Παρασκευή 31 Αυγούστου 2018

ΜΑΡΤΙΟΣ 6. ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ


ΜΑΡΤΙΟΣ ΣΤ΄!!
ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ ΕΥΡΕΣΙΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων Ταγμάτων.
Ὁ ζωηφόρος Κυρίου Σταυρὸς τὸ στήριγμα, Χριστιανῶν ἁπάντων, Παραδείσου ἡ θύρα, τὸ νῖκος εὐσεβείας τὸ ἱερόν, Ἀθλητῶν τὸ κραταίωμα, καὶ ἀσθενούντων ὁ ἄμισθος ἰατρός, τοῖς πιστοῖς βραβεύει δύναμιν.

Ἐπὶ τῇ θείᾳ εὑρέσει πανηγυρίσωμεν, Σταυροῦ τοῦ σεβασμίου, τῆς ἀρχαίας κατάρας, λυτῆρος τῶν ἀνθρώπων καὶ τῆς χαρᾶς, τοῦ σημείου κραυγάζοντες· χαῖρε ἡ ῥάβδος δυνάμεως εὐσεβῶν, ὑφ’ ἧς πάντες ποιμαινόμεθα.

Χαῖρε καὶ σκίρτα Ἑλένη σεμνὴ βασίλισσα, ὅτι κατηξιώθης, ἀνευρεῖν τοῦ Κυρίου, Σταυρὸν ἐν ᾧ ὑψώθη ὁ Λυτρωτής, ἵνα γένος πρὸς εὔκλειαν, ἑλκύσῃ ἄληκτον ἅπαν τῶν χοϊκῶν, καὶ ζωὴν τὴν αἰωνίζουσαν.

Δεῦτε πιστοὶ συνελθόντες Σταυρὸν τὸν τίμιον, ἐπὶ τῇ ἀνερεύσει, ἐν τῆς γῆς τοῖς ἐγκάτοις, Αὐτοῦ τοῖς μυροβόλοις μελῳδιῶν, καταστέψωμεν ἄνθεσι, θερμῶς βοῶντες· Κυρίου χαῖρε Σταυρέ, Ξύλον ὄντως θεοδώρητον.

Δόξα. Ἦχος β΄.
Ὡς ὄλβον πολυτίμητον, καὶ θησαυρὸν τιμαλφέστατον, τὸν ἐν τοῖς λαγόσι τῆς γῆς κεκρυμμένον, ἡ βασιλὶς Ἑλένη ἀνείλκυσε Σταυρὸν τοῦ Κυρίου, καὶ τοῖς πιστοῖς εἰς ἁγιασμὸν παρέδωκεν αἰωνίως· ὅθεν σήμερον αὐτοῦ τὴν ἀνεύρεσιν, καὶ εἰς κοινὴν τῶν χριστιανῶν θέαν ἀνύψωσιν, περιχαρῶς ἑορτάζοντες, ὡς φύλακα ἡμῶν ἄγρυπνον προβάλλομεν, καὶ στηριγμὸν τῶν κλονουμένων ἀδιάσειστον.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.




Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Σήμερον ὁ Σταυρός, Χριστοῦ ὁ ζωηφόρος, ἐκ τῶν τῆς γῆς λαγόνων, ἑλκύεται πρὸς πάντων, ἁγιασμὸν καὶ δύναμιν.

Στ.: Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τὸ ὑποποδίον τῶν ποδῶν Αὐτοῦ.
Ἔλυσε τῆς Μεῤῥᾶς, ὑδάτων τὴν πικρίαν, Μωσῆς διὰ τοῦ ξύλου, Σταυροῦ τοῦ προτυποῦντος, Κυρίου τὴν ἐνέργειαν.

Στ.: Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν, σωτηρίαν εἰργάσατο ἐκ μέσων τῆς γῆς.
Χαῖρε Σταυρὲ Χριστοῦ, ὃν βασιλὶς Ἑλένη, ἀνεῦρεν καὶ ὃν πίστει, καὶ πόθῳ προσκυνοῦντες, ἡμεῖς ἁγιαζόμεθα.

Δόξα. Τριαδικόν.
Ξύλον τὸ τοῦ Σταυροῦ, τρισύνθετον ὑπάρχων, τὰς τρεῖς σεπτάς Σου φύσεις, ἐν μιᾷ ὑποστάσει, δηλοῖ Τριὰς πανύμνητε.

Καὶ νῦν. Θεοτοκίον.
Μῆτερ τοῦ Λυτρωτοῦ, τοῖς πόθῳ ἐκζητοῦσι, τὴν θείαν αῤωγήν Σου, βοήθει καὶ ὁδήγει, αὐτοὺς πρὸς ἀφθαρτότητα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεύσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Δόξα. Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τοῦ Σταυροῦ τοῦ Σωτῆρος ἡμῶν τὴν εὕρεσιν, ὑπὸ Ἑλένης Ἁγίας, ἐν τοῖς λαγόσι τῆς γῆς, ἀνυμνοῦντες οἱ πιστοὶ εὐτάκτως κράζομεν· Ξύλον πανάγιο σεπτόν, καὶ μακάριον ἐν ᾧ, ἐτάθη Χριστὸς ἡ πάντων, ζωὴ σταυρῶσαι τὰ πάθη, ἡμᾶς δυνάμει Σου ἀξίωσον.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.




ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Τοῦ ζωηφόρου Σταυροῦ τοῦ Θεανθρώπου, δεῦτε ἑορτάσωμεν τὴν θείαν εὕρεσιν, δι’ ἧς χαρᾶς ἐπληρώθησαν, πιστῶν χορεῖαι, αἱ κυριεύουσαι τὴν ὑφήλιον, καὶ ψαλμοῖς καὶ ᾄσμασιν, εὐήχοις χαρμονικῶς, δοξολογήσωμεν Κύριον, Ἐσταυρωμένον, τὸν διεστῶτα στεῤῥῶς ἑνώσαντα, δι’ ἁμαρτίαν καὶ ἀπείθειαν, πρὶν κραυγάζοντες· Ξύλον σωτήριον, τῇ δυνάμει σου σάλον, ἁμαρτάδων ἡμῶν κόπασον.

Χορεία σήμερον πάντων χριστωνύμων, χαίρει καὶ ἀγάλλεται Σταυρὲ τρισόλβιε, τῆς σῆς πανσέπτου εὑρέσεως, ἐν τοῖς ἐγκάτοις, τῆς γῆς ἐπέτειον ἑορτάζουσα, φαίνει γὰρ τοῖς σύμπασιν, οὗτος ἀεὶ τηλαυγῶς, τοῖς φωτοβόλοις πυρσεύμασι, τοῦ προσπαγέντος, αὐτῷ Κυρίου τοῦ Παντοκράτορος, Οὗ τῇ δυνάμει κραταιούμενοι, σοὶ βοῶμεν· Σταυρὲ πανσεβάσμιε, Ἰησοῦν τοὺς ἐμπράκτως, μεγαλύνοντας ἁγίασον.

Σταυροῦ Κυρίου τὴν εὕρεσιν ὑμνοῦντες, σήμερον τὴν πάντιμον πιστῶς κραυγάζομεν· Ξύλον τρισύνθετον ἅγιον, καὶ ζωηφόρον, ἐν ᾧ ἐτάφη ὁ ὑπερένδοξος, Κύριος τοῦ σύμπαντος, ἵνα ζωώσῃ βροτούς, τοὺς τεθνεῶτας τοῖς πάθεσι, καὶ ἁμαρτίαις, καὶ ἀνυψώσῃ ὡς πολυεύσπλαγχνος, ἐκ γῆς πρὸς δώματα οὐράνια, τοὺς τὰ ἄχραντα Πάθη δοξάζοντας, ἐν ψυχῆς κατανύξει, καὶ σεπτὰ Αὐτοῦ ἀείποτε.

Ἕτερα. Ὁ αὐτός. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὁ Σταυρὸς ὁ πανάγιος, Κωνσταντίνου τὸ τρόπαιον, καὶ πιστῶν ἁπάντων στεῤῥὸν κραταίωμα, ὁ ἐμπιπλῶν τοῖς δοξάζουσιν, ἀπαύστως τὸν Κύριον, σθένους θείου τοῖς πιστῶς, τὴν σὴν εὕρεσιν σήμερον, ἑορτάζουσι, χαρμονῆς καὶ ἰσχύος πλῆσον πᾶσι, καὶ ζωῆς τῆς αἰωνίου, τῆς ἐν τῷ πόλῳ ἀξίωσον.

Τὴν ἀνάμνησιν ἄγοντες, τῆς λαμπρᾶς σου εὑρέσεως, ἐν Κρανίου τόπῳ ὃν καθηγίασεν, Αὐτοῦ ἀχράντοις παθήμασι, Χριστὸς ὁ Θεάνθρωπος, ἐπὶ σοὶ ὁ προσπαγείς, ἵνα σώσῃ κολάσεως, γένος βρότειον, αἰωνίου βοῶμεν· ζωηφόρε, καὶ σεπτὲ Σταυρὲ ἀπαύστως, σκέπε πιστοὺς τῇ σῇ χάριτι.

Ὑπὲρ ἥλιον ἔλαμψας, ὡς εὑρέθη χρυσάκτινε, τοῦ Παμβασιλέως Χριστοῦ καὶ πάνσεπτε, Σταυρὲ τῆς κτίσεως πέρατα, φωτίζων καὶ ἅπαντας, διεγείρων τοὺς πιστούς, πρὸς λαμπρὰν καὶ ἀέναον, δοξολόγησιν, τοῦ ἐν σοὶ προσπαγέντος ζωοδότου, Ἰησοῦ Ἐσταυρωμένου, Λόγου Θεοῦ τοῦ Παντάνακτος.
Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε ὁ τοῦ Θεοῦ λαὸς ὁ περιούσιος, ἐν ἀγαλλιάσει ψυχῆς ἑορτάσωμεν, τὴν τοῦ Τιμίου Σταυροῦ τοῦ Θεανθρώπου ἀνεύρεσιν, εὐχαρίστως βοῶντες· χαῖρε, καύχημα πιστῶν ἐξαίρετον, καὶ ἀσφαλὲς αὐτῶν προσφύγιον· χαῖρε, ξύλον εὐθαλέστατον, καρπὸν πολύφορον φέρων βροτῶν σωτηρίας· χαῖρε, νίκης ἡμῶν σύμβολον, καὶ δεινὸν δαιμόνων φυγαδευτήριον. Ἀλλ’ ὦ Σταυρὲ πανσεβάσμιε, στήριγμα τῶν εὐσεβῶν καὶ κραταίωμα, δυνάμει τοῦ ἐπὶ σοὶ σταυρωθέντος Υἱοῦ τοῦ Θεοῦ, μὴ παύσῃ δεικνύων ἡμῖν ὁδὸν τὴν σωτήριον.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα. (Κεφ. 15, 22-27 & 16, 1)
Ἐξῆρε Μωϋσῆς τοὺς υἱούς, Ἰσραὴλ ἀπὸ θαλάσσης Ἐρυθρᾶς, καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σούρ· καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ, καὶ οὐχ εὕρισκον ὕδωρ ὥστε πιεῖν. Ἦλθον δὲ εἰς Μερράν, καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἐκ Μερρᾶς· πικρὸν γὰρ ἦν· διὰ τοῦτο ἐπωνομάσθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πικρία. Καὶ διεγόγγυζεν ὁ λαὸς κατὰ Μωϋσῆ λέγοντες· Τὶ πιώμεθα; Ἐβόησε δὲ Μωϋσῆς πρὸς Κύριον, καὶ ἔδειξεν αὐτῷ Κύριος ξύλον καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη τὸ ὕδωρ· ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίσεις, καὶ ἐκεῖ αὐτὸν ἐπείραζε καὶ εἶπεν· Ἐὰν ἀκοῇ ἀκούσῃ Κυρίου τοῦ Θεοῦ σου, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιήσῃς, καὶ ἐνωτίσῃ τὰς ἐντολὰς αὐτοῦ καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ, πᾶσαν νόσον, ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γὰρ εἰμι Κύριος ὁ ἰώμενός σε. Καὶ ἦλθον εἰς Αἰλείμ, καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων, καὶ ἑβδομήκοντα στελέχη φοινίκων, παρενέβαλον δὲ ἐκεῖ παρὰ τὰ ὕδατα. Ἀπῆραν δὲ ἐξ Αἰλείμ, καὶ ἦλθε πᾶσα ἡ συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς τὴν ἔρημον Σίν, ὃ ἐστιν, ἀναμέσον Αἰλείμ, καὶ ἀναμέσον Σινᾶ.






Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. 3, 11-18)
Υἱέ, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ᾿ αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστὸς ἐστι πᾶσι τοῖς ἀγαπῶσιν αὐτήν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστι. Μῆκος γὰρ βίου, καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαί, καὶ πᾶσαι αἱ τρίβοι αὐτῆς μετ᾿ εἰρήνης· Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτήν, ὡς ἐπὶ Κύριον ἀσφαλής.

Προφητείας Ἡσαΐου τὸ Αναγνωσμα (Κεφ. 60, 11-16)
Τάδε λέγει Κύριος· Ἀνοιχθήσονται αἱ πύλαι σου Ἱερουσαλὴμ ἡμέρας καὶ νυκτὸς οὐ διὰ παντός, κλεισθήσονται, τοῦ εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν, καὶ βασιλεῖς αὐτῶν ἀγομένους. Τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινές σοι οὐ δουλεύσουσιν ἀπολοῦνται, καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσονται. Καὶ ἡ δόξα του Λιβάνου πρὸς σὲ ἥξει, ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ, ἅμα δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου, καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω. Καὶ πορεύσονται πρὸς σὲ δεδοικότες οἱ υἱοὶ τῶν ταπεινωσάντων σε, καὶ παροξυνάντων σε, καὶ προσκυνήσουσιν ἐπὶ τὰ ἴχνη τῶν ποδῶν σου πάντες οἱ παροξύναντές σε, καὶ κληθήσῃ Πόλις Κυρίου Σιὼν τοῦ Ἁγίου Ἰσραήλ, διὰ τὸ γεγενῆσθαί σε καταλελειμμένην καὶ μεμισημένην, Καὶ οὐκ ἦν ὁ βοηθῶν σοι· καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεαῖς γενεῶν. Καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος ὁ σῴζων σε, καὶ ὁ ἐξαιρούμενός σε ὁ Θεὸς Ἰσραήλ.














Λιτή. Ἦχος α΄.
Ὡς ἡ ῥάβδος τοῦ Μωϋσέως Σταυρὲ πανσεβάσμιε, προδιετυποῦσά σε τὴν Ἐρυθρὰν διεχώρησε θάλασσαν, ἵνα διέλθῃ ὁ λαὸς τοῦ Θεοῦ πρὸς γῆν τῆς ἐπαγγελίας, οὕτως σὺ διεχώρησας τὸ πέλαγος τοῦ θανάτου, καὶ ὡδήγησας τὸν νέον Ἰσραὴλ πρὸς νομὰς σωτηρίους· ὅθεν σὲ ἀτενίζουσαι πιστῶν αἱ χορεῖαι, δύναμιν λαμβάνομεν καλῶς διανῦσαι τὴν δύσβατον τοῦ βίου τρίβον, καὶ Χριστὸν εὐγνωμόνως δοξάζομεν, τὸν σὲ ἁγιάσαντα τοῖς οἰκείοις Αὐτοῦ ἀχράντοις αἵμασι, καὶ δεδωκότα ἡμῖν ὅπλον ἐν ταῖς καθ’ ἡμέραν μάχαις ἀήττητον.

Ἦχος β΄.
Μόχθοις ἀτρύτοις ἡ εὐσεβὴς βασιλομήτωρ Ἑλένη, ἐκ τῶν λαγόνων τῆς γῆς ἀνέσυρέ σε ὡς ὄλβον τιμαλφῆ, Σταυρὲ τοῦ Κυρίου πανθαύμαστε. Λάμψας γὰρ ὑπὲρ ἥλιον, ἐν τῇ ἐμφανείᾳ σου ἐν τῇ ἁγίᾳ Πόλει Σιών, τὴν Ἐκκλησίαν ἐκάλυψας τῷ φωτὶ τῆς σῆς αἰωνιζούσης δόξης· ὅθεν τὴν θείαν σου εὕρεσιν ἑορτάζοντες, ζοφώδους φθορᾶς σκοτείας λυτρούμεθα, καὶ τὸν ὑπὲρ ἡμῶν ἐπὶ σοὶ σταυρωθέντα Χριστὸν δοξάζομεν.

Ἦχος γ΄.
Τὴν ἀνάμνησιν ἄγοντες τῆς λαμπρᾶς εὑρέσεως τοῦ Σταυροῦ Σου, τὴν σὴν ἀγαθότητα γεγηθότες δοξάζομεν Κύριε· ὅτι ἡμῖν αὐτὸν ἔδωκας ῥάβδον στηρίξεως στεῤῥοτάτην, ἐν ταῖς ἀναβάσεσι πρὸς κτῆσιν τῆς ἐνθέου γνώσεως. Μὴ οὖν παύσῃ ἐπιστηρίζων ἡμᾶς Ἐσταυρωμένε Σῶτερ, ἵνα τῆς Σῆς ἀξιωθῶμεν τρυφῆσαι χαρᾶς καὶ ἀλήκτου δόξης.

Δόξα. Ἦχος δ΄.
Τῆς εἰρήνης τὸ οὐράνιον σύμβολον, ὁ Σταυρὸς τοῦ Χριστοῦ σήμερον ἐκ γῆς ἀνασύρεται, καὶ πᾶς ὁ πιστὸς λαὸς ἁγιαζόμενος, ἐν κατανύξει ψυχῆς αὐτὸν κατασπάζεται. Δεῦτε οὖν καὶ ἡμεῖς ἀδελφοί, τῷ φέγγει τῆς αὐτοῦ χάριτος ἐκδιώξωμεν τῶν παθῶν τὴν σκοτόμαιναν, καὶ τὸ ἀληθινὸ φῶς ἐκζητήσωμεν, τὸ θερμαῖνον καὶ φωτίζον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.








Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίρει, ἐκ τῶν λαγόνων τῆς γῆς, σὲ ἀνασύρασα Σταυρὲ πανσεβάσμιε, ἡ θεία βασιλομήτωρ, Ἑλένη ἡ ἀγλαή, καὶ σὺν ταύτῃ ἅπας, χριστεπώνυμος, λαὸς ζωοπάροχον, Ξύλον καὶ τρισμακάριστον, ὅπλον ἐν μάχαις, τῶν πιστῶν ἀπροσμάχητον, παραμύθιον, θλιβομένων γλυκύτατον, ἄσειστον περιτείχισμα, ἐκ τῆς τοῦ ἀλάστορος, ἐπιδρομῆς εὐσεβούντων, χρυσοῦν ἀνάκτων διάδημα, ἰσχὺς Κωνσταντίνου, βασιλέως καὶ Ἀγγέλων, λαμπρῶν εὐπρέπεια.

Στ.: Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τὸ ὑποποδίον τῶν ποδῶν Αὐτοῦ.
Χαίροις, ὁ τοῦ Κυρίου Σταυρός, τῶν δαιμονίων ὀλετὴρ ὁ δριμύτατος, προπύργιον ἱερέων, τῆς Ἐκκλησίας ἡμῶν, σθένος κλέος δόξα, καὶ κραταίωμα, νοσούντων ἡ ἴασιν, ἀδυνάτων ἡ δύναμις, ἰσχὺς καμνόντων, λυπουμένων ἀνάψυξις, καταφύγιον, γαληνὸν τῶν ἐν κύδωσι, βίου περιχαράκωμα, παρθένων ἀλάνθαστε, χειραγωγὲ πρὸς σοφίαν, μαθητιώσης νεότητος, διάκοσμε θεῖε, θυρεοῦ χριστεπωνύμων, καὶ νίκης σύμβολον.

Στ.: Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν, σωτηρίαν εἰργάσατο ἐκ μέσων τῆς γῆς.
Σῷζε, τοὺς ἀνυμνοῦντας φαιδρῶς, τὴν σὴν ἀνέρευσον Σταυρὲ ζωοδώρητε, καὶ πίστει σε προσκυνοῦντας, ὥσπερ ἰσχύος πιστῶν, τρόπαιον καὶ τραῦμα, τοῦ πτερνίζοντος, ἀπαύστως τὸ βρότειον, γένος ὀδυνηρότατον, τῇ σῇ δυνάμει, γεγηθότες κραυγάζομεν, καὶ τοῖς ἄνθεσιν, ἐγκωμίων σε στέφομεν· σὲ γὰρ Χριστὸς ἐπότισεν, Αὐτοῦ θείοις χεύμασι, τῶν ζωογόνων αἱμάτων, ὁ ἐπὶ σοὶ ὥσπερ ἄνομος, παλάμας ἁπλώσας, ἵνα πρὶν τὰ διεστῶτα, ἑνώσῃ Κύριε.

Δόξα. Ἦχος πλ. δ΄.
Ἀνέκλειπτον θησαυρὸν τῶν οἰκτιρμῶν Σου Κύριε, τοῖς πιστοῖς ἐδώρησας τὸν τίμιον καὶ ζωηφόρον Σταυρόν Σου. Δι’ αὐτοῦ γὰρ κομιζόμεθα δύναμιν ἄμφω ψυχῆς καὶ σώματος, καὶ ἰσχὺν πατῆσαι τοῦ δολίου τὸ φρύαγμα. Μὴ οὖν παύσῃ δι’ αὐτοῦ ἡμῖν παρεχόμενος, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, τὸ μέγα καὶ πλούσιόν Σου ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.





Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεύσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Δόξα. Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τοῦ Σταυροῦ τοῦ Σωτῆρος ἡμῶν τὴν εὕρεσιν, ὑπὸ Ἑλένης Ἁγίας, ἐν τοῖς λαγόσι τῆς γῆς, ἀνυμνοῦντες οἱ πιστοὶ εὐτάκτως κράζομεν· Ξύλον πανάγιο σεπτόν, καὶ μακάριον ἐν ᾧ, ἐτάθη Χριστὸς ἡ πάντων, ζωὴ σταυρῶσαι τὰ πάθη, ἡμᾶς δυνάμει Σου ἀξίωσον.
Καὶ νῦν. Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.

























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τὴν εὕρεσιν λαμπρῶς, τοῦ Σταυροῦ τοῦ Κυρίου, ὑμνοῦντες οἱ πιστοί, ὁλοθύμως βοῶμεν· Κρανίου ἐφώτισας, τόπον θείαις ἀκτῖσί σου, ὡς ἀνεῦρόν σε, ὑπὸ τὴν γῆν κεκρυμμένον, ἡ βασίλισσα, πνευματοφόρος Ἑλένη, Σταυρὲ ζωοπάροχε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Βοήθει ἀκλινῶς, τοῖς πιστῶς προσιοῦσι, τῇ σκέπῃ Σου ἁγνή, Θεοτόκε Παρθένε, ἑτοίμη ἀντίληψις, εὐσεβῶν καὶ βοήθεια, τῶν ἐν κλύδωσι, καὶ τρικυμίαις τοῦ βίου, ἵνα πάντοτε, οἱ ἐμπερίστατοι ὕμνοις, φαιδροῖς Σε γεραίρομεν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε
Σταυρὸν τὸν πανάγιον ὡς θησαυρὸν τιμαλφῆ, ἡ γῆ ὃν κατέκρυπτε Ἑλένη ἡ βασιλίς, ἀνεῦρε καὶ ὕψωσε, πρὸ τοῦ λαοῦ ὀμμάτων, πρὸς ἀέναον δόξαν, τοῦ ἐν αὐτῷ παγέντος, Ἰησοῦ ἐκ θανάτου, τοῦ σώσαντος σταυρώσει Αὐτοῦ, γένος μερόπειον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Ἁγνὴ ἀειπάρθενε Ἀγγέλων ἡ χαρμονή, καὶ πάντων προσφύγιον τῶν εὐσεβῶν ἀσφαλές, ἀτρώτους συντήρησον, τῆς ἐχθρικῆς μανίας, καὶ δεινῆς ἐπηρείαις, Σοὶ καθ’ ἑκάστην πίστει, τοὺς προσφεύγοντας Μῆτερ, καὶ ὕννοις θείοις εἰλικρινῶς, Σὲ μακαρίζοντας.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Ἐκ γῆς ἀνέτειλε, Σταυρὸς ὁ ἄχραντος, ὡς ἄστρον πάμφωτον, φωτίζον ἅπαντας, ὁ διανοίξας οὐρανῶν τὴν πύλην τὴν κεκλεισμένην· ὅθεν οἱ τὴν ἔλλαμψιν ἐνεργείας δεξάμενοι, τῆς αὐτοῦ πρὸς ἄδυτον φῶς ἀεὶ ὁδηγούμεθα, ματαίων μερίμνων τῶν τοῦ βίου πόῤῥῳ ἐλαύνοντες τὸν ζόφον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριὰμ ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ κεχαριτωμένη








Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τὸ ὑποποδίον τῶν ποδῶν Αὐτοῦ.
Στ.: Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν, σωτηρίαν εἰργάσατο ἐκ μέσων τῆς γῆς.
Εὐαγγέλιον, τῆς ΙΔ΄ Σεπτεμβρίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Τῇ τοῦ Σοῦ Τιμίου Σταυροῦ Χριστέ, δυνάμει ἐνίσχυσον καὶ σῶσον τοὺς αὐτῷ προσκυνοῦντας.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὁλόφωτος ἤστραψας τῷ κόσμῳ Σταυρὲ τοῦ Κυρίου, καταυγάζων ἅπαντας ἀκτῖσι τῆς δόξης, τοῦ ἐπὶ σοὶ σταυρωθέντος· ὅθεν σὲ προσκυνοῦντες, ὡς σύμβολον ἡμῶν τῆς νίκης κατὰ τοῦ παλαμναίου, τὸν σὲ ἁγιάσαντα τρανῶς δοξάζομεν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Σταυροῦ οὗ ἡ ἀκροστιχίς: Χριστοφόρου Σταυροῦ ὑμνῶ εὕρεσιν. Χ. Μ. Μ.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.
Χαῖρε Σταυρὲ βοῶμεν, τρόπαιον ἀνάκτων καὶ κραταίωμας, καὶ ἀσπὶς ἡ τὰ βέλη, καθ’ ἡμῶν τοῦ ἐχθροῦ ἀποκρούουσα.
ύπου θανατηφόρου, γένος τῶν μερόπων ἀπεκάθηρεν, ὁ ἁπλώσας παλάμας, ἐπὶ σοὶ τριμερὲς Σταυρὲ τίμιε.
να καθαγιάσῃ, κόσμον ἀνελκύσθη ὁ πανσέβαστος, ἐκ τῆς γῆς τῶν λαγόνων, τοῦ Κυρίου Σταυρὸς ὃν δοξάζομεν.
Θεοτοκίον.
Σὲ ἀνυμνολογοῦμεν, τὴν σαρκὶ τεκοῦσα τὸν Θεάνθρωπον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν μητράνανδρε Δέσποινα.

ᾨδὴ γ’. Σὺ εἶ τὸ στερέωμα.
Τὸ τεῖχος τὸ ἄσειστον, τῆς Ἐκκλησίας Σου Κύριε, ὑπάρχει ὄντως Σταυρὸς ὁ θεῖος, ἣν φυλάττει ἀείποτε.
ρθρίζοντες ἅπαντες, Σὲ ἀνυμνοῦμεν εὑράμενοι, Σταυρὸν Σὸν θεῖον ἄναρχε Λόγε· δι’ οὗ κόσμον ἐκαίνισας.
Φαιδρῶς εὐτρεπίζεται, Σταυρὲ τῇ θείᾳ δυνάμει σου, ἡ Ἐκκλησία τοῦ σὲ Αἱμάτων, ῥοαῖς σεπταῖς ἁγιάσαντος.
Θεοτοκίον.
δόν μοι ὑπόδειξον, τῆς σωτηρίας τὸ δύσβατον, εὐλογημένη Θεογεννῆτορ, ἵνα ὕμνοις δοξάζω Σε.





Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Νίκην ᾔρατο, τῇ σῇ δυνάμει, ὁ Ἡράκλειος, καὶ Κωνσταντῖνος, καὶ σὺν τούτοις βασιλεῖς εὐσεβόφρονες, οἱ πεποιθότες σοι Ξύλον μακάριον, Σταυρὲ Χριστοῦ ζωηφόρε καὶ πάνσεπτε· ὅθεν ἅπαντες σὲ πόθῳ κατασπαζόμενοι, Χριστῷ τῷ ἐπὶ σοὶ τιθέντι ᾄδομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μὴ ἐάσῃς με, Παρθενομῆτορ, τὸν οἰκέτην Σου, γενέσθαι πλάνου, τοῦ δολίου πολεμήτορος ἕρμαιον, καὶ ἐξ αὐτοῦ τῶν χειρῶν με ἐξάρπασον, τῇ μητρικῇ Σου δυνάμει Μητρόθεε, ἵνα χαίρων Σε ὑμνῶ καὶ γεραίρω πάντοτε, ἐλπὶς καταφυγὴ καὶ προστασία μου.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
άβδος πέλεις στηρίξεως, κλονουμένων πάντων Σταυρὲ ὑπέρτιμε, τοῦ Κυρίου καὶ παιδεύσεως, ἀπειθούντων καὶ ἐχθρῶν τῆς πίστεως.
Σταυρὸς ὁ πανάγιος, ὃν βασιλομήτωρ Ἑλένη ὕψωσεν, ἐκ τῆς γῆς πρὸς ἀγαλλίασιν, εὐσεβῶν χαρᾶς με θείας ἔμπλησον.
μνῳδίαις ἑκάστοτε, στέφοντές σε Ξύλον ζωῆς ἀτέρμονος, χριστοφόρον ἀνακράζομεν· χριστωνύμων νίκης χαῖρε σύμβολον.
Θεοτοκίον.
Σὲ ἀεὶ προβαλλόμεθα, κατ’ ἐχθρῶν Μητρόθεε ἀπροσμάχητον, ὅπλον ἄγκυραν θεόσδοτον, καὶ χαρᾶς ἐλπίδα ἀδιάψευστον.

ᾨδὴ ε’. Ὀρθρίζοντες βοῶμέν σοι.
Τὸν πάνσεπτον Σταυρὸν ὃν ἑώρακεν, ἡ Ἑλένη, ἐκ τῆς γῆς ὑψούμενον, δόξαν Κυρίῳ ἀνέπεμπεν.
νάστασιν βροτῶν καὶ κατάπαυσιν, τῶν δαιμόνων, σὺ Σταυρὲ τρισύνθετε, πέλεις ἐκθύμως κραυγάζομεν.
πέδειξε Σταυρὸς μέγα τρόπαιον, Κωνσταντίνῳ, οὐρανὸς τῷ ἄνακτι, πίστιν ἁπλώσαντι πέρασι.
Θεοτοκίον.
ευστῶν καὶ φθειρομένων ὑπέρτερον, τὸν Σὸν δοῦλον, δεῖξον τῇ Σῇ χάριτι, τὸν καταφεύγοντα Δέσποινα.

ᾨδὴ στ’. Χιτῶνά μοι παράσχου.
πάνσεπτος Σταυρός Σου Ἰησοῦ, ἀσθενούντων ἴασις, πέλει καὶ δύναμις, τῶν καμνόντων καὶ δεινῶς παρασχόντων ἀεί.
φάπλωσον τὰς χεῖράς σου Σταυρέ, καὶ σοὺς δούλους σκέπασον, τοὺς τὸν πανάγιον, προσκυνοῦντας σὸν Σταυρὸν, ὁ Θεὸς ἡμῶν.
μνοῦντές σου τὴν εὕρεσιν Σταυρέ, ἐπὶ σοὶ ἐκτείναντος, χεῖρας τὸν Κύριον, προσκυνοῦμεν ἀγαθὸν Ἰησοῦν Χριστόν.
Θεοτοκίον.
Μαρία θαυμασίων κιβωτέ, πόθῳ μεγαλύνομεν, Σὲ πάντες μέροπες, ὡς τεκοῦσα ἐν σαρκὶ Χριστὸν τὸν Θεόν.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν πανσεβάσμιον Σταυρὸν κατασπασώμεθα, ὡς φυλακτήριον ἡμῶν καὶ θεῖον στήριγμα, καὶ κραταίωμα καὶ σκέπην ἐν ταπεινώσει· ἐπὶ σοὶ γὰρ τὰς ἀχράντους χεῖρας ἔτεινεν, ἵνα σώσῃ ἐκ θανάτου ὁ Θεάνθρωπος, τοὺς κραυγάζοντας· Χαῖρε Ξύλον πανάγιον.
Ὁ Οἶκος.
Ἄνασσα ἐκ λαγόνων, γῆς Σταυρὲ ζωηφόρε, Χριστοῦ ἀνέσυρέ σε Ἑλένη, καὶ ὡς τρόπαιον νίκης πιστῶν, τοῖς χοροῖς καὶ ὅπλον κραταιὸν ἔδωκε, τοῖς πόθῳ προσκυνοῦσί σε, καὶ ὕμνοις μελιχροῖς βοῶσι·
Χαῖρε, τὸ δένδρον τῆς εὐσεβείας·
χαῖρε, τὸ Ξύλον τῆς σωτηρίας.
Χαῖρε, Ἐκκλησίας τὸ ἄτρωτον σύμβολον·
χαῖρε, ἀφθαρσίας καὶ νίκης τὸ τρόπαιον.
Χαῖρε, ὅπλον ἀπροσμάχητον ἐν πολέμοις εὐσεβῶν·
χαῖρε, θεῖον παραμύθιον θλιβομένων χοϊκῶν.
Χαῖρε, ἐν ᾧ ἐπάγη ὁ Θεοῦ Θεὸς Λόγος·
χαῖρε, δι’ οὗ ἐσώθη ὁ χριστώνυμος δῆμος.
Χαῖρε, χοροῦ τῶν πιστῶν φυλακτήριον·
χαῖρε, ἐχθροῦ πλάνου φυγαδευτήριον.
Χαῖρε, Σταυρέ, χαρμονὴ τῶν Ἀγγέλων·
χαῖρε, Σταυρέ, ὀλετὴρ τῶν δαιμόνων.
Χαῖρε, Ξύλον πανάγιον.

Συναξάριον.
Δίδωσιν ἡμῖν Ἑλένη ταύτην χάριν,
Βλέπειν τὸ σῶσαν ἐκ φθορᾶς ἡμᾶς ξύλον.
Φανέντες ἧλοι Βασιλεῖ, τοῦ μὲν κράνους,
Ἄγαλμα κεῖνται, τοῦ χαλινοῦ δὲ κράτος.
Ὁ τίμιος καὶ ζωοποιὸς Σταυρός, ἐν ᾧ ἐτάθη ὁ Κύρθιος ἡμῶν Ἰησοῦς Χριστός, εὑρέθη ὑπὸ τῆς μακαρίας Ἁγίας Ἑλένης, μητρὸς τοῦ βασιλέως Κωνσταντίνου τοῦ μεγάλου, ὅτε ἐπεσκέφθη ἐπὶ τῷ σκοπῷ τούτῳ τὰ Ἱεροσόλυμα. Ἐν αὐτοῖς κατέλιπε τὸ ἥμισυ αὐτοῦ, τὸ δὲ ἕτερον ἥμισυ μετὰ τῶν Τιμίων Ἥλων ἔλαβε μεθ’ ἑαυτῆς. Κατὰ τὸν πλοῦν πρὸς τὴν Κωνσταντινούπολιν ἀφίκετο εἰς Κύπρον, ἔνθα ἐδόμησε ναοὺς εἰς Τόχνην καὶ Σταυροβούνιον καὶ κατέλιπε πρὸς ἁγιασμὸν τῶν ἐκεῖ χριστωνύμων τεμάχιον τοῦ τιμίου Σταυροῦ καὶ τοῦ τιμίου καννάβου, μεθ’ οὗ οἱ παράνομοι ἔδησαν τὸν Κύριον τῆς δόξης καὶ ὁ ὁποῖος ἀποθησαυρίζεται ἐν τῇ Μονῇ τοῦ Τιμίου Σταυροῦ Ὀμόδους. Εἰς τὴν Κωνσταντινούπολιν τὸ μὲν μέρος τοῦ Σταυροῦ ὁ βασιλεὺς Κωνσταντίνος «κατέκρυψεν τῷ αὐτοῦ ἀνδριάντι, ὃς ἐν τῇ ἀγορᾷ Κωνσταντίνου ἐπὶ τοῦ πορφυροῦ κίονος ἵδρυται, τοὺς δὲ τιμίους ἥλους χαλινούς τε καὶ περικεφαλαίαν ποιήσας ἐκέχρητο». Σήμερον τὸ μέγιστον τῶν ἀποτμημάτων τοῦ τιμίου Σταυροῦ ἀποθησαυρίζεται ἐν τῇ τοῦ Ξηροποτάμου Μονῇ τοῦ Ἁγίου Ὄρους, πλεῖστα δὲ ἄλλα ἀποτμήματα εἰς διαφόρους Μονάς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Τεσσαράκοντα Δύω Μαρτύρων τῶν ἐν Ἀμορίῳ καὶ ἐξ αὐτῶν· Θεοδώρου, Κωνσταντίνου, Καλλίστου, Θεοφίλου, Βασσώη.
Τὴν ἑξάριθμον συντεθειμένην φέρει,
Σὺν ἑπταρίθμῳ ἡ τετμημένη φάλαγξ.
Οὗτοι, τῆς πόλεως Ἀμορίου πρῶτοι ὑπῆρχον· ἐπὶ δὲ Θεοφίλου ἁλούσης ὑπὸ τῶν Ἀγαρηνῶν, αἰχμάλωτοι ἀπάγονται, στρατηγοὶ καὶ ταξιάρχαι ὄντες, καὶ τοῦ πρώτου παρὰ Ῥωμαίοις μετέχοντες γένους. Οὔτε δειλία δέ, οὔτε φιλοψυχίᾳ, οὔτε μαλακίᾳ, οὔτε πολυχρονίῳ ταλαιπωρίᾳ τὴν πρὸς Χριστὸ προὔδωκαν πίστιν. Οὐ γὰρ τῇ τοῦ σώματος κακώσει, καὶ οἰονεὶ ταριχείᾳ τὰς ψυχὰς ἐλελώβηντο, ἀλλ’ ἀνδρείῳ φρονήματι καὶ ψυχῆς γενναιότητι παραταξάμενοι πάντες, καὶ τὴν εἰς Χριστὸν πίστιν ἀπομόσασθαι μὴ καταδεξάμενοι, χαίροντες τὰς κεφαλὰς ἀπετμήθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρκάδιος
Ὀσφὺν νοητὴν ἀρεταῖς ἐζωσμένος,
Εὔζωνος, Ἀρκάδιε, πρὸς πόλον τρέχεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἡσυχίου τοῦ Θαυματουργοῦ
Δούς, Ἡσύχιε, σαυτὸν ἡσύχῳ βίῳ,
Τέλους φθάσαντος, ἡσυχάζεις ἐκ βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ὁσιομάρτυς Μάξιμος, λιθοβολιθεὶς τελειοῦται.
Ὅλῳ βλέπων νῷ Μάξιμος πρὸς τὰ στέφη,
Πρὸς τὰς βολὰς ὑπῆρχε τῶν λίθων λίθος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐφρόσυνος, ὕδωρ κοχλάζον ποτισθείς, τελειοῦται.
Ζέον πεπωκὼς φιάλῃ κοίλῃ πόμα,
Ὁ Μάρτυς Εὐφρόσυνος εὐφράνθη μάλα.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἰουλιανὸς καὶ Εὔβουλος, ξίφει τελειοῦνται.
Δεῦρο, ξίφει θάνωμεν, Εὐβούλῳ λέγει,
Ἰουλιανός, εἰσφέρων εὐβουλίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰὼβ τοῦ ἐρημίτου, τῆς Μονῆς τοῦ Σολόφσκι τῆς Ῥωσίας



Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νίκας δίδως τοῖς πίστει προσκυνοῦσί σε Ξύλον Χριστοῦ σεβάσμιον, κατὰ τοῦ παλαμναίου, καὶ τὸν Ἐσταυρωμένον, Ἰησοῦν μακαρίζουσι, παρ’ Οὗ ἀπαύστως ἀντλεῖς, ἰσχὺν Σταυρὲ τρισμάκαρ.
ς τὸν τύπον σου οἶδε Κωνσταντῖνος ὁ μέγας Σταυρὲ σεβάσμιε, ἐν οὐρανῷ καὶ φράσιν, ἐχθρὸν ἐν τούτῳ νίκα, ἐνεπλήσθη δυνάμεως, καὶ νικητὴς κατ’ ἐχθροῦ, ἐδείχθη τροπαιοῦχος.
σταυρώθη ὡς πλάνος ὁ Θεοῦ θεῖος Λόγος ἐπὶ τοῦ Ξύλου σου, Σταυρὲ ἵνα ζωώσῃ, ἡμᾶς τοὺς τεθνεῶτας, ζοφεροῖς ἀμπλακήμασι, καὶ καταστήσῃ Ἐδέμ, σεμνοὺς πολίτας αὖθις.
Θεοτοκίον.
περύμνητε Μῆτερ θρηνωδοῦσα ἐβόας ὡς ἀναρτώμενον, κατεῖδες ἐπὶ Ξύλου, τὸ πάνσεπτόν Σου τέκνον· ποῦ Υἱέ μου τὸ κάλλος Σου, τῆς παναγίας μορφῆς; ὦ φῶς τῶν ὀφθαλμῶν μου.

ᾨδὴ η’. Τὸν Βασιλέα.
οαῖς οἰκείων, ἡγίασέ σε αἱμάτων , ὁ Δεσπότης Σταυρὲ χριστοφόρε, ὁ ἐκπλύνας τούτοις, ἡμῶν τὴν ἁμαρτίαν.
κ τῶν ἐγκάτων, τῆς γῆς καμάτων ἰδίοις, εἵλκυσέ σε ἡ βασιλομήτωρ, εὐλαβὴς Ἑλένη, Σταυρὲ ἡμῶν τὴν δόξαν.
Σταυρὲ τὸ ξύλον, αἰσχύνης γέγονας Ξύλον, ζωηφόρων τῶν εὐσεβοφρόνων· διὰ σοῦ γὰρ πύλαι, ἐθραύθησαν τοῦ ᾍδου.
Θεοτοκίον.
κάνωσόν με, πατῆσαι πάγας τοῦ πλάνου, τῇ δυνάμει Σταυροῦ τοῦ Υἱοῦ Σου, κεχαριτωμένη, ἁγνὴ Θεοκυῆτορ.













ᾨδὴ θ’. Σὲ τὴν ἀπειρόγαμον.
Νύκτα τὴν ἀσέληνον, φιλαμαρτήμονος ζωῆς μου, φέγγει ἀρετῶν ἀξίωσον, ἐκδιῶξαι αὐγαῖς Σοῦ Σταυροῦ, τοῦ ζωοπαρόχου Ἰησοῦ πολυεύσπλαγχνε, οἱ ἐν ζόφῳ νῦν κατακείμενοι κράζομεν.
Χαῖρε πανσεβάσμιε, Σταυρὲ Κυρίου ἐκβοῶντες, σκέπῃ τῇ σεπτῇ σου σπεύδομεν, χριστωνύμων ἁπάντων χοροί, καὶ τὸν ἐπὶ σοὶ Αὐτοῦ παλάμας ἐκτείναντα, ἀσιγήτοις δοξολογίαις μεγαλύνομεν.
Μέγα ἡμῖν τρόπαιον, Σταυρὲ τρισμάκαρ ἀνεδείχθης, κατ’ ἐχθρῶν ἀνόμων χάριτι, τοῦ ἐν σοὶ Σταυρωθέντος Θεοῦ, Ὃν ἀεὶ ᾀσμάτων μελιῤῥύτων τοῖς ἄνθεσι, σακροφόρων αἱ συστοιχίαι καταστέφομεν.
Θεοτοκίον.
Μῆτερ τοῦ παντάκατος, Χριστοῦ γλυκεῖα Θεοτόκε, Σοὺς οἰκέτας ῥῦσαι θλίψεων, συμφορῶν καὶ παντοίων δεινῶν, ἵνα εἰς αἰῶνας τῶν αἰώνων γηθόμενοι, μυστικαῖς Σε δοξολογίαις μεγαλύνομεν.

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Νικοποιῷ προσπέσωμεν, Σταυρῷ πιστῶν τῷ φύλακι, καὶ οἰκουμένης ἁπάσης, τῇ ὡραιότητι πάντες, πανευλαβῶς κραυγάζοντες· Σταυρὲ Χριστοῦ πανθαύμαστε, τῇ σῇ δυνάμει ἔμπλησον, ἡμᾶς ἰσχύος καὶ θάῤῥους, βαδίσαι τρίβον εὐθεῖαν.
Θεοτοκίον.
Τοὺς πόθῳ μεγαλύνοντας, πληθὺν τῶν θαυμασίων Σου, Θεοκυῆτορ Παρθένε, εὐλογημένη Μαρία, ὁδήγει πρὸς μετάνοιαν, καὶ πολιτείαν κρείττονα, ἵνα εὐκλείας τύχωμεν, τῆς ἐν τῷ πόλῳ ἀλήκτου, καὶ δόξης αἰωνιζούσης.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πεύκη κέδρος καὶ κυπάρισσος, ὑπὸ τοῦ Λὼτ ἐν ταυτῷ, συμφυεῖσαι ἐβλάστησαν, ξύλον τὸ τρισύνθετον, τοῦ Σταυροῦ τὸ πανάγιον, ὅπερ οἱ κτίσται περιεφρόνησαν, τοῦ Σολομῶντος, ναοῦ ὡς ἄχρηστον, πρὸς σταυρὸν τοῦ Κτίσαντος, πᾶσαν τὴν γῆν, ἀνεδείχθη ὕστερον, τοῦ Παντοκράτορος.

Ξύλον τοῦ Σταυροῦ τὸ ἅγιον, ἐν ᾧ ἐτάθη Χριστός, ὡς ληστὴς καὶ παράνομος, ὁ ἀμνὸς ὁ ἄκακος, Ἰησοῦς ὁ Θεάνθρωπος, καὶ ὅπερ ὄμβροις, ἰδίου αἵματος, ἐν τῷ Κρανίου, τόπῳ ἡγίασεν, νῦν εὐσεβόφρονες, πόθῳ προσκυνήσωμεν ὡς τῆς ἡμῶν, νίκης μέγα τρόπαιον, κατὰ τοῦ δαίμονος.

Ξύλον ὃ ἡ γῆ ἐβλάστησε, ὡς θησαυρὸν τιμαλφῆ, τοῦ Σταυροῦ τὸ ὑπε΄ρτιμον, πλεῖστα ἔτη ἄνασσα, ἡ Ἑλένη ἐξήγαγεν, ἐκ ταύτης πόθῳ, καὶ παραδώσασα, τῇ Ἐκκλησίᾳ, εβόα χαίρουσα· χαῖρε θεόσδοτον, κόσμου φυλακτήριον χαῖρε πιστῶν, σκέπη χαῖρε δαίμονος, φυγαδευτήριον.

Δεῦτε τῶν βροτῶν συστήματα, τὸν χριστοφόρον Σταυρόν, εὐλαβῶς ἀσπασώμεθα, ὡς σημεῖον ἅγιον, καὶ πανίερον σύμβολον, τὸ ἐκδιῶκον, ἐχθρῶν τὰς φάλαγγας, καὶ δίδον νίκας, παντὶ πιστεύοντι, εἰς τὴν Θεότητα, ἐπ’ αὐτοῦ τοῦ τείναντος, ὡς ἀληθῶς, χεῖρας τοῦ Παντάνακτος, καὶ πανοικτίρμονος.

Δόξα. Ἦχος πλ. α’.
Ἑορτίου πανηγύρεως ἡμῖν πρόξενος γέγονε σήμερον, ἡ τοῦ τιμίου Σου Σταυροῦ εὕρεσις Κύριε. Οὗτος γὰρ θαυμαστωθεὶς ὑπὸ τῆς Σῆς ἀγαθότητος, φυγαδευτήριον ἀνεδείχθη εὐσεβούντων καὶ κραταίωμα. Μὴν οὖν παύσῃ Ἐσταυρωμένε Λόγε τοῦ Ὑψίστου, παρέχων ἡμῖν τὰ ἐλέη Σου, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον
Ὅπλον ἀπροσμάχητον οἱ πιστοί, ἔχοντες ἐν μάχαις, καθ’ ἡμέραν βιοτικαῖς, τὸν τοῦ Θεανθρώπου, Σταυρὸν τὸν ζωηφόρον, τὰς φάλαγγας νικῶμεν, τοῦ παναλάστορος.

ΜΑΡΤΙΟΣ 9. ΟΣΙΟΣ ΚΑΙΣΑΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΡΤΙΟΣ 9.
ΚΑΙΣΑΡΙΟΣ ΙΑΤΡΟΣ
ΑΔΕΛΦΟΣ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ
ΑΚΟΛΟΥΘΙΑ
Ποίημα Μοναχοῦ Ἰακώβου Ἁγιορείτου ἐν ἔτει σωτηρίῳ 1847.
Ποιημα Ἰσιδωρας Καθηγουμενης

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος δ΄: Ὡς γενναῖον ἐν μάρτυσιν.
Ποταμὸν τῆς σοφίας σε, ἰαμάτων τοῖς ῥεύμασι, πάντα καταρδεύοντα, γῆς τὰ πέρατα, Ναζιανζοῦ πολιοῦχόν τε σοφοῦ Γρηγορίου τε, Θεολόγου ἀδελφόν, ἐγνωκότες Καισάριε, εὐφημοῦμέν σε, κατὰ χρέος τελοῦντες τὴν σεπτήν σου καὶ πανέορτον νῦν μνήμην, θείοις κροτοῦντες ἐν ᾄσμασι.

Φιλοσόφων ὁ θίασος, ἰατρῶν τε ὁ ὅμιλος, συνελθόντες σήμερον εὐφημήσωμεν, τῶν φιλοσόφων τὸν ὕπατον, τὸν θεῖον Καισάριον, Γρηγορίου τοῦ σοφοῦ, κατὰ σάρκα ὁμαίμονα, χρηματίσαντα, εὐφημήσωμεν ᾄσμασιν ἐνθέοις, τὴν φωσφόρον αὐτοῦ μνήμην, τῆς Ἐκκλησίας ὡς ῆδυσμα.

Ἱεροῖς μελωδήμασιν, εὐφημήσωμεν σήμερον, ἀρετῆς φιλόπονον, τὸν Καισάριον, καὶ γὰρ αὐτὸς εὐηρέστησε, Θεῷ καὶ ἀνθρώποις τε, ἰασάμενος πολλούς, δωρεὰν ὁ ἀείμνηστος, διὰ Κυρίου, ὅθεν τοῦτον ὁ πάντων πλουτοδότης, ἐχαρίτωσεν ἐν πᾶσι, τοῖς ἀγαθοῖς προτερήμασιν.

Ποία γλῶσσα Καισάριε, ἐξειπεῖν σου δυνήσεται, λόγων τῆς σοφίας σου τὰ ἀπόῤῥητα; ὡς ἀστραπῆ γὰρ ἐτέφρωσαν, ληρήματα ἄφρονα, Παραβάτου δυσμενοῦς, ὡς ἰχθὺν τοῦτον ἄφωνα, ἐναπέδειξας, ἀδεῶς τὸν Χριστὸν Θεὸν κηρύξας, ματαιόφρονα δὲ τοῦτον, προστετηκότα τοῖς δαίμοσιν.

Ἐν ᾠδαῖς μεγαλύνομεν, ἀγαλλόμενοι σήμερον, τὸν σοφὸν Καισάριον, τὸν θεράποντα· τὸν συμπαθῆ καὶ φιλόστοργον, υἱὸν Γρηγορίου τε, καὶ τῆς Νόννας τὸν σοφόν, Γρηγορίου σύγγονον· Θεολόγον τε, Καισαρείας βλαστὸν Καππαδοκίας, τοῦ Κυρίου τὸν ἐργάτην, τὸν ἀγαθὸν καὶ πιστότατον.



Ἡ τοῦ πνεύματος χάρις σοι, ἐνοικοῦσα Καισάριε, τῆς σοφίας σκεῦός σε, ἀπειργάσατο· καὶ ἰατρὸν ἐμπειρότατον, πασχόντων ἀκέστορα, ἀντιλήπτορα πτωχῶν, ἀρωγὸν συμπαθέστατον· τῶν ἐν θλίψεσι, ἀληθείας τε στόμα θεηγόρον, εὐκρινῶς ὁμολογήσας, τὰ μεγαλεῖα τῆ ς πίστεως.

Δόξα. Ἦχος β΄:
Χαρμονικῶς φιλέορτοι πανηγυρίσωμεν, ἰδοὺ γὰρ ἡ παμφαὴς μνήμη τοῦ σοφωτάτου Καισαρίου κατηύγασε, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, τοῖς λόγοις καὶ ἱεροῖς συγγράμμασιν αὐτοῦ κοσμηθεῖσα, Ναζιανζοῦ δὲ ἡ λαμπρὰ πόλις ἀγάλλεται, τὸ θεῖον αὐτῆς βλάστημα καθορῶσα, παντοίοις γὰρ ἀγαθοῖς ταύτην ἐστόλισε, σοφίας διδάγμασι, καὶ ἰαμάτων ποικίλοις χαρίσμασιν, ἀσθενοῦσι γὰρ τὴν θεραπείαν ἐδωρήσατο, ἀθυμοῦσι δὲ εὐθυμίαν ἐδαψίλευσε, καὶ πάντας εὐεργετῶν οὐκ ἐπαύσατο· καὶ νῦν παριστάμενος Θεῷ ἐν παῤῥησίᾳ πρεσβεύει μετὰ τῶν γεννητόρων, Γοργονίας τε καὶ Γρηγορίου τοῦ Θεολόγου, ὑπὲρ τῶν πιστῶς ἐκτελούντων, αὐτῶν τὰ μνημόσυνα.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω Παρθένος ἔτεκες, καὶ Παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν ἥλιος, ἀντὶ Μωυσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα,

Παροιμιῶν τὸ Ἀνάγνωσμα (κεφ. ι΄ 7, γ΄ 13).
Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλῂν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς ειδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη· νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὧ τέκνα· σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὸς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προῖεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατασκεύασα βουλήν, καὶ γνῶσιν, καὶ ἔννοιαν· ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ· καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος. 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. ζ΄ 7).
Δίκαιος, ἐὰν φθάση τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήση ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος, ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἧν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. γ΄ 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνη. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καί κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.












ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἦχος α΄
Τὸν τῆς σοφίας ἐραστήν, καὶ ἀρετῆς φίλον ἄκρον τὸν τοῦ σοφοῦ Γρηγορίου ὁμαίμονα γνήσιον, καὶ σύμφρονα πάνσοφον, Καισάριον ἀξίως εὐφημήσωμεν. Οὗτος γὰρ καλῶς ἐνδιαθρέψας τῷ βίῳ ἀξίως τῷ Θεῷ εὐηρέστησεν, ἀσθενεῖς δωρεὰν ἰώμενος, καὶ τῷ λόγῳ νουθετῶν καὶ ἐκδιδάσκων πάντας οὐκ ἐνάρκησε· νῦν δὲ ἐν οὐρανοῖς σὺν τοκεῦσιν αὐτοῦ Γοργονίᾳ τε, Κασιγνήτῳ καὶ Θεολόγῳ ὁμαίμονι ἀγαλλόμενος, πρεσβεύει ὑπὲρ τῶν συνωνυμούντων καὶ πάντων, τῶν ἐκ πόθου ἐκτελούντων, τὴν θείαν μνήμην αὐτοῦ.

Ἦχος β΄.
Τίς μὴ θαυμάσει τὴν κατὰ Θεὸν πολιτείαν σου μάκαρ, μέσον γὰρ πολλῶν θορύβων, καὶ ἀξιωμάτων διαιτώμενος, τῆς ἀρετῆς οὐκ ἠμέλησας, καὶ Ἰουλιανὸν Παραβάτην σοφίᾳ τῶν λόγων σου ἤσχυνας, Χριστὸν παῤῥησίᾳ ὁμολογήσας καὶ μάρτυς ἀναίμακτος τῆ προαιρέσει γενόμενος, θεαρέστως ὕπνωσας, τὸν πᾶσι δικαίοις ὀφειλόμενον ὕπνον· ὅθεν ἄγρυπνόν σε πρεσβευτὴν πλουτοῦμεν, οἱ τὴν σεβάσμιόν σου μνήμην, πνευματικῶς ἑορτάζοντες Καισάριε.

Ἦχος δ΄.
Τὸ τῆς ἡγιασμένης σου ψυχῆς περιβόλαιον, τὸ ἀπαθὲς καὶ καθαρόν σου σκῆνος ἡ Ναζιανζῶν Μητρόπολις φέρει εἰς ψυχικῶν αλγημάτων καὶ σωματικῶν νοσημάτων ἰατρείαν, ἀλλὰ καὶ πᾶς ὁ πρεσβευτήν σε σήμερον μετὰ πόθου προβαλλόμενος, τῆ πανταιτίῳ Τριάδι, ἧ νῦν παρίστασαι, τὰς ἰάσεις λαμβάνει, ὡς ἰατρὸς γὰρ ἄριστος ὑπάρχων, ἀμισθὶ τὴν θεραπείαν βραβεύεις τοῖς ἐκτελοῦσιν ἐν πίστει τὴν ἐτήσιόν σου μνήμην, Καισάριε μακάριε.

Δόξα. Ἦχος πλ. δ΄.
Θεοπρεπῆ πολιτείᾳ τρισμάκαρ, ἑαυτὸν ἐγγυμνασάμενος, ἀθλητικῆ προαιρέσει τὸν βίον σου ἐπεσφράγισας, Καισάριε πανθαύμαστε, διό σε γεραίρομεν ὡς εὐσεβείας διδάσκαλον καὶ Θεολόγου ὁμαίμονα, παῤῥησίαν οὗν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.





ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἰατρικὴν ἐπιστήμην, ὡς μετερχόμενος, ἐν συμπαθείᾳ ἄλγη, τῶν σωμάτων ἰάσω, πάθη τῶν ψυχῶν τε, ταῖς πρὸς Θεόν, εὐπροσδέκτοις πρεσβείαις σου, ἐπικουρίζεις καὶ σῴζεις ἐκ πειρασμῶν, τοὺς τιμῶντάς σε Καισάριε.

Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Ἰατρικὴν ἐπιστήμην μάκαρ ἐξήσκησας καὶ θείᾳ ἐνεργείᾳ τὰς ἰάσεις παρέχεις, τοῖς πίστει σε αἰτοῦσι καὶ εὐλαβῶς ἐκτελοῦσι τὴν μνήμην σου, θεομακάριστε ῥήτωρ, ὑφηγητά, θλιβομένων παραμύθιον.

Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου...
Ῥήματα μάκαρ τοῦ θείου Εὐαγγελίου σοφῶς, ἐνωτισθεὶς τοῦ κόσμου, τᾲ τερπνὰ καὶ τὴν δόξαν, παρεῖδες ὡς ἐχέφρων καπνὸν καὶ σκιάν, οια ὄντα Καισάριε, καὶ τῷ Θεῷ ἀναθέμενος ἑαυτόν, ἀρετὴν πᾶσαν ἐξήσκησας.

Δόξα. Ἦχος α΄.
Τὸ τριμερὲς τῆς ψυχῆς ἐκκαθάρας σοφέ, καὶ ἀρεταῖς ἐκλαμπρύνας ψυχὴν κατ' ἔννοιαν, πρὸς οὐρανὸν μετήχθης εἰς Χριστοῦ βασιλείαν, μάκαρ Καισάριε, προσφέρων αὐτῷ τὰ τῶν πόνων σου δράγματα, καθαγιάζων τε πάντας ἡμᾶς, διὰ τῶν σῶν συγγραμμάτων, ἃ κατέλιπες ἀείμνηστε καὶ πρεσβεύων ἐκτενῶς ὑπὲρ πάντων τῶν εὐλαβῶς ἐκτελούντων σου, τὴν κοίμησιν· διὸ αὐτὴν τιμῶντες, πρέσβυν ὑπὲρ ἡμῶν, πρὸς τὸν Θεόν, προβαλλόμεθα, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Ἰδοὺ πεπλήρωταί ἡ τοῦ Ἡσαῖου πρόῤῥησίς· Παρθένος γὰρ ἐγέννησας καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμε!νας· Θεὸς γὰρ ἧν ὁ τεχθείς, διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ' ὦ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδης· ἀλλ' ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.










Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σοφίας χαρίσμασιν ὑπὲρ ἡλίου αὐγάς, ἀστράψας κατηύγασας τῶν εὐσεβῶν τὴν πληθύν, Καισάριε πάνσοφε, ἤσχυνας Παραβάτου, τὰς στροφὰς καὶ κομψείας, ηὔφρανας χριστωνύμων, θεατῶν ὁμηγύρεις· διό σου ἐπαξίως μνήμην θείαν γεραίρομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.





























ΕΝ ΤΩ ΟΡΘΡΩ

Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν θείαν σου σήμερον καὶ φωταυγῆ ἑορτήν, τελοῦμεν Καισάριε ἐν εὐφροσύνη ψυχῆς, αἰτοῦντες πρεσβείαις σου, λύτρωσιν τῶν πταισμάτων καὶ παθῶν καὶ κινδύνων, πάντων τε τῶν ἐν βίῳ δυσχερῶν λυτρωθῆναι, τοὺς πόθῳ ἐκτελοῦντάς σου τὸ μνημόσυνον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Παρθένε πανύμνητε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, Μαρία Θεόνυμφε, καὶ ἀπειρόγαμε, πιστῶν ἡ ἀντίληψις ῥῦσαι παντὸς κινδύνου, καὶ παντοίας ἀνάγκης, Δέσποινα Θεοτόκε τοὺς ἐν πίστει καὶ πόθῳ τῆ σκέπη σου προσφεύγοντας, μόνη Θεόνυμφε.

Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Σκεῦος τίμιον, πάσης σοφίας, καὶ τοῦ πνεύματος τῆ ὑψηλῆ σου, πολιτείᾳ ἐγένου Καισάριε, ἐν ἀπαθείᾳ φαιδρύνας τὸν βίον σου, καὶ θεραπεύων νοσοῦντας ἑκάστοτε, ὅθεν πάνσοφε Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε· ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον; τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· χαῖρε ἡ Κεχαριτωμένη.
              
Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Τοῦ Πνεύματος σοφέ, οἰκητήριον ὤφθης, Καισάριε διό, ἡ οὐράνιος δόξα, λαμπρῶς σε ἐδέξατο, μετὰ πότμον ἀοίδιμε, ἡ εὐφρόσυνος, τῶν ἐκλεκτῶν κατοικία καὶ παρέστηκας, σὺν τοῖς γονεῖς, ἀδελφοῖς τε, τῷ θρόνῳ τοῦ Κτίστου σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους σου.









Οἱ Ἀναβαθμοί. Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος, ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ημῶν ἐξανθήσει.
Εὐαγγέλιον τοῦ Ὄρθρου, (ζήτει τῆ α΄ Νοεμβρίου).
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Διδασκάλου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Εἶτα τὸ παρὸν Ἰδιόμελον. Ἦχος β΄.
Ἐν τοῖς ἐπουρανίοις σκηνώμασι σὺν ταῖς ἁγίων χορείαις, τὸ πνεῦμά σου αἰωνίως ἀγάλλεται, Καισάριε πάνσοφε, καὶ δοξάζεται Χριστὸς ὁ ὑπὸ σοῦ δοξασθεὶς καὶ δοξάσας τὴν ὁσίαν σου κοίμησιν θεοδόξαστε.

Ὁ Κανὼν τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Ὑμνῶ (μάκα)ρ, σοῦ το(ὺς) πανευσεβεῖ(ς) τρόπο(υ)ς, Ἰακώβου(υ).
ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε ποτέ.
Ὑψηλὸν τὸν βίον ἐσχηκώς, πάνσοφε Καισάριε, ταῖς θεϊκαῖς ὁλολαμπὴς γεγένησαι ἀναβάσεσιν, ὅθεν μοι εὐφημοῦντί σου τὰ σεπτὰ κατορθώματα, αἴτησαι δοθῆναι ἔλεος, παρὰ τοῦ Σωτῆρος ἀξιύμνητε.
Μυριπνόους στέργων διδαχάς, καὶ ταῖς ἀναβάσεσιν, τῶν ἱερῶν γραφῶν ἐνασχολούμενος, ἡδονῶν ἐξέκλινας, τὸ δυσῶδες Καισάριε ἄτιμον, καὶ φιλοσοφίᾳ ὅλον σου τὸν βίον κατελάμπρυνας.
Νουνεχῶς τοῦ κόσμου ἡδονάς, μάκαρ ἐναπέβαλες, ἐν προσευχαῖς δέ, τῷ Θεῷ συγγινόμενος, θεραπεύων ᾶπαντας, ἀναργύρως τοὺς προσιόντας Καισάριε, ὅθεν σου τὴν μνήμην, πόθῳ τὴν πανέορτον γεραίρομεν.
Θεοτοκίον.
Ὡς παστάδα ἔμψυχον Θεοῦ, καὶ θυμιατήριον, τοῦ νοητοῦ καὶ φωτοφόρου ἄνθρακος, τὴν ἀειμακάριστον, ἀνυμνήσωμεν Θεοτόκον κραυγάζοντες· χαῖρε ἡ αἰτία, τῆς σωτηριώδους ἀναπλάσεως.













ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως.
Ῥημάτων ζωηῤῥύτων πηγὰς ἐκχέων, ἐξέπιες τὸ νάμα τῆς σωτηρίας, Καισάριε καὶ ὕμνησας τὸν τῶν ὅλων, Θεὸν καὶ ἔμελπες σὺν τῷ ὁμαίμονι, ὡς οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε.
Συμπάθειαν ἐκτήσω χριστομιμήτως, ἰάτρευσας ὡς ἔμπρακτος δεομένους, Καισάριε μηδὲν ἐξ αὐτῶν λαμβάνων, ὅθεν καὶ ἔλαβες, μισθὸν οὐράνιον, ἐκ χειρὸς Κυρίου σου, παναοίδιμε.
Οἰκειώθης τῷ Κτίστη ἀγάπη θείᾳ ἐδέξω τὴν οὐράνιον κληρουχίαν, μακάριε Καισάριε· ὅθεν χαίρων, θέσει θεούμενος, καὶ μέλπων ἔλεγες, ὡς οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε.
Θεοτοκίον.
Ὑπάρχουσα Ἀγγέλων τιμιωτέρα, τὸν Κτίστην τῶν Ἀγγέλων τῆ σῆ νηδύι, ἐβάστασας καὶ τέτοκας Θεομῆτορ, βροτῶν εἰς λύτρωσιν, τῶν μελῳδούντων σοι, ὡς οὐκ ἔστιν Ἄχραντε, πλήν σου Δέσποινα.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν διδαχῶν σου ἡ φαιδρὰ καὶ φωσφόρος, ἐξανατείλασα, Καισάριε μνήμη, τῶν εὐσεβῶν κατηύφρανε παμμάκαρ τὰς ψυχάς· καὶ καθαγιάζουσα, τὰς αἰσθήσεις ἡδύνει, τῶν σεπτῶν λειψάνων σου, τῆ προσψαύσει διό σε, χρεωστικῶς γεραίρομεν σοφέ, ὡς ἰατρόν σε, καὶ νόσων ἀκέστορα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Ἡ μόνη κυήσασα τὸν Ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα τὴν ἀνθρωπότητα, τῷ τόκῳ σου Ἄχραντε ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, αὐτὸν ἐκδυσωποῦσα, ὃν ἐσωμάτωσας.

ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.
Τὰ δόγματα τῶν πατέρων φυλάττων ἀσάλευτα, Ὀρθόδοξον φρόνημα, σὺ ἐκ νεότητος ἔσχηκας, βίον ἀκηλίδωτον, καὶ εὐσυμπάθητον, προαίρεσιν μάκαρ Καισάριε.
Οὐ σύγχυσις κοσμική, οὐκ ἀρχῆς ἐπικράτεια, οὐ δόξα ἐπίκηρος, σοῦ τὸν πρὸς Κύριον ἔρωτα ἤμβλυναν Καισάριε, Θεὸν γὰρ ηὔφρανας, ὄντως θείαις πράξεσιν.
Τοῖς λόγοις σου τοῖς σοφοῖς Παραβάτην κατῄσχυνας, κηρύξας ἀφόβως τε, τοῦ Ἰησοῦ τὴν θεότητα, ἅπαντας ἐστήριξας, εἰς τὴν εὐσέβειαν, ἀοίδιμε Καισάριε.
Θεοτοκίον.
Πανύμνητε στρατηγίαις τὸν ἄνω ὑμνούμενον, Θεὸν ἀπεκύησας, ἄνθρωπον ὄντως γενόμενον, ὃν ὑπὲρ πάντων δούλων σου, ἐκδυσωποῦσα, μὴ παύση πανύμνητε.


ᾨδὴ ε΄. Ὁ φωτισμὸς τῶν ἐν σκότει.
Αἴγλη σεπτῆ, τῆς σοφίας Καισάριε διαλάμπων, νόμῳ τε Κυρίου συμπεφραγμένος, νύκτα τοῦ βίου, ἀπροσκόπτως διέβης, ἰατρείας πᾶσι παρέχων, μάκαρ καὶ πρὸς θείαν, ζωὴν μεταβέβηκας.
Νῦν ἐπὶ σοί, ἐγκαυχᾶται ἡ πόλις Ναζιανζέων, σοῦ διδασκαλίαις καταυγασθεῖσα καὶ Γρηγορίου ἀδελφοῦ σου τοῖς λόγοις, μεθ' οὗ σε πάντες εὐφημοῦμεν Καισάριε, καὶ τὴν σὴν τελοῦμεν, ἐκ πόθου πανήγυριν.
Εὖγε τῆς σῆς, πρὸς Θεὸν παῤῥησίας, εὗγε τοῦ πόθου, οὗπερ ἐκ καρδίας πρὸς τοῦτον ἔσχες, σὺν Γρηγορίῳ τῷ σοφῷ αὐταδέλφῳ διδαχαῖς σου πάντας φωτίζων, καὶ καταφαιδρύνων πιστῶν τὰ συστήματα.
Θεοτοκίον.
Ὑπὲρ ἡμῶν, τὸν ἐκ σοῦ σαρκωθέντα Παρθενομῆτορ, πάντοτε δυσώπει τῶν σὲ ὑμνούντων, τοῦ λυτρωθῆναι ἐκ παθῶν καὶ κινδύνων, ψυχοφθόρων κακῶν καὶ θλίψεων, καὶ αἰωνιζούσης φλογὸς καὶ κολάσεως.

ᾨδὴ ς΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Σταλαγμοῖς γλυκυτάτοις τῶν λόγων σου, πάνσοφε ἐγλύκανας πιστῶν συστήματα, καὶ ἰαμάτων ἔλλαμψιν, τοῖς νοσοῦσι παρέχεις Καισάριε.
Ἐν τῆ πόλει σοφὲ ἀνεβλάστησας, τῆς Ναζιανζοῦ καὶ τὸν κόσμον τοῖς λόγοις σου, ἅπαντα κατεγλύκανας, ὡς καρποὺς τὸν σοφὸν προβαλλόμενος.
Βασιλείαν Θεοῦ ἐπεπόθησας, καὶ κατὰ παθῶν βασιλεύσας Καισάριε, κατ' εὐδοκίαν κρείττονα, τῆς χαρᾶς τῶν δικαίων ἐπέτυχες.
Θεοτοκίον.
Ἐκλεκτὴ τῷ Θεῷ ἐχρημάτισας ὡς πανευπρεπὴς καὶ χωρίον εὐρύχωρον, τούτου Παρθένε γέγονας, καὶ παστὰς καὶ λυχνία καὶ τράπεζα.

Κοντάκιον. Ἦχος γ: Ἡ Παρθένος σήμερον.
Ἑορτὴ χαρμόσυνος, τοῦ Καισαρίου ἐπέστη, εὐφροσύνως σήμερον, ἐπιτελέσωμεν ταύτην, νέμει γάρ, τοῖς αὐτὸν πόθῳ ἀνευφημοῦσιν, ἴασιν ψυχῶν, σωμάτων καὶ ῥῶσιν θείαν, καὶ γὰρ ἔχει παῤῥησίαν, ὡς μέγας ῥήτωρ τῆς Ἐκκλησίας Χριστοῦ.
Ὁ Οἶκος.
Φώτισόν μου τὰς φρένας Σωτήρ μου, τὸν γὰρ σοφὸν Καισάριον εὐφημῆσαι ποθῶ, τὸν παναοίδιμον Γρηγορίου αὐτάδελφον, καὶ δίδου μοι λόγον ἐν ἀνοίξει τοῦ στόματος, εἰς τὸ ὑμνῆσαι αὐτὸν εὐκλεῶς, ὡς διδάσκαλον ὄντα καὶ ἰατρὸν πανάριστον, καὶ ἡμῶν πρεσβευτὴν ἀνεπαίσχυντον. Οὗτος γὰρ τῷ ἀστέκτῳ σου θρόνῳ σὺν τοῖς τοκεῦσι καὶ αὐταδέλφοις παριστάμενος, θερμῶς ἐξαιτεῖται εἰρήνην βαθεῖαν δοθῆναι ἡμῖν καὶ γὰρ ἔχει παῤῥησίαν ὡς μέγας ῥήτωρ τῆς ᾽Εκκλησίας Χριστοῦ.

Συναξάριον.
Τῇ θ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου σοφωτάτου ἀκέστορος καὶ διδασκάλου Καισαρίου, ἀδελφοῦ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου.
Ὁ Γρηγόριος πρὸς νεκρὸν Καισαρίου
Γλώττης χαλινοῖ, τοῖς ἐμοῖς λόγοις λόγος.
Ἀμφ' ἐνάτη Καισαρίου δέμας, κάλυψε γέα.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.
Ἰσχύι ῥωννύμενος τοῦ Ζωοδότου, παθῶν κατεκράτησας, ὀρέξεων Καισάριε, καὶ νοῦν ἀνεπτέρωσας πρὸς τὰ οὐράνια, μέλπων συν τονώτατα ὁ ὤν, εὐλογημένος καὶ ὑπερένδοξος.
Τὰ ἅνω βασίλεια τὴν ἄνω πόλιν, Θεοῦ τὸν παράδεισον, δικαίων τὴν ἀπόλαυσιν, Καισάριε ἠξίωσαι σὺν τῷ ὁμαίμονι, φέγγος τὸ ἀνέσπερον οἰκεῖν, διὸ τὴν μνήμην σου νῦν γεραίρομεν.
Ῥεόντων τὸ ἄστατον κατανοήσας, ψυχῆς τὰ κινήματα, Θεὸν πρὸς μόνον ἴθυνας, ἐξ οὗ ἐλλαμπόμενος θείαις λαμπρότησι, βίου τὰ προσκόμματα σοφέ, ἀνεμποδίστως ὅντως παρέδραμες.
Θεοτοκίον.
Ὃν ἔτεκες Δέσποινα ἀεὶ δυσώπει, δουλείας ῥυσθῆναί με, παθῶν τῆς κατακρίσεως, καὶ τῆς συνεχούσης με δεινῆς πορώσεως, καὶ τῆς τῶν θλιβόντων με ἀεί, ἐπικρατείας Θεοχαρίτωτε.
               
ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Πόθῳ τὴν μνήμην σου σοφέ, ἐκτελοῦμεν δυσωποῦντες σε τρισμάκαρ, τοῦ πρεσβεύειν Κυρίῳ κινδύνων σῶσαι ἡμᾶς, καὶ παντοίας ἀνάγκης Καισάριε, τοὺς ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.     
Ὅλον ἀνέθηκας σαυτόν, πρὸς τὸν Κύριον Καισάριε τρισμάκαρ καὶ αὐτῷ ἐκολλήθης, ἀναβοῶν ψαλμικῶς· Χριστέ μου ἰλύος με λύτρωσαι, τῶν θανατηφόρων, παθῶν εἰς τοὺς αἰῶνας.
Σύνεσιν ἔχων θεϊκήν, πληρωτὴς ὤφθης Θεοῦ τῶν ἐνταλμάτων, θεραπεύων νοσοῦντας, καὶ ἐλεῶν τοὺς πτωχούς, ὡς πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὑπερευλογῶν τὸν Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὁ τοῦ Ἀδάμ Δημιουργός, ἐξ αἱμάτων σου Ἁγνὴ δημιουργεῖται, καὶ γαλακτοτροφεῖται, ὁ διατρέφων πνοήν, Παρθένε Θεοτόκε ἅπασαν, ὅθεν ὡς Θεοῦ σε, δοξάζομεν Μητέρα.





ᾨδὴ θ΄. Ἀνάρχου Γεννήτορος.
Ἰδεῖν ἐφιέμενος, τὴν δόξαν τοῦ Κυρίου σου, ἀρετῶν ταῖς ἰδέαις σαυτὸν ἐκάλλυνας καὶ συμπαῤῥησίᾳ εἰσῆλθες εἰς φωτεινούς, νυμφῶνας ᾽Αγγέλων, συνῶν τῷ Δεσπότη σου, παμμακάριστε Καισάριε.
Ἀνέτειλε σήμερον, ἡ μνήμη σου Καισάριε, ὥσπερ ὄρθρος αὐγάζουσα τοὺς τιμῶντάς σε· Σὺ γὰρ καὶ φωτὸς καὶ ἡμέρας ὡς ἀληθῶς, ἠὼς ἐγνωρίσθης, θεόφρον πανόλβιε, διὰ τοῦτο σὲ γεραίρομεν.
Κοσμούμενος πάνσοφε, σοφίᾳ καὶ συνέσει πολλῆ, ταπεινώσει καρδίας ὡραϊζόμενος, ὕψει πολιτείας ἐμπρέπων πρὸς νοητάς, μετέβης σκηνώσεις, μεθ' ων ἡμῶν μέμνησο, τῶν τιμώντων σε Καισάριε.
Ὡς πρόξενον οὗσαν σου, νῦν ὠφελείας πάνσοφε, τὴν σεπτὴν ἑορτὴν ἐκτελοῦμεν Καισάριε· σὺ γὰρ τοῦ Κυρίου θεράπων, καὶ τῶν αὐτοῦ, ἐντολῶν ἐργάτης, ὤφθης ἀνεπαίσχυντος, διὰ τοῦτο σὲ γεραίρομεν.
Βοῶ σοι γηθόμενος, δυὰς σεπτὴ πανθαύμαστε, ξυνωρὶς ἱερά τε σοφὲ Γρηγόριε καὶ Καισάριε μάκαρ σὺν τῆ σοφῆ, Γοργονίᾳ ἅμα, γονεῦσι τε πρέσβευε, τοῦ σωθῆναι ἡμᾶς ἅγιοι.
Θεοτοκίον.
Οὐρανώσας Ἄχραντε, τὴν γῆν τῷ θείῳ τόκῳ σου, καὶ σκηνὴ καθωράθης Θεοχαρίτωτε, γέφυρα καὶ κλίμαξ πρὸς οὐρανούς, ἀνάγουσα πάντας, πιστοὺς παναμώμητε, ὅθεν πόθῳ σε γεραίρομεν.

Ἐξαποστειλάριον. Ἦχος α΄. Τοῖς μαθηταῖς συνέλθωμεν.
Τοῦ Καισαρίου σήμερον, ἑορτὴν ἐτησίως, πάντες πιστοὶ τελέσωμεν, ἐν ᾠδαῖς τε καὶ ὕμνοις, βοῶντες αὐτῷ ἐκ πόθου, πάνσοφε θεῖε ἀκέστωρ, θεράπευσον τὰ τραύματα, τῶν ψυχῶν ἡμῶν μάκαρ, ἐκδυσωπῶν, τῶν πταισμάτων λύτρωσιν ἡμῖν δοῦναι, τὸν λυτρωτὴν καὶ Κύριον, ὡς αὐτοῦ πιστὸς δοῦλος.
Θεοτοκίον.
Ζήσας αἰσχρῶς ἀπώλεσα, τῆς ψυχῆς τὸ ὡραῖον, καὶ ὡμοιώθην κτήνεσιν, ἀνοήτοις ὁ τάλας, ἃ οὐκ ἐξὸν ποιεῖν πράττων, Δέσποινα Θεοτόκε, λαμπρύνασά με κάθαρον, τοῦ φωτός σου ταῖς θείαις μαρμαρυγαῖς καὶ ὑσσώπῳ Κόρη τῆς μετανοίας καὶ δεῖξόν με τὸν δοῦλόν σου, σκεῦος εὔχρηστον θεῖον.










ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Δεῦτε νῦν συστήματα, τῶν φιλεόρτων ἐν πνεύματι, συνδραμόντα συγχάρητε, καὶ πανηγυρίσατε, ἐν τῆ θείᾳ μνήμη, σοφοῦ Καισαρίου, τοῦ παναρίστου ἰατροῦ, τοῦ Γρηγορίου σοφοῦ ὁμαίμονος· μεθ' οὗ καὶ κατηξίωται, ἐν οὐρανίοις σκηνώμασι, σὺν Ἀγγέλοις παρίστασθαι, τῷ τῶν ὅλων δεσπόζοντι.

Σήμερον τὰ τάγματα, πάντων ἁγίων κροτήσατε, οὐρανόθεν καὶ ᾄσατε ᾠδὴν ἐναρμόνιον, ἡ γὰρ θεία μνήμη, ἤδη νῦν ἐπέστη, τοῦ Καισαρίου τοῦ σοφοῦ, ὅθεν Προφῆται πάντες ἀγάλλονται, Ἀπόστολοι καί Μάρτυρες, σὺν τοῖς Δικαίοις δοξάζοντες, τὸν δοξάζοντα Κύριον, τοὺς ἰδίους θεράποντας.

Ὁ βίος κατάλληλος, τῆ σῆ σοφίᾳ Καισάριε, προφανῶς,ἀναδέδεικται ταύτη γὰρ συνέμιξας ἁρμόδιον λόγον καὶ αυθις τῷ λόγῳ πρεπωδεστάτην τελευτήν, τῆ τελευτῆ δὲ στέφος ἀμάραντον, ἀξίως ἀναδέδειξαι καὶ νῦν οἰκεῖς σὺν ὁμαίμονι, εἰς τὰ ἄνω βασίλεια, ὡς Θεοῦ φίλος γνήσιος.

Χάριν τὴν τοῦ Πνεύματος, καταπλουτήσας Καισάριε, τῶν γραμμάτων ἐξέμαθες, σοφίᾳ καὶ γνώσει τε, τὴν σπουδὴν τὴν θείαν, τῆς ἰατρικῆς τε, τὴν ἐπιστήμην ἐξασκῶν, τὰς ἀσθενείας καὶ τὰ ἀλγήματα· χειρί σου ἐθεράπευσας, συμπαθεστάτη καὶ ἔδειξας, τοῦ Κυρίου τὸ ἔλεος, ὃ παρέχει τοῖς κάμνουσιν.

Δόξα. Ἦχος πλ. δ΄.
Τὰς ἱεράς σου κινήσεις τοῦ νοός, πρὸς τήρησιν τῶν θείων νόμων ποιούμενος, θεαρέστως τὸν βίον σου, ἐξετέλεσας, καὶ ταῖς σελασφόροις σου ἀρεταῖς, τοὺς προσιόντας σοι κατελάμπρυνας, τοὺς κάμνοντας ποικίλων νοσημάτων ἀμισθί, ὡς ἰατρὸς ἀπήλλαξας· καὶ νῦν ἡμᾶς τοὺς τελοῦντας τὴν μνήμην σου, πάσης ἀνάγκης καὶ θλίψεως, καὶ ψυχικῶν ἀῤῥωστημάτων, σῷζε Καισάριε ἱερώτατε, ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις πρεσβείαις σου.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.





Μεγαλυνάρια
Σοφοῦ Γρηγορίου τὸν ἀδελφὸν Ναζίανζοῦ γόνον καὶ προστάτην ἡμῶν θερμόν, ἀκέστορα νόσων τιμήσωμεν ἀξίως Καισάριον ἐν ὕμνοις τὸν ἀξιέπαινον.
Χαίροις τῶν γραμμάτων ὁ ἐραστής, ἔμπειρός τε γνώστης ἐπιστήμης ἰατρικῆς, χαίροις Γρηγορίου τοῦ θείου Θεολόγου· ὁμαίμων καὶ ὁμόφρων μάκαρ Καισάριε.