζωΐας ἐν Χριστῷ, ἐγγεγραμμένον ἔχουσα ἐν ἑαυτῇ, κεχρυσωμένους τρεῖς κανόνας, βιοτῆς ὁσίας ἡμῖν παρέδωκας, τῇ σώφρονι μητρότητι καὶ τῇ ἐνθέῳ ἀγωγῇ· διὸ πιστοὶ στεφανώσωμεν, τὴν Ἁγίαν Νόνναν χαριστηρίοις ταῖς φωναῖς, καὶ τοῖς προσήκουσιν ὕμνοις, αἰτοῦντες ταῖς αὐτῆς ἱκεσίαις, τὴν ἄνωθεν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Νόμου καὶ Προφητῶν σε Χριστέ, ποιητὴν καὶ πληρωτὴν ἐμαρτύρησαν, ὁρῶντες ἐν τῇ νεφέλῃ, Μωϋσῆς ὁ θεόπτης, καὶ Ἠλίας ὁ ἔμπυρος ἁρματηλάτης καὶ ἄφλεκτος οὐρανοδρόμος, ἐπὶ τῆς Μεταμορφώσεώς σου, μεθ’ὧν καὶ ἡμᾶς τοῦ σοῦ φωτισμοῦ ἀξίωσον Δέσποτα, ὑμνεῖν σὲ εἰς τοὺς αἰῶνας.

 

 

 

 

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.

Τύπος καὶ πλουτισμός, καὶ καύχημα Ἁγίων, μητέρων ἀνεδείχθης, Ἁγία Νόννα· ὅθεν, πιστοὶ σὲ μακαρίζομεν.

 

Στ.: Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσιν, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.

Κρήνη ἡ νοητή, ἡ στάζουσα τὸ γάλα, καὶ πίστεως τὸ μέλι, ἐδείχθης σοῦ τοῖς τέκνοις, Ἁγία Νόννα ἔνδοξε.

 

Στ.: Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ ηὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Κάλλεσιν ἀρετῶν, ποικίλων κοσμηθεῖσα, ἀπὸ Θεοῦ Ἁγία, ὡς κλῖμα καρποφόρον, ἐγένου τὸ πολύτιμον.

 

Δόξα. Τριαδικόν.

Φῶς τὸ ἐκ φωτός, τρισάγιον εὐχαῖς Σου, κατάπεμψον Ἁγία, καὶ σκότος ἁμαρτίας, διάλυσον τῶν δούλων Σου.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

Φύσιν τὴν ἐξ Ἀδάμ, Χριστὸς ἀμεῖψαι θέλων, ἐν ὄρει νῦν ἀπαίρει, Θαβὼρ παραγυμνώσων, τοῖς μύσταις τὴν Θεότητα.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτικίον. Ἦχος πλ. α’. Ταὸν συνάναρχον Λόγον.

Ὡς ἀλάβαστρον μύρον τῆς θείας χάριτος, τρισσοκλεῶς σου τοῖς τέκνοις, τὴν Ἐκκλησίαν Χριστοῦ, εὐωδίασας Ἁγία Νόννα ἔνδοξε, καὶ συζυγίας τῆς σεπτῆς, ὁ πολύτιμος κανὼν ἐδείχθης· διὸ πρεσβεύεις, τῷ Κυρίῳ ἐν παῤῥησίᾳ, ὑπὲρ τῶν πίστει ἀνυμνούντων σε.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.Ἦχος δ'

Χριστοῦ τὴν Μεταμόρφωσιν προϋπαντήσωμεν, φαιδρῶς πανηγυρίζοντες τὰ προεόρτια, πιστοὶ καὶ βοήσωμεν· Ἤγγικεν ἡ ἡμέρα τῆς ἐνθέου εὐφροσύνης, ἄνεισιν εἰς τὸ ὄρος τὸ Θαβὼρ ὁ Δεσπότης, τῆς Θεότητος αὐτοῦ ἀπαστράψαι τὴν ὡραιότητα.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια προεόρτια γ'. Ἦχος δ' Ἔδωκας σημείωσιν

Δεῦτε συνανέλθωμεν, τῷ Ἰησοῦ ἀναβαίνοντι, εἰς τὸ ὄρος τὸ ἅγιον, κἀκεῖ ἀκουσώμεθα, φωνῆς Θεοῦ ζῶντος, Πατρὸς προανάρχου, διὰ νεφέλης φωτεινῆς, προσμαρτυρούσης ἐν θείῳ Πνεύματι, αὐτοῦ τὴν γνησιότητα, τῆς ἀϊδίου Υἱότητος, καὶ τὸν νοῦν φωτιζόμενοι, ἐν φωτὶ φῶς ὀψώμεθα.

Δεῦτε προχορεύσωμεν, καὶ ἑαυτοὺς ἐκκαθάρωμεν, καὶ πιστῶς ἑτοιμάσωμεν, πρὸς θείαν ἀνάβασιν, τῆς ὑψηλοτάτης, Θεοῦ πολιτείας, ὅπως ἐπόπται τῆς αὐτοῦ, μεγαλειότητος ἐποφθείημεν, καὶ δόξης ἐπιτύχοιμεν, ἣν κατιδεῖν ἠξιώθησαν Ἀποστόλων οἱ πρόκριτοι, μυστικῶς ἐν τῷ ὄρει Θαβώρ.

Δεῦτε νῦν τὴν κρείττονα, ἀλλοιωθέντες ἀλλοίωσιν ἐαυτούς εἰς τὴν αὔριον, καλῶς εὐτρεπίσωμεν, ἐν ὄρει προσβῆναι, Θεοῦ τῷ ἁγίῳ, τὴν ἀναλλοίωτον Χριστοῦ, δόξαν ἀστράπτουσαν κατοπτεύσοντες, λαμπρῶς ὑπὲρ τὸν ἥλιον, καὶ τὸ τρισσὸν αὐγαζόμενοι, φῶς ἐν τούτῳ δοξάσωμεν, τὴν αὐτοῦ συγκατάβασιν.

 

Καὶ γ’ τῆς Ὁσίας. Ὁ αὐτός. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τὸν Χριστὸν διηκόνησας, ὁλοψύχως καλλύνασα, σεαυτὴν ταῖς χάρισι Νόννα ἔνδοξε, καὶ ὥσπερ μύρα πολύτιμα, ἐξόχως προσέφερας, Ἐκκλησίᾳ τῇ σεπτῇ, τοὺς Ἁγίους τρεῖς παῖδάς σου, τὸν Γρηγόριον, τὸν Καισάριον καὶ τὴν Γοργονίαν, τὰ εὐῶδη θεῖα κρίνα, καὶ παραδείσου ἡδύπνοα.

 

Τὴν λαμπάδα ἐτήρησας, τῆς ψυχῆς Νόννα ἄσβεστον, καὶ ἐλαίου ἄνευ ταύτην οὐκ ἔλιπες, καὶ φαεσφόρον ἐφύλαξας, τὸ φῶς τὸ οὐράνιον, ἀπαστράπτουσα Χριστοῦ, διαλύον ἐφάμαρτον σκότος· ὅθεν σου, τὴν σεβάσμιον μνήμην ἐκτελοῦντες, σοῦ δεόμεθα τὰς τρίβους, ἡμῶν φωτίζειν ἑκάστοτε.

 

Περισσῶς ἐπερίσσευσεν, ἐν σοὶ Νόννα ἡ ἄνωθεν, δωρεὰ Χριστώνυμος ὅτι πρόσκαιρα, τὰ ἐπὶ γῆς θεωρήσασα, ὡς ξένη τὸν βίον σου, κατηνάλωσας· διό, ὡς πηγὴ ἄλλη βλύσασα θεῖα νάματα, Ἐκκλησίαν κατήρδευσας τοῖς τέκνοις, τοῖς τρισί σου καὶ πρεσβεύεις, ὑπὲρ τῶν πόθῳ τιμώντων σε.

 

 

 

Δόξα. Ἦχος β΄. Ἦχος β ΄.

Ἡ πάνσεπτος μνήμη σου χαρὰν μηνύει τὸ ἔαρ τῶν χαρίτων μυρίζουσα· αἱ μητέρας ᾄσατε ὑμῶν τὸ μέγα, καὶ θεῖον κειμήλιον· οἱ ποιμένες ὑμνήσατε τὴν τέξασαν, τῷ Πνεύματι ποιμένων τὰ πρότυπα, τοὺς δύο Γρηγορίους, πατέρα καὶ υἱόν· οἱ δῆμοι τῶν Ὁσίων σκιρτήσατε, ὅτι διήνθισεν τὴν χορείαν ὑμῶν· διὸ ἡμεῖς οἱ τελοῦντες τὴν μνήμην σου, Ἁγία Νόννα αἰτούμεθα, ταῖς σαῖς πρεσβείαις ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ὁ φωτί σου ἅπασαν τὴν οἰκουμένην ἁγιάσας, εἰς ὄρος ὑψηλὸν μετεμορφώθης ἀγαθέ, δείξας τοῖς Μαθηταῖς σου τὴν δυναστείαν σου, ὅτι κόσμον λυτροῦσαι ἐκ παραβάσεως· διὸ βοῶμέν σοι· Εὔσπλαγχνε Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λ΄ 10-26).

Γυ­ναῖ­κα ἀν­δρεί­αν τίς εὑ­ρή­σει; τι­μι­ω­τέ­ρα δέ ἐ­στι λί­θων πο­λυ­τε­λῶν ἡ τοι­αύ­τη, θαρσεῖ ἐ­π᾿ αὐ­τῇ ἡ καρ­δί­α τοῦ ἀν­δρὸς αὐ­τῆς, ἡ τοι­αύ­τη κα­λῶν σκύ­λων οὐκ ἀ­πο­ρή­σει· ἐνερ­γεῖ γὰρ τῷ ἀν­δρὶ εἰς ἀ­γα­θὰ πά­ντα τὸν βί­ον. Μη­ρυ­ο­μέ­νη ἔ­ρι­α καὶ λί­νον, ἐ­ποί­η­σεν εὔ­χρη­στα ταῖς χερ­σὶν αὐ­τῆς. Ἐ­γέ­νε­το ὡ­σεὶ ναῦς ἐ­μπο­ρευ­ο­μέ­νη μα­κρό­θεν, συ­νά­γει δὲ αὐ­τῆς τὸν πλοῦ­τον, καὶ ἀ­νί­στα­ται ἐκ νυ­κτῶν καὶ ἔ­δω­κε βρώ­μα­τα τῷ οἴ­κῳ καὶ ἔρ­γα ταῖς θε­ρα­παί­ναις· θε­ω­ρή­σα­σα γε­ώρ­γι­ον ἐ­πρί­α­το, ἀ­πὸ δὲ τῶν καρ­πῶν τῶν χει­ρῶν αὐ­τῆς κατε­φύ­τευ­σε κτῆ­μα. Ἀ­να­ζω­σα­μέ­νη ἰ­σχυ­ρῶς τὴν ὀ­σφὺν αὐ­τῆς, ἤ­ρει­σε τοὺς βρα­χί­ο­νας αὐ­τῆς εἰς ἔρ­γον. Ἐ­γεύ­σα­το ὅ­τι κα­λόν ἐ­στι τὸ ἐρ­γά­ζε­σθαι, καὶ οὐκ ἀ­πο­σβέν­νυ­ται ὁ λύχνος αὐ­τῆς ὅ­λην τὴν νύ­κτα. Τοὺς πή­χεις αὐ­τῆς ἐ­κτεί­νει ἐ­πὶ τὰ συμ­φέ­ρο­ντα, τὰς δὲ χεῖ­ρας αὐ­τῆς ἐ­ρεί­δει εἰς ἄ­τρα­κτον. Χεῖ­ρας αὐ­τῆς δι­ή­νοι­ξε πέ­νη­τι, καρ­πὸν δὲ ἐ­ξέ­τει­νε πτω­χῷ, οὐ φρο­ντί­ζει τῶν ἐν οἴ­κῳ ὁ ἀ­νὴρ αὐ­τῆς, ὅ­ταν που χρο­νί­ζῃ· πά­ντες γὰρ οἱ πα­ρ᾿ αὐ­τῇ ἐν­δε­δυ­μέ­νοι εἰ­σί. Διτ­τὰς χλαί­νας ἐ­ποί­η­σε τῷ ἀν­δρὶ αὐ­τῆς, ἐκ δὲ βύσ­σου καὶ πορφύ­ρας ἑ­αυ­τῇ ἐν­δύ­μα­τα, πε­ρί­βλε­πτος δὲ γί­νε­ται ὁ ἀ­νὴρ αὐ­τῆς ἐν πύ­λαις, ἡ­νί­κα ἂν κα­θί­σῃ ἐν συ­νε­δρί­ῳ με­τὰ τῶν πρε­σβυ­τέ­ρων καὶ κα­τοί­κων τῆς γῆς. Σιν­δό­νας ἐ­ποί­η­σε, καὶ ἀ­πέ­δο­το τοῖς Φοίνι­ξι καὶ πε­ριζώμα­τα τοῖς Χα­να­ναί­οις. Ἰ­σχὺν καὶ εὐ­πρέ­πει­αν ἐ­νε­δύ­σα­το, καὶ εὐ­φράν­θη ἐν ἡ­μέ­ραις ἐ­σχά­ταις.

 

 

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Γ΄, 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καί ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται · ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.

 

Λιτή. Ἦχος α’.

Φεγγοβόλος χαρίτων καὶ ἀπαστράπτουσα, Νόννα πολλοῖς ἀγῶσιν ἐδείχθης, καὶ ἠρινὸν ὥσπερ ἄνθος μητρότητος, τὸ χάρισμα ἡδέως εὐωδιάζουσα πάσαις, ταῖς τῶν μητέρων χορείαις ὅτι γάρ, πιστοφόροις συμβουλαῖς καὶ τῷ σῷ παραδείγματι ἅπαν διανόημα εἰς Κύριον τῆς δόξης προσήλωσας, τῶν τέκνων πνευματικῶς ἀναμεστώσασα· ὅθεν ἀνεβλάστησαν ὡς κλίματα, τῆς χάριτος οἱ τρεῖς χρυσοποίκιλτοι, βιοτικοὶ κανόνες ἀπὸ σοῦ· διὸ σύν, τούτοις οἰκεῖς Παραδείσου μονάς, καὶ σὺν αὐτοῖς ἱκετεύεις τὸν Θεόν, ὑπὲρ τῶν δούλων σου.

 

Ἦχος β΄.

Ὦ πόσων δωρεῶν ἐπλήσθης καὶ χάριτος Ἁγία, τῆς συζυγίας τῆς ἀμέμπτου τε καὶ σωφρονεστάτης εὐλογηθείσης ἄνωθεν, τῆς καλῆς μητρότητος, βιοτῆς ἐν Χριστῷ πεπλουτισμένης φωτὶ τὸ τῆς θεώσεως· διόπερ πρεσβεύεις ἀεί, ὑπὲρ εἰρήνης τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.

Τίνα προσάξωμεν ἐγκωμιασμόν σοι, Νόννα θεοτίμητε; Θεῖα ἐκ ψυχῆς σου ἀναβλύσαντα νάματα, ἤρδευσαν τῶν τέκνων σου ψυχάς, μητρικῶς μεταποιήσαντα σαφῶς εἰς ναοὺς τῆς θεότητος, γλυκασμοὺς μυροβόλους τῶν πιστῶν, καὶ χρυσοῦς κανόνας πίστεως· διὸ αἰτοῦμέν σε πόθῳ· τὴν θεοσύναπτον πᾶσιν ἀγάπησιν, παράσχου ἡμῖν τοῖς τιμῶσί σε, ταῖς πρὸς τὸν Κύριον πρεσβείαις, καὶ εἰρήνευσον ταχέως ταῖς εὐχαῖς σου, τὴν νεολαίαν σου.

 

Ἦχος δ΄.

Ἰδανικὴν πολιτείαν ἐβίως ἐν γῇ, ταῖς τοῦ Κυρίου εὐχαῖς κατακοσμήσασα Ἁγία Νόννα, πᾶσαν ἔννοιαν, ἠργάσω χριστομίμητον τὴν εὐτεκνίαν, πόθον Θεοῦ ἀκμάζοντα μονίμως ἔχουσα, καὶ φοροῦσα τὸν νοῦν τῆς ἀληθείας, ἐν Χριστῷ τῷ Θεῷ· ὅθεν ὥσπερ πηγὴ μυροτόκος ἐδείχθης, ἀνέβλυσαν γὰρ ἐκ σοῦ μύρα σωστικὰ καὶ μεστὰ γλυκασμοῦ, τέκνα σου τὰ τρία ἀπὸ γαστρὸς ἀποπνέοντα χάριν καὶ τῶν πιστῶν ὑποδείγματα, τῆς Ἐκκλησίας, τὰ σκεύη τὰ τίμια· διὸ Ἁγία Νόννα, παράσχου εὐχαῖς σου πᾶσιν τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Ἦχος πλ. α΄.

Ὁ ἀπὸ γαστρὸς καρπός σου, εὔφορόν σε ὥσπερ Νόννα, σαφῶς καταγγέλλει ἀγρὸν, ἐν ᾧ τοῦ Χριστοῦ ἐνεσπάρη τὸ κήρυγμα, καὶ εὗρεν λιπαρὸν καὶ φιλόξενον ἔδαφος· ὅθεν μητρικῶς ἐβλάστησας τριάδα ἐκλεκτήν· στόμα ἱερόν, Γρηγόριον τὸν μέγα Θεολόγον· Καισάριον, τὸν ὁσιώτατόν τε καὶ μεστὸν θείας τῆς χάριτος· τὴν ἔνδοξον καὶ πανσεβάσμιον νύμφη τοῦ Χριστοῦ, θείαν Γοργονίαν·  διὸ ὑπὲρ ἡμῶν τὸν Χριστὸν ἱκέτευε, τῇ παῤῥησίᾳ σου.

 

Δόξα. Ἦχος πλ. β΄

Ὕμνους καὶ ἐγκώμια σεβάσμια προσδέχου καὶ ἡμῖν κατάπεμψον μητρικαῖς ταῖς εὐχαῖς σου τὴν εὐλογίαν τοῦ Θεοῦ, εἰρήνην καὶ κάλλον ἀρετῶν, τὴν τρισάγιον καὶ φυσίζωον χάριν, τὸ δύνασθαι σαφῶς ἔχεις γὰρ ταῖς εὐχαῖς σου πληροῦσα, αἰτήματα ψυχοσωτήρια· ὅθεν Ἁγία, ἑόρτια ᾄσματα τῶν μελῳδούντων ἄκουσον τῶν τὴν μνήμην ἐπιτελούντων σου, Χριστῷ πρεσβεύουσα σεμνή, ἱκεσίαις σου ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Προτυπῶν τὴν Ἀνάστασιν τὴν σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς σου μαθητάς, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτήρ μεταμορφουμένου, τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο. Οἱ Μαθηταί σου Λόγε, ἔρριψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γῆς, μὴ φέροντες ὁρᾶν, τὴν ἀθέατον μορφήν, Ἄγγελοι διηκόνουν φόβῳ καὶ τρόμῳ, οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς, τῆς δόξης τὸν Κύριον.

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν

Χαίροις, παιδοτροφίας κανών, καὶ τὸ ὑπόδειγμα μητέρων τὸ τίμιον, καὶ ἄρουρα εὐλογίας, τῆς μητρικῆς νοητόν, μέλι τε καὶ γάλα ἀποῤῥεύσασα· δι’ ὧν ἐξανέθρεψας, ὡς τροφὸς παντευλόγητος, τὸν θεολόγον, καὶ πυρίπνουν Γρηγόριον, Γοργονίαν τε, καὶ τὸν θεῖον Καισάριον, τέκνα σου τρία ἔνδοξα, καὶ ἄνθη τὰ εὔοσμα, συγκοινωνοὺς τῶν χαρίτων, καὶ ποθεινῆς ἁγιότητος· διό σου τὴν μνήμην, ἐκτελοῦμεν εὐφροσύνως, καὶ σὲ γεραίρομεν.

 

Στ.: Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσιν, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.

Ἄνθος, Καππαδοκίας τερπνόν, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ μυροβόλον τε, τὴν ἄκτιστον εὐωδίαν, εὐωδιάσαν ποτέ, χάριν ὡραῖον καὶ ἡδύπνοον, σαφῶς ἀναδέδειξαι, Μῆτερ Νόννα τῷ βίῳ σου, λαμπροφοροῦσα, ἀρεταῖς καὶ μυρίζουσα, θεοσύναπτον, ἔαρ τῆς ἁγιότητος· ὅθεν σοῦ τὴν πανήγυριν, τελοῦντες βοῶμέν σοι· τὸ χρυσοποίκιλτον στέφος, ταῖς σαῖς πρεσβείαις κατάπεμψον, τοῖς δούλοις σου Μῆτερ, τοῖς τιμῶσί σε ἐν πόθῳ, καὶ μέγα ἔλεος.

 

Στ.: Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ ηὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Κρήνη, ὡς νοητὴ τῆς τρυφῆς, καὶ πολυστάλακτος τῆς θείας τερπνότητος, ποτίζουσα διανοίας, τὰς ξηρανθείσας ἡμῶν, δαψιλῶς ἐδέιχθης Νόννα ἔνδοξε· τὴν ἔρημον θάλλουσαν, καὶ τὴν ἄνυδρον βρίθουσαν, ἀναδεικνύεις, ταῖς θερμαῖς ἱκεσίαις σου, πρὸς τὸν Κύριον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν, πᾶσαν τὴν προσιοῦσάν σοι, ψυχὴν καὶ κραυγάζουσα· χαῖρε πιστῶν εὐφροσύνη, καὶ κουροτρόφε τῆς χάριτος, μητέρων τὸ κλέος, καὶ τρυφὴ Καππαδοκίας, ἡ πολυένδοξος.

 

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε τῶν φιλεόρτων συστήματα, σήμερον τὴν Ἁγίαν Νόνναν, ἐν ὕμνοις μεγαλύνωμεν, ὥσπερ γὰρ ψαλμικῶς ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτω ἐδίψῃ ἀκορέστως, πρὸς τὸν οἰκτίρμονα Θεόν, ὕδωρ πιεῖν σωτήριον, χαρίτων ἀδαπάνητον, ἄκτιστον, φωτιστικόν, καὶ πνευματικῆς μεταλήψεως μεστόν· τούτου μεταλαβεῖν ἡμᾶς ἀξίωσον, τοὺς ἀνενδοιάστως μακαρίζοντάς σε, ταῖς ἱκεσίαις σου.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Νόμου καὶ Προφητῶν σε Χριστέ, ποιητὴν καὶ πληρωτὴν ἐμαρτύρησαν, ὁρῶντες ἐν τῇ νεφέλῃ, Μωϋσῆς ὁ θεόπτης, καὶ Ἠλίας ὁ ἔμπυρος ἁρματηλάτης καὶ ἄφλεκτος οὐρανοδρόμος, ἐπὶ τῆς Μεταμορφώσεώς σου, μεθ’ὧν καὶ ἡμᾶς τοῦ σοῦ φωτισμοῦ ἀξίωσον Δέσποτα, ὑμνεῖν σὲ εἰς τοὺς αἰῶνας.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Ὡς ἀλάβαστρον μύρον τῆς θείας χάριτος, τρισσοκλεῶς σου τοῖς τέκνοις, τὴν Ἐκκλησίαν Χριστοῦ, εὐωδίασας Ἁγία Νόννα ἔνδοξε, καὶ συζυγίας τῆς σεπτῆς, ὁ πολύτιμος κανὼν ἐδείχθης· διὸ πρεσβεύεις, τῷ Κυρίῳ ἐν παῤῥησίᾳ, ὑπὲρ τῶν πίστει ἀνυμνούντων σε.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.Ἦχος δ'

Χριστοῦ τὴν Μεταμόρφωσιν προϋπαντήσωμεν, φαιδρῶς πανηγυρίζοντες τὰ προεόρτια, πιστοὶ καὶ βοήσωμεν· Ἤγγικεν ἡ ἡμέρα τῆς ἐνθέου εὐφροσύνης, ἄνεισιν εἰς τὸ ὄρος τὸ Θαβὼρ ὁ Δεσπότης, τῆς Θεότητος αὐτοῦ ἀπαστράψαι τὴν ὡραιότητα.

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΟΡΘΡῼ.

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Τριάδα ἀνέθρεψας τῶν χριστοφόρων βλαστῶν, καὶ τούτους παρέδωκας τῇ Ἐκκλησίᾳ Χριστοῦ, βλαστῆσαι τὰς χάριτας· ὅθεν ἀναθαλοῦσα, εἰς ζωὴν τὴν ἀγήρω, πάντας φυλάττεις Νόννα, τῇ σεπτῇ σου πρεσβείᾳ, τοὺς πόθῳ σου ἐκτελοῦντας, μνήμην τὴν ἔνδοξον.

Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ

Τῇ ἀπροσίτῳ Ἰησοῦ, δόξῃ τοῦ θείου σου φωτός, μεταμορφούμενος τοῖς σοῖς, ἔλαμψας θείοις Μαθηταῖς, τῷ Ἰωάννῃ καὶ Πέτρῳ καί, Ἰακώβῳ, ἐξέστησας αὐτούς, τῇ θείᾳ χάριτι· φωνῆς γὰρ πατρικῆς, ἀγαπητὸν σε Υἱόν, προσμαρτυρούσης ἤκουον, καὶ εἶδον τὴν τοῦ προσώπου σου δόξαν φρικτήν, Σωτὴρ ὁ πάντας, θέλων σωθῆναι, φώτισον τὰς ψυχὰς ἡμῶν.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Πολύευκτος καιρός, τῆς σῆς μνήμης ἐπέστη, ὡς τράπεζα μεστή, τῶν τοῦ Πνεύματος δώρων, πιστοὺς πρὸς θεοσύναπτον συγκαλοῦσα ἑστίασιν, καὶ μετάληψιν, τῶν πολλαπλῶν σου χαρίτων, τῆς μητρότητος, καὶ ἁγιότητος Νόννα, καὶ πάσης λαμπρότητος.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς. Ἦχος δ' Ἐπεφάνης σήμερον

Ἑορτὴ ὑπέρλαμπρος, ἡ τοῦ Δεσπότου, ἦλθε, δεῦτε ἅπαντες, ἐπὶ τῷ ὄρει νοερῶς, προκαθαρθέντες ἀνέλθωμεν, τῷ Θαβωρίῳ ἐποψόμενοι.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.

Ἐκκλησίας τοῦ Χριστοῦ, ῥίζα βλαστήσασα βλαστούς, πεπλησμένους τῷ φωτί, παιδοτροφίας ἐν Χριστῷ, κεχρυσωμένους τῇ κλήσει τῆς εὐσεβείας, Νόννα μητρικῶς προσενήνοχας, πόθῳ πρὸς Θεὸν τοὺς τρεῖς παῖδάς σου, καὶ σὺν αὐτοῖς ἀγάλλει καὶ εὐφραίνει, ὡς κατοικοῦσα τὰς ἄνω μονάς, τοῦ παραδείσου καὶ τῶν Ἀγγέλων, Μῆτερ οὖσα συνόμιλος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.

Μετεμορφώθης Ἰησοῦ, ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, καὶ νεφέλη φωτεινή, ἐφηπλωμένη ὡς σκηνή, τοὺς Ἀποστόλους τῇ δόξῃ σου κατεκάλυψεν· ὅθεν καὶ εἰς γῆν ἐναπέβλεπον, μὴ φέροντες ὁρᾶν τὴν λαμπρότητα, τῆς ἀπροσίτου δόξης τοῦ προσώπου σου, ἄναρχε Λόγε Χριστὲ ὁ Θεός, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσιν, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.

Στ.: Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ ηὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Εὐαγγέλιον, κατὰ Μᾶρκον: Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺ καὶ συνέθλιβον αὐτόν… Ζήτει τῇ Δευτέρᾳ τῆς ΙΕ’ ἑβδομάδος τοῦ Μάρκου.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Ἡ πάνσεπτος μνήμη σου, Ἁγία Νόννα, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ χαρὰν καὶ ἀγαλλίασιν ἐδωρήσατο, ὅτι ὡς ἔαρ ἑωθινὸν ἐπέστη κραυγάζουσα τῷ τρισαγίῳ φωτί, τοὺς ἐν πόθῳ ταύτην τιμῶντας καὶ εὐλαβῶς μέλποντας· Χαῖρε μητέρων ἐγκαλλώπισμα, καὶ Καππαδοκίας ἀγλάϊσμα, μὴ διαλίπῃς πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Ἑορταζέτωσαν ἅπαντες οἱ τῶν μητέρων χοροί. Ἀμήν. Ἐν δὲ τοῖς Θεοτοκίοις: Θεοτόκου.

ᾨδὴ α’. Ἦχος δ’. Ὁ Εἱρμός.

Ὑπὸ νεφέλης φωτεινῆς καὶ στύλου πυρὸς καθοδηγούμενος, καὶ διελθὼν θάλασσαν, δίκην ξηρᾶς καὶ πόντον πεζοπορῶν ὡς ἐν ἐρήμῳ, ὁ ἐκλεκτός Σου Ἰσραὴλ Χριστέ, ἐπινίκιον ὕμνον ἔμελπεν· ᾌσωμεν τῷ Κυρίῳ, ὅτι δεδόξασται.

κ τῆς Ἑῷας νοητῆς ἡμῖν ὡς φωτὸς ἀστὴρ ἀνέτειλεν, ἡ παμφαὴς μνήμη σου, πᾶσιν Ἁγία Νόννα μυροβολοῦσα εὐλογίαν, τὴν μητρικήν σου καὶ τριπόθητον, τοῖς βοῶσί σοι· Χαῖρε εὔκαρπον, δένδρον Καππαδοκίας καὶ ἐγκαλλώπισμα.

ἀπὸ μήτρας σου καρπὸς τῶν τέκνων σου τρισάριθμος ἀνέθαλλεν, πνευματικὰ ὄργανα, Καππαδοκίας πάσης καὶ τῆς ἁγίας Ἐκκλησίας, ἀναμεστώσασα αὐτῶν τὸν νοῦν, μητρικῶς εὐσεβείᾳ κράζουσα· Δόξα τῷ ἐν Τριάδι ὅτι δεδόξασται.

εῦμα ποτάμιον πολὺ πιστῶν ἐκ κοιλίας ἐξερεύξεται, ὡς ἐν Γραφῇ γέγραπται, οὕτως Ἁγία Νόννα τῇ βιοτῇ σου ἐπιστώθη, ὅτι τὸν σῖτον τὸν πολύσταχυν, δοῦσα τέκνοις ὡς βρῶσιν εὔτακτον, βίον σὺ ἀνεκαίνισας πρὸς οὐράνιον.

Τῆς διανοίας ὀφθαλμὸν πρὸς φῶς τὸ τρισσὸν Θεοῦ ἀνοίξασα, τὸν φωτισμὸν ἔλαβες, ἁγιοτόκον Νόννα δι’ οὗ ἐφώτισας ἀΰλως, τοῦ ὁμοζύγου τὴν ψυχὴν σεπτῶς, ἀνεσπέρῳ φωτὶ κραυγάζουσα· ᾌσωμεν τῷ Κυρίῳ, ὅτι δεδόξασται.

γγελικὴ ἡ βιοτὴ ἐδείχθη τῇ κλήσει χριστωνύμῳ σου, καὶ παιδοτροφίᾳ σου· δι’ ἧς τεκέων λύχνος καὶ μέγα πρότυπον ἐγένου· διὸ βοῶμεν οἱ πιστοὶ ᾠδαῖς, σοὶ τό· Χαῖρε μητέρων καύχημα, κλέος Καππαδοκίας τὸ ἀξιέραστον.

Θεοτοκίον.

Θεὸν ἀσπόρως Γαβριὴλ ἐστάλη πρὸς Σὲ εὐαγγελίσασθαι, σοὶ τὸ τίκτειν Δέσποινα, ἐν τῷ ναῷ θεόθεν τῷ νομικῷ καὶ προσεφώνει, Σοῦ ἐν τῇ μήτρᾳ κατιδὼν Χριστόν, ὕμνοις· Χαῖρε Ἀδὰμ ἀνόρθωσις, λύτρωσις τῶν πεσόντων, Νύμφη ἀνύμφευτε.

 

ᾨδὴ γ’. Ὁ Εἱρμός.

Ἀφ’ ὕψους κατῆλθες βουλήσει ἐπὶ γῆς, ὁ ὑπεράνω πάσης ἀρχῆς καὶ ταπεινὴν ἀνύψωσας, ἐξ ᾍδου κατωτάτου φύσιν βροτείαν, οὐ γὰρ ἔστιν ἅγιος πλήν Σου φιλάνθρωπε.

Ζηλώσασα Νόννα οὐράνιον τρυφήν, παιδοτροφίᾳ τῇ εὐσεβεῖ τέκνα τὰ σὰ ἀνέθρεψας, καὶ ἔντιμον ἐπέδειξας συζυγίαν, τῷ Χριστῷ κραυγάζουσα· δόξα τῷ κράτει Σου.

ννοίας ἁπάσας ἀνέθηκας Θεῷ, καὶ νοητοῦ πλησθεῖσα φωτὸς τοὺς περὶ σὲ ἐφώτισας, φωτίσαντι σεμνὴ τῷ πόθῳ βοῶσα· οὐ γὰρ ἔστιν ἅγιος πλήν Σου φιλάνθρωπε.

Τὴν σὴν θαυμαστὴν ἐννοοῦντες βιοτήν, ἀνατροφὴν σοῦ τέκνων τριῶν τὴν συνετὴν ἐγνώκαμεν, σεμνὴν τὴν πολιτείαν σοῦ ἐπαινοῦμεν, καὶ βοῶμεν ψάλλοντες· Χαῖρε πανόλβιε.

ραῖα τῆς μήτρας βλαστήματα τῆς σῆς, καταδείξαντα πᾶσι βροτοῖς τὴν Ἐκκλησίαν θάλλουσαν, καὶ πόθῳ σοι βοῶντα Νόννα τὸ Χαῖρε, τῶν πιστῶν εὐπρέπεια καὶ ἀγαλλίαμα.

Συνάγεις πρὸς δόξαν περάτων ἐκ τῆς γῆς, καὶ ὑμνῳδίαν Νόννα χοροὺς τῶν σὲ τιμώντων σήμερον, συλλόγους τῶν μητέρων τε μελῳδούντων· οὐ γὰρ ἔστιν ἅγιος πλήν Σου φιλάνθρωπε.

Θεοτοκίον.

ν ὄρει Σιναίῳ ὁ μέγας Μωϋσῆς, ὡς φλεγομένην βάτον πυρὶ Σὲ προκατεῖδε Δέσποινα, πεσὼν καὶ προσκυνήσας· ὅθεν ἐβόα· οὐ γὰρ ἔστιν ἅγιος πλήν Σου φιλάνθρωπε.

 

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Εὐφημίαις καὶ ὕμνοις τὴν Νόνναν στέψωμεν, τὸ πολυτίμητον μέλος τῆς Ἐκκλησίας Χριστοῦ, Ἀριανζοῦ τε τὸ τριπόθητον ἀγλάϊσμα, ὅτι ἐξήστραψαι λαμπρῶς, ταῖς ποικίλαις ἀρεταῖς, καὶ ἄκτιστον φῶς αὐγάζει, τοῖς εὐλαβῶς ἐκτελοῦσιν, τὴν ἀεισέβαστον μνήμην αὐτῆς.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.

Ὁ ὁμότιμος Λόγος Πατρὶ καὶ Πνεύματι, σαρκωθεὶς ἐκ Παρθένου εἰς σωτηρίαν ἡμῶν, ἀνεστράφη τοῖς ἐν γῇ καθάπερ γέγραπται, καὶ ἀνελθὼν ἐν τῷ Θαβώρ, σὺν προκρίτοις Μαθηταῖς, ἐνδόξως μετεμορφώθη· διὸ ὑμνοῦμεν αὐτοῦ τὴν θείαν, καὶ παναγίαν συγκατάβασιν.

 

ᾨδὴ δ’. Ὁ Εἱρμός.

Μέγα καὶ θεοπρεπὲς Σῶτερ εἰσακήκοα, ὅτι ἀθάνατος ὢν Θεὸς ὡμοιώθης θνητοῖς ἀνθρώποις, καὶ ἔμεινας ὃ ἧς καὶ διὰ τοῦτό Σου δοξάζω τὴν δύναμιν.

κτιστον φῶς τριλαμπὲς Νόννα καταβαῖνόν σοι, πᾶσαν κατηύγασε νοητῶς τὴν τριάδα σεπτὴ τῶν τέκνων, καὶ γέγονεν αὐτῶν ἡ χαριτόπλοκος ὁδὸς Νόννα ἔνδοξε.

Νᾶμα τὸ θεοειδὲς ὥσπερ ἄλλον γέγονας, τό τε παμπόθητον εἰς ζωὴν ποθεινὴν τὰς ψυχὰς ἀρδεύον· λιπαίνουσα διὸ σπεῦσον πρεσβείαις σου ψυχὰς τῶν ὑμνούντων σε.

νωθεν θείᾳ ῥοπῇ Νόννα πεπολίτευσαι, ἀγγελικὴν γὰρ τὴν βιοτὴν ἐβιώσω φοροῦσα σάρκα, καὶ πόθῳ τὸν Χριστὸν σὺ ἐκδιδάσκουσα δοξάζειν ὡς Κύριον.

Πᾶσαν τὴν βιοτικὴν μέριμναν κατέλιπες, παιδοτροφίᾳ τῇ ἐν Χριστῷ καὶ μορφώσει ψυχῶν τῶν τέκνων· διὸ Καππαδοκῶν ὤφθης τὸ ἔντιμον μητέρων τὸ καύχημα.

κτιστος ὁ θησαυρὸς Νόννα σοὶ ἐγκείμενος, κᾂν ὀστρακίνῳ ἐν σώματι μαργαρίτης ὡς ἄλλος πέλει, ἐκλάμπων τηλαυγῶς πᾶσιν τοῖς πέρασιν τὸ φέγγος τὸ ἄνωθεν.

Θεοτοκίον.

λβιος ὁ Μωϋσῆς γνόφῳ ὁ βραδύγλωσσος, τῷ τῆς Θεότητος ἀμυδρῶς εἰσελήλυθεν ἐν Σιναίῳ, ὡς βάτον κατιδὼν μὴ καιομένην Σε Ἁγνὴ προσεκύνησε.

 

ᾨδὴ ε’. Ὁ Εἱρμός. Ἐξέστη τὰ σύμπαντα.

Ναμάτων τοῦ Πνεύματος ὑδρίαν διανοίας σου, ὅλην σὺ ἐνέπλησας προθύμως, Νόννα καὶ ὥσπερ ἄλλη πηγὴ Σιλωάμ, τὴν δρόσον πηγάσασα Χριστοῦ, ἤρδευσας τὰ τέκνα σου γλυκασμῷ τῷ τῆς χάριτος.

Τὴν ἄρουραν ἔνδοθεν ψυχῆς σου ἐγεώργησας, κῆπόν τε κατέστησας χαρίτων, τῷ τρισαγίῳ θεογνωσίας φωτί, ὡς δένδρον βλαστήσασα βλαστούς, τρεῖς Ἁγίους παῖδάς σου, Ἐκκλησίας τὰ πρότυπα.

στέφθης τῷ στέμματι τῆς δόξης τοῦ Κυρίου σου, θείαν γὰρ ἐβίως πολιτείαν, πάσῃ φροντίδι χειραγωγοῦσα τὸν νοῦν, διὰ τοῦτο τὸ πνευματικόν, ὕφανας χιτώνιον τῆς ψυχῆς ὥσπερ ἄμφιον.

Σαφῶς Νόννα γέγονας ὡς δένδρον τὸ βριθόμενον, ὄντως εὐκλεεῖ καρπογονίᾳ, τέκνων τριῶν σου καὶ ὁμοζύγου ἀνδρός, τετράδος ὁμοῦ πνευματικῆς· ὅθεν σὲ γεραίρομεν εὐφροσύνως οἱ δοῦλοί σου.

πόθος ἀκόρεστος, ἡ γνώμη ἀμετάθετος, βίος ὁ σεμνὸς σὲ καταγγέλλει, πρότυπον ὥσπερ μητέρων Νόννα σεπτή, Ἐκκλησίᾳ τέσσαρες βλαστούς, θείους γὰρ ἐκβλάστησας καὶ πιστῶν τὰ καυχήματα.

Θεοτοκίον.

Τὴν ῥάβδον τὴν ἔντιμον καὶ μέγα ἱλαστήριον, ὄρος ἀλατόμητον Παρθένε, Σὲ προκατεῖδεν ὁ παλαιὸς Ἰσραήλ, ἀσπόρως τὴν τέξασαν Πατρός, Λόγον τὸν συνάναρχον Θεοτόκε πανύμνητε.

 

ᾨδὴ στ’. Ὁ Εἱρμός.

Ὁ τῆς σῆς ἐν Ἰωνᾷ ταφῆς τὸν τύπον προδιαγράψας σαφῶς· καὶ τοῦτον ἀλώβητον ἑλκύσας τοῦ θηρός, κἀμὲ Σωτὴρ τῆς ἁμαρτίας τοῦ βυθοῦ ἀνάγαγε, καὶ πρὸς ζωῆς φῶς δέομαί Σου καθοδήγησον.

λαρόφωτος λαμπὰς τῆς Ἐκκλησίας ἐν γυναικείᾳ μορφῇ, τὸ φῶς ἀναδεύουσα τῆς δόξης τοῦ Θεοῦ, καὶ καύχημα Καππαδοκίας γενομένη λάμψον μοι, τὸ τῆς ζωῆς φῶς δέομαί σου καὶ καταύγασον.

Τοῦ ποιμένος τοῦ καλοῦ ἐφεπομένη καὶ παρὰ πόδας Χριστοῦ, καθίσασα ἤκουες τοῦ λόγου τῆς ζωῆς, καὶ τοῖς σοῖς τέκνοις τοῦτον Νόννα, τοῖς τρισὶν ἐδίδαξας, καὶ πρὸς ζωῆς φῶς βιοτῇ σου καθοδήγησας.

τῆς μήτρας εὐκλεοῦς Ἁγία Νόννα καὶ ἡδυπόρων μαστῶν! οἱ στάζοντες ἄφθονον τὴν δρόσον Ἀερμών, μητροπρεπῶς γλυκὸν τὸ γάλα νοητὸν βριθόμενοι, τριάδι τέκνων τῇ καλῇ παιδοτροφίᾳ σου.

Νῦν ὑπόθεσις ἡμῖν πνευματικοῦ τοῦ ἑορτασμοῦ καὶ τρυφῆς, ἡ μνήμη σου γέγονεν ἁγία τοῦ Θεοῦ, Καππαδοκία σὲ γεραίρει, οἱ μητέρες χαίρουσιν, καὶ Ἐκκλησία μακαρίζει σε πανεύφημε.

Μεγαλύνει σε χορὸς ὁ τῶν μητέρων καὶ εὐφημεῖ ἐν ᾠδαῖς, καὶ στέφει ἀφθάρτῳ σε Ἁγία στεφανοῖ, ὅτι Ἀγγέλων ἐζήλωσας βιοτὴν καὶ γέγονας, θείᾳ δυνάμει ἁγιότητος ἀγλάϊσμα.

Θεοτοκίον.

τὴν φυσὶν τῶν βροτῶν ἀπειρογάμως ῥύπου λαβὼν παρεκτός, πεσόντας ἀνέστησεν καὶ πάλιν πρὸς ζωήν, ἀνακαλὼν ὑπεραγία ὡς τὸ πρὶν κατέλιπεν, καὶ τῶν Ἀγγέλων ὑπερτέραν Σε ἀνέδειξεν.

 

Κοντάκιον. Ἦχος πλ. β΄. Ὡς ἀπαρχὰς τῆς φύσεως.

Πνευματικὴ πανήγυρις, πεποικιλμένη χάρισιν, τῇ Ἐκκλησίᾳ ἐπέστη ἡ μνήμη σου, Ἁγία Νόννα, σήμερον συγκαλοῦσα τρυφῆσαι, τοὺς πιστῶς ἐκβοῶντας· ταῖς σαῖς ἐντεύξεσιν ἱκέτευε, δοθῆναι ἡμῖν τὸ πλούσιον ἔλεος.

Ὁ Οἶκος.

Συζυγίας κανὼν ἀναδέδειξαι, παιδοτρόφος καλὴ ἐχρημάτισας, θεοφόρα βλαστήματα ηὔξησας, καὶ μητρὶ Ἐκκλησίᾳ παρέδωκας, ὥσπερ ἄλλη ἀηδὼν καλλικέλαδος, μεγαλεῖα θεῖα τρανῶς ἐλάλεις, σαγηνεύσασα πάντας ἐν χάριτι· διὸ ἡμεῖς εὐχαρίστως βοῶμέν σοι· ταῖς σαῖς ἐντεύξεσιν ἱκέτευε, δοθῆναι ἡμῖν τὸ πλούσιον ἔλεος.

Συναξάριον. Τοῦ Μηναίου καὶ εἶτα τὸ ἑξῆς·

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Νόννας, μητρὸς τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ’. Ὁ Εἱρμός.

Τρεῖς θεόφρονες τὴν κτίσιν οὐκ ἐλάτρευσαν, παρὰ τὸν Κτίσαντα ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες ἔχαιρον ψάλλοντες· ὑπερύμνητε ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

κολούθησας δορκὰς ὥσπερ ταχυδρόμος, ἀπὸ νεότητος Ἁγία Νόννα Χριστόν, καὶ τούτῳ προσέφερας πᾶσαν τὴν ὕπαρξιν, ἀνακράζουσα· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Τρεῖς θεόφρονας Ἁγία ἐγαλούχησας, καὶ διεμόρφωσας ἐντὸς ψυχῆς τὸν Χριστόν, καὶ σὺν ὁμοζύγῳ σου ἔχαιρες κράζουσα· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Εὐφημίαις σοὶ ἐπὶ τῇ θείᾳ μνήμῃ σου, πάντες προσάγομεν καὶ πόθῳ τῷ εὐσεβεῖ, τὸ χαῖρέ σοι ψάλλοντες Νόννα κραυγάζομεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

όδα ἤνθησαν ἐκ μήτρας σου ἡδύπνοα, καὶ θεοτίμητα, Καισάριος ὁ σεπτός, καὶ μέγας Γρηγόριος, στόμα τῆς χάριτος, Γοργονία τε μοναζουσῶν εὐπρέπεια, ἀρεταῖς κεκοσμημένη.

ραιότητι τῇ ἄνω σὲ ἐκόσμησεν, καὶ κατεκάλλυνεν ὡς νύμφην Νόννα Χριστός, καὶ σοὶ ἐχαρίσατο πᾶν τὸ ποθούμενον· ὅθεν ἔψαλλες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Κηρύττομενον τὸν Λόγον πρὶν τὸν ἄσαρκον, προφητικαῖς φωναῖς ἐσχάτοις τοῦτον καιροῖς, Πατρὸς εὐδοκήσαντος ἐλεύσει Πνεύματος, ἀειπάρθενε, σάρκα βροτῶν ἐνέδυσας ἡ ἁγνὴ ἀπειρογάμως.

 

ᾨδὴ η’. Ὁ Εἱρμός.

Ὢ τοῦ παραδόξου θαύματος!  Τὴν τρισάριθμον τῶν ὁσίων ὁμήγυριν παίδων, τὸ πῦρ ἠδέσθη ἐν Βαβυλῶνι, οὗτοι γὰρ εὐσεβείας λογισμῷ λατρεύειν κτίσιν οὐχ εἴλαντο, παρὰ δὲ τὸν κτίσαντα Θεὸν ἀλλ’ ἐβόων· τὰ ἔργα Κυρίου τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νόννα τὸ σεπτὸν ὑπόδειγμα, τῶν ἐκ μήτρας σου τριῶν παίδων καὶ τοῦ ὁμοζύγου, παιδοτροφίᾳ καὶ συζυγίᾳ, γέγονας καὶ ἀχείμαστος λιμὴν διὰ τοῦ βίου ἀκρίβειαν, ὑπὲρ τοῦ Δεσπότου σου Χριστοῦ ᾧ ἐβόας· τὰ ἔργα Κυρίου τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Χαίρετε μητέρων σύλλογοι, τὴν πανήγυριν τῆς ὁσίας ψυχῆς συνειδότι, καὶ στέφος πλέξατε στεφανῶσαι, πάσης Καππαδοκίας τὴν Ἁγίαν Νόνναν ἔνδοξον καύχημα, καὶ σὺν αὐτῇ ᾄσατε Χριστῷ τῷ Δεσπότῃ· τὰ ἔργα Κυρίου τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Οὐρανοφρονοῦσα γέγονας, ἐπιγείων τε καὶ ῥεόντων μισήσασα πάντα, τρεῖς κλίμακας τὰς οὐρανομήκεις σκῆπτρα ὡς Βασιλείας οὐρανίας, Νόννα ἀνῳκοδόμησας, πρὸς τὸν θρόνον λήγουσαι Θεοῦ καὶ βοῶσαι· τὰ ἔργα Κυρίου τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ήτορα ἀῤῥήτων τέτοκας, τὸν Γρηγόριον Θεολόγον τὸ εὔλαλον στόμα, καὶ σεβασμίαν τὴν Γοργονίαν, ἔνδοθεν εἰσελθοῦσαν ἀγνωσίας γνόφῳ θείου τοῦ Πνεύματος, καὶ σεπτὸν Καισάριον ἡμῖν ἐκβοῶντας· τὰ ἔργα Κυρίου τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

λβιον χορὸν συνέστησας, τὴν τρισάριθμον τῶν Ὁσίων ὁμήγυριν παίδων, σὺν ὁμοζύγῳ τῷ Γρηγορίῳ, Νόννα καὶ προσευχαῖς σου οὐρανοῦ καλλιπολίτας· διόπερ σὲ ἀνυμνοῦμεν πόθῳ καὶ Χριστῷ ἐκβοῶμεν· τὰ ἔργα Κυρίου τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Οἱ τῶν προπατόρων σύλλογοι, προεξάρχοντος Ἰεσσαὶ προεώρων σκιᾷ σε, τὸ πῦρ θεότητος δεξαμένην· ἔνδοθεν Σοῦ τῇ μήτρᾳ οὐδαμῶς φλεχθείσῃ· ὅθεν τεχθέντι Σοι, τῷ Δεσπότῃ καὶ Δημιουργῷ ἀνεβόων· τὰ ἔργα Κυρίου τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ’. Ὁ Εἱρμός.

Ἀνωτέρα τῶν ὑπερκοσμίων νοῶν, καὶ τῶν πολυμόρφων Χερουβεὶμ ὑψηλοτέρα, ἄχραντε Μῆτερ Θεοῦ, αὕτη γὰρ τῶν ἐν κτίσει δεσπόζεις ἁπάντων, Κτίστην γὰρ συνέλαβες· ὅθεν ἐν ὕμνοις Θεοτόκε, οἱ πιστοὶ Σὲ μεγαλύνομεν.

ερεῖα τρία τῷ Δεσπότῃ Χριστῷ, Νόννα προσανέθου ἑαυτοῖς ἐγγεγραμμένον, ἔχοντα κάλλος Θεοῦ, καὶ τῇ παιδοτροφίᾳ καλλύνασα πλέον μητρικῶς τὰ τέκνα σου· ὅθεν ἐν ὕμνοις σεβασμία, οἱ πιστοὶ σὲ μακαρίζομεν.

πολαύεις τῆς ὡραιοτάτης τρυφῆς, ἐν τῷ παραδείσῳ σὺν υἱοῖς καὶ ὁμοζύγῳ, ἔνδοξε Νόννα σεπτή, καὶ καθιστᾷς μετόχους τῶν ἄνω χαρίτων τοὺς σοὶ ἀνακράζοντας· χαῖρε μητέρων ἡ λαμπρότης, καὶ πιστῶν ἡ σεμνοπρέπεια.

Μυστηπόλος τῶν ὑπερκοσμίων χορῶν, καὶ τῶν οὐρανίων ἰσοστάσιος Ἀγγέλων, καὶ τῶν πιστῶν ὁδηγός, ἤγγικε γὰρ ἡ μνήμη σου Νόννα, ὡς ἔαρ χάριτας μυρίζουσα, τοῖς εὐφημοῦσί σε Ἁγία, καὶ ᾠδαῖς σοὶ ἀναπέμπουσι.

ξιώθης τῆς πνευματοτρόφου χαρᾶς, κατακοσμηθεῖσα τοῖς ποικίλοις μαργαρίταις, τῇ ἐν Θεῷ βιοτῆς, τῆς τε παιδοτροφίας καὶ τῆς συζυγίας· ὅθεν σοὶ κραυγάζομεν· Καππαδοκίας φυτοκόμε Νόννα, χαῖρε καὶ τὸ καύχημα.

Νῦν σκιρτάτω πᾶσα γυναικῶν ἡ πληθύς, ἐπὶ τῇ σῇ μνήμῃ, πολυτίμητε Ἁγία, ἐργασαμένη καλῶς, τὴν πρὸς Θεὸν ἀγάπην δι’ ἧς ἐβιώσω Νόννα ὥσπερ ἄγγελος· ὅθεν ἐν ὕμνοις σεβασμία, οἱ πιστοὶ σὲ μακαρίζομεν.

Θεοτοκίον.

μνῳδίαν ἀπὸ τῶν χειλέων ἡμῶν, τῶν ῥερυπωμένων ὡς φιλόστοργος προσδέχου, ἄχραντε Μῆτερ Θεοῦ, καὶ τῶν διενοχλούντων παθῶν ἡμᾶς ῥῦσαι μητρικαῖς πρεσβείαις Σου, ὅπως ψυχαῖς κεκαθαρμέναις, οἱ πιστοὶ Σὲ μεγαλύνομεν.

 

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Ὥσπερ γλυκὺς παράδεισος χαρίτων ἀνεδείχθης, Νόννα αἰχμαλωτίσασα εἰς Χριστὸν τὰς ἐννοίας, τρίβος σεπτὴ ὁμοζύγῳ καὶ κανών σου τοῖς τέκνοις, ἀξίως ἐχρημάτισας· ὅθεν νῦν τοῦ νυμφῶνος, ἐν οὐρανοῖς ποθεινὴν φαιδρότητα ἀπολαύεις, ὑπὲρ ἡμῶν πρεσβεύουσα, τῷ Κυρίῳ ἀπαύστως.

Καὶ τῆς Ἑορτῆς.

Οἱ δόξης ἐφιέμενοι, ὁλικῶς τῆς ἐνθέου, τὸ νέφος διακόψωμεν, τοῦ γεώδους σαρκίου, μετάρσιοι πρὸς τὸ ὄρος, τὸ Θαβὼρ ἀνελθόντες, καὶ Μωϋσεῖ Ἠλίᾳ τε, Μαθητῶν τοῖς πρωτάρχαις συμμετασχεῖν, θεϊκῆς ἐλλάμψεως ἀπροσίτου, ἀξιωθῆναι σπεύσωμεν, φῶς φωτὶ προσλαβόντες.

 

Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Πνευματικῶς τὴν Ἁγίαν δεῦτε τιμήσωμεν, ζηλώσαντες ἐν πίστει, τὸ παμποίκιλον κάλλος, πόθον καὶ ἀγάπην διὰ Χριστόν, τὴν ὁσίαν πραότητα, καὶ τὴν τῶν τέκνων ἁγίαν ἀνατροφήν· δι’ ὧν ἔλλαμψεν τοῖς πέρασιν.

 

Καππαδοκίας σκιρτῶσα ἐν σοὶ εὐφραίνεται, τὴν γῆν αὐτῆς διψῶσαν, ὑετὸς ὥσπερ ἄλλος, ἐδρόσισας γὰρ Νόννα καὶ θαλερόν, εἰς ἀγρὸν ἁγιότητος, τῇ βιοτῇ σου ἀνέδειξας τῇ σεπτῇ, καὶ φυτείαν ὡς παντεύφορον.

 

Τῆς ἁμαρτίας φορτίον τὸ δυσαχθὲς σοφῶς, καταλιποῦσα Νόννα, νοητῷ ἐν σταδίῳ, ἔδωκας ἀγῶνα διὰ Χριστόν, καὶ τὸ στέφος τετράκτινον, διηνθισμένον παρέλαβες καὶ ζωήν, ἀπολαύεις τὴν αἰώνιον.

 

Ἔχουσα ῥίζα τὴν πίστιν καὶ τὴν ἀγάπην Χριστοῦ, ἐβλάστησας ὡς φοῖνιξ, καὶ ὡς κέδρος Λιβάνου, πάσῃ Ἐκκλησίᾳ θείους καρπούς, γλυκυτάτους ἐν χάριτι, ἐκαρποφόρησας Νόννα ὑπὲρ Χριστοῦ, τοῦ ἀξίως σὲ δοξάσαντος.

 

Δόξα. Ἦχος πλ. α’.

Ὦ τῆς μεγαλωσύνης Σου Χριστέ! Τὴν ἐκ φύσεως ἀσθενῆ πνευματικὴν ὡς πέτραν κατέστησας, ἐξ  ἧς ἐθήλασαν τὸ ὕδωρ τῆς πίστεως, ὁ ὁμόζυγος πρῶτον Γρηγόριος ἀναδειχθεὶς ἀρχιερεύς, καὶ πιστὸς οἰκονόμος τῆς Ἐκκλησίας Σου· δεύτερον οἱ ἐξ αὐτῶν βλαστήσαντες τρεῖς κλάδοι εὐσεβείας· ὁ μέγας Γρηγόριος, ὁ σεπτὸς Καισάριος, καὶ ἡ Ὁσία Γοργονία· οἷπερ, διὰ τῆς καλῆς ἀνατροφῆς ὑπηρέται σου γεγόνασιν· καὶ νῦν ἐν οὐρανοῖς ὑπὲρ ἡμῶν πρεσβεύουσιν, ἀξιωθῆναι ἁγιασμοῦ καὶ τυχεῖν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Νόμου καὶ Προφητῶν σε Χριστέ, ποιητὴν καὶ πληρωτὴν ἐμαρτύρησαν, ὁρῶντες ἐν τῇ νεφέλῃ, Μωϋσῆς ὁ θεόπτης, καὶ Ἠλίας ὁ ἔμπυρος ἁρματηλάτης καὶ ἄφλεκτος οὐρανοδρόμος, ἐπὶ τῆς Μεταμορφώσεώς σου, μεθ’ὧν καὶ ἡμᾶς τοῦ σοῦ φωτισμοῦ ἀξίωσον Δέσποτα, ὑμνεῖν σὲ εἰς τοὺς αἰῶνας.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαῖρε τῶν μητέρων χρυσοῦς κανών· χαῖρε Ἐκκλησίας σεμνολόγημα ἱερόν, Νόννα σεβασμία, καὶ τῆς Καππαδοκίας, τὸ καύχημα τὸ θεῖον, καὶ ἐγκαλλώπισμα.